Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

τὸ ἀποφαίνειν διὰ γραμμάτων κατὰ μέρος ὁπόσην οὐσίαν ἔχει, ὅπερ ἐν ταῖς ἀντιδόσεσι μάλιστα γίνεται· Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον πολλάκις. ἅπαξ μόνον ἈΠΟΓΡΑΦΗΝ τὸ αὐτὸ τοῦτο κέκληκεν.

p.53

ἀντὶ τοῦ ἀπενεγκεῖν καὶ διάστημα ποιῆσαι μεταξὺ Ἰσαῖος ἐν τῷ πρὸς ὀργεῶνας, ἐν ᾧ φησὶν οὕτως εἴπερ γοῦν ὥριζον ταῖς ἀποφοραῖς ταύταις τῶν ποδῶν ἀλλότριον εἶναι τὸ χωρίον.

ἀντὶ τοῦ καταδικάζουσιν αὐτὸν μὴ εἶναι πολίτην Δείναρχος ἐν τῷ κατ’ Ἀρχεστράτου. καὶ ἈΠΟΨΗΦΙΣΙΝ δὲ τὸ πρᾶγμα λέγει Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει.

τὸ μὴ πρότερον εἰς τὴν βουλὴν, ἀλλ’ εὐθὺς εἰς τὸν δῆμον εἰσφερόμενον ψήφισμα. ἐν τῷ κατ’ Ἀνδροτίωνος νόμος παράκειται ταῦτα δηλῶν.

τὴν οὐ προσκεκλημένην Ὑπερείδης ἐν τῷ κατ’ Ἀθηνογένους β.

εἶδος δίκης κατὰ τῶν προστάτην μὴ νεμόντων μετοίκων· ᾑρεῖτο γὰρ ἕκαστος ἑαυτῷ τῶν πολιτῶν τινὰ προστησόμενον περὶ πάντων τῶν ἰδίων καὶ τῶν κοινῶν. Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας ἀπροστασίου β.

Δείναρχος ἐν τῷ κατὰ Πυθέου ἐμπεπηδηκότων τῶν

p.54
ῥητόρων ὥσπερ ἀπρότων εἰς τὸ ἐμπόριον. μήποτε γραφικὸν ἁμάρτημα, καὶ δεῖ γράφειν ὥσπερ λῃστῶν. ἐν τισὶ δὲ γέγραπται ὥσπερ παρνόπων· εἰσὶ δ’ οἱ πάρνοπες εἶδος ἀκρίδος.

Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους. δῆμός ἐστι φυλῆς τῆς Αἰγηΐδος.

Αἰσχίνης περὶ τῆς ἀποδόσεως. πιθανώτερόν ἐστι λέγειν

p.55
ὅτι Δωριεῖς, μάλιστα δ’ Ἀργεῖοι, τὸν ὄφιν ἀργᾶν ἐκάλουν, ὡς Ἀχαιὸς ἐν Ἀδράστῳ. Τιμαχίδας δὲ ὁ Ῥόδιος οὐ κατὰ γλῶτταν καλεῖσθαι τὸν ὄφιν ἀργᾶν φησὶν, ἀλλὰ γένος τι εἶναι ὄφεως τοὺς ἀργᾶς· λέγεσθαι οὖν εἰκὸς τὸν Δημοσθένην, ἐπιτροπῆς τοῖς ἐπιτρόποις δίκας λαγχάνοντα, ὄφιν διὰ τὸ θηριῶδες. καὶ αὐτὸς τοὺς τοιούτους ὄφεσιν εἰκάζει ἐν τῷ κατ’ Ἀριστογείτονος. ἐν μέντοι τοῖς Ἀττικιανοῖς ἐγέγραπτο ἅρπαξ. ἔνιοι δὲ τοῦ δράκοντος εἶναί φασι τὸ ἀργᾶν ἐπίθετον.

Δημοσθένης κατὰ Μειδίου. ἔστι δὲ πόλις τῆς Εὐβοίας ἐν τῇ Χαλκιδικῇ κειμένη, ὡς Ἀριστοτέλης ὁ Χαλκιδεὺς ἐν τῷ περὶ Εὐβοίας.

Δείναρχος ἐν τῷ κατὰ Προξένου βλάβης. διττὰ

p.56
ἦν γραμματείδια οἷς ἐχρῶντο Ἀθηναῖοι, τὰ μὲν ὥστε γράφειν μόνον τι ἐν αὐτοῖς, τὰ δὲ ὥστε καὶ ἀργυρίδιον κατατίθεσθαι, ἅπερ καὶ κιβώτια ἐκάλουν, τὰ δ’ ἄλλα καὶ δίθυρα.

ἈΡΓΥΡΙΤΙΣ ΓΗ καὶ ΧΡΥΣΙΤΙΣ· ἡ ἐργαζομένη χρυσὸν καὶ ἄργυρον.

Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ὅπου κόπτεται τὸ νόμισμα· ὃ νῦν σημαντήριόν τινες καλοῦσιν.

νῆσοι κείμεναι ἔναντι τῆς Λέσβου, ἀπὸ Ἀργίνου τινός.