Fragmenta
Epimenides
Epimenides. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
1. PAUL. ad Tit. 1, 12 εἶπέν τις ἐξ αὐτῶν [Kreter], ἴδιος αὐτῶν προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.
CLEM. Str. I 59 (II 37, 21 St.) τὸν δὲ ἕβδομον [Weisen] οἱ μὲν Περίανδρον εἶναι λέγουσιν τὸν Κορίνθιον οἱ δὲ Ἀνάχαρσιν τὸν Σκύθην οἱ δὲ Ἐπιμενίδην τὸν Κρῆτα [ὃν Ἑλληνικὸν οἶδε προφήτην], οὗ μέμνηται ὁ ἀπόστολος Παῦλος ἐν τῆι πρὸς Τίτον ἐπιστολῆι [folgt Zitat]. Aus dessen Quelle HIERON. comm. in ep. ad Tit. VII 606 Migne dicitur autem iste versiculus in Epimenidis Cretensis poetae Oraculis reperiri . . . denique ipse liber Oraculorum titulo praenotatur. Vgl. ep. 70 [I 666 M.], wo er zufügt: cuius heroici hemistichium postea Callimachus usurpavit [h. 1, 8 Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο· σὺ δ’ οὐ θάνες· ἐσσὶ γὰρ αἰεί]. MAXIM. TYR. e. 38 (p. 439, 14 Hobein = c. 22 p. 224 Dav.) ἦλθεν Ἀθήναζε καὶ ἄλλος Κρὴς ἀνὴρ ὄνομα Ἐ.· οὐδὲ οὗτος ἔσχεν εἰπεῖν αὑτῶι διδάσκαλον· ἀλλ’ ἦν μὲν δεινὸς τὰ θεῖα, ὥστε τὴν Ἀθηναίων πόλιν κακουμένην λοιμῶι καὶ στάσει διεσώσατο ἐκθυσάμενος· δεινὸς δὲ ἦν ταῦτα οὐ μαθών, ἀλλ’ ὕπνον αὑτῶι διηγεῖτο μακρὸν καὶ ὄνειρον διδάσκαλον. c. 10 (p. 110, 13 H. = c. 28 p. 286 Dav.) ἀφίκετό ποτε Ἀθήναζε ἀνὴρ Κρὴς ὄνομα Ἐ. κομίζων λόγον οὑτωσὶ ῥηθέντα πιστεύεσθαι χαλεπόν· 〈μέσης γὰρ〉 ἡμέρας ἐν Δικταίου Διὸς τῶι ἄντρωι κείμενος ὕπνωι βαθεῖ ἔτη συχνὰ ὄναρ ἔφη ἐντυχεῖν αὐτὸς θεοῖς καὶ θεῶν λόγοις καὶ Ἀληθείαι καὶ Δίκηι.2.[5 Kern de Orph. cet. theog. p. 64]AEL. n. anim. XII 7 καὶ μέντοι καὶ τὸν Νεμεαῖον λέοντα τῆς σελήνης ἐκπεσεῖν φασι. λέγει γοῦν καὶ τὰ Ἐπιμενίδου ἔπη·
καὶ γὰρ ἐγὼ γένος εἰμὶ Σελήνης ἠυκόμοιο, ἣ δεινὸν φρίξασ’ ἀπεσείσατο θῆρα λέοντα· ἐν Νεμέαι δ’ ἄγχουσ’ αὐτὸν διὰ πότνιαν Ἥραν 〈θείη ἴς ἐδάμασσε βίης Ἡρακληείης〉.[S. 46 A 77]. HERODOROS b. Tatian. 28 πῶς οὐκ ἠλίθιον πιθέσθαι τοῖς Ἡροδώρου βιβλίοις περὶ τοῦ καθ’ Ἡρακλέα λόγου, γῆν ἄνω κηρύττουσιν [n. τὴν σελήνην] κατεληλυθέναι τε ἀπ’ αὐτῆς λέοντα τὸν ὑφ’ Ἡρακλέους φονευθέντα; Vgl. 66 A 13ᵃ.
3.ARIST. pol. A 2. 1252ᵇ 13 ἡ μὲν οὖν εἰς πᾶσαν ἡμέραν συνεστηκυῖα κοινωνία κατὰ φύσιν οἶκός ἐστιν, οὓς ὁ μὲν Χαρώνδας καλεῖ ὁμοσιπύους, Ἐ. δὲ ὁ Κρὴς ὁμοκάπνους.
4.— rhet. Γ 17. 1418ᵃ 21 τὸ δὲ δημηγορεῖν χαλεπώτερον τοῦ δικάζεσθαι, εἰκότως, διότι περὶ τὸ μέλλον· ἐκεῖνο δὲ περὶ τὸ γεγονός, ὃ ἐπιστητὸν ἤδη καὶ τοῖς μάντεσιν, ὡς ἔφη Ἔ. ὁ Κρής· ἐκεῖνος [?] γὰρ περὶ τῶν ἐσομένων οὐκ ἐμαντεύετο, ἀλλὰ περὶ τῶν γεγονότων, ἀδήλων δέ.
5.[1 K.]DAMASC. 124 I 320, 17 R. [Eudem fr. 117] τὸν δὲ Ἐπιμενίδην δύο πρώτας ἀρχὰς ὑποθέσθαι Ἀέρα καὶ Νύκτα ... , ἐξ ὧν γεννηθῆναι Τάρταρον, οἶμαι τὴν τρίτην ἀρχήν, ὥς τινα μικτὴν ἐκ τῶν δυεῖν συγκραθεῖσαν, ἐξ ὧν δύο Τιτᾶνας (τὴν νοητὴν μεσότητα οὕτω καλέσαντα, διότι ἐπ’ ἄμφω διατείνει τό τε ἄκρον καὶ τὸ πέρας), ὧν μιχθέντων ἀλλήλοις ὠιὸν γενέσθαι . . ., ἐξ οὗ πάλιν ἄλλην γενεὰν προελθεῖν. PHILOD. depiet. 47ᵃ, 2 p. 19 ἐν δὲ τοῖς εἰς Ἐπιμενίδην [näml. ἀναφερομένοις ἔπεσιν] ἐξ’ Ἀέρος καὶ Νυκτὸς τὰ πάντα συστῆναι 〈ὥσπερ καὶ〉 Ὅμηρος 〈ἀποφαί〉νετ’ Ὠκεανὸν ἐκ Τηθύος τοὺς θεοὺς γεννᾶν 〈λέγων〉· ’Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν’ [Ξ 201]. 〈ἕτερός〉 τις δὲ Κρόνον τε καὶ Ῥέαν, οἱ δὲ 〈Δία καὶ〉 Ἥραν πατέρα καὶ μητέρα θεῶν νομίζουσιν.
6.[3 K.]PAUS. VIII 18, 2 Ἐ. δὲ ὁ Κρὴς εἶναι μὲν καὶ οὗτος θυγατέρα Ὠκεανοῦ τὴν Στύγα ἐποίησε, συνοικεῖν δὲ αὐτὴν οὐ Πάλλαντι, ἀλλὰ ἐκ Πείραντος Ἔχιδναν τεκεῖν, ὅστις δὴ ὁ Πείρας ἐστί.
7.[7ᵇ K.] PHILOD. de piet. 46ᵇ 7 p. 18 G. τὰς Ἁρπ〈υίας ἁλ〉 ούσας ὑπ〈ὸ τῶν Βορέου παί〉δων . . . 18 Ἐπι〉μενίδη〈ς γὰρ Ὠκε〉ανοῦ καὶ Γ〈ῆς γεννήμα〉τ’ εἶναι, π〈ερὶ δὲ Ῥή〉γιον (?) αὐ〈τὰς φονευθῆ〉ναί (?) φ〈ησιν〉.
8.[4 K.]— — 61ᵇ 1 p. 46 G. 〈ἐπιθέσθαι Τυφῶνα εἰρή〉κα〈σι τῆι βασιλείαι〉 Διός, 〈ὡς Αἰσχύλος〉 ἐν Προ〈μηθεῖ καὶ Ἀ〉κουσίλα〈ος καὶ Ἐπι〉μενίδ〈ης καὶ ἄλλοι〉 πολλοί. 〈παρ’ Ἐπι〉μενίδηι 〈δ’ ἀναβὰς〉 Τυφὼν 〈καθεύδον〉τος Διὸς 〈ἐπὶ τὸ βα〉σίλειον, ἐ〈πικρα〉τήσ〈ας δὲ τῶν πυλῶν〉 καθι〈κέσθαι μὲν ἔσω〉, παρα〈βοηθήσας δὲ〉 ὁ Ζεὺς 〈καὶ τὸ βασίλει〉ον ἰδὼ〉ν ληφθὲν κτεῖ〉ναι λέγ〈εται κεραυνῶι〉.
9.[7ᵃ K.]— — 92, 24 p. 43 G. καὶ τὰς Ἁρπυίας τὰ μῆ〈λα φ〉υλάττειν Ἀκο〈υσίλ〉αος, Ἐ. δὲ καὶ τοῦτο καὶ τὰς αὐτὰς εἶναι ταῖς Ἑσπερίσιν.
10.PLUT. Sol. 12 [über Epimenides, nach A 4 II 187, 26] τὸ δὲ μέγιστον ἱλασμοῖς τισι καὶ καθαρμοῖς καὶ ἱδρύσεσι κατοργιάσας καὶ καθοσιώσας τὴν πόλιν ὑπήκοον τοῦ δικαίου καὶ μᾶλλον εὐπειθῆ πρὸς ὁμόνοιαν κατέστησε. λέγεται δὲ τὴν Μουνιχίαν ἰδὼν καὶ καταμαθὼν πολὺν χρόνον εἰπεῖν πρὸς τοὺς παρόντας, ὡς τυφλόν ἐστι τοῦ μέλλοντος ἄνθρωπος· ἐκφαγεῖν γὰρ ἂν Ἀθηναίους τοῖς αὑτῶν ὀδοῦσιν, εἰ προήιδεσαν ὅσα τὴν πόλιν ἀνιάσει τὸ χωρίον [s. II 186, 9].
11.— def. orac. 1 p. 409 E ἀετούς τινας ἢ κύκνους . . . μυθολογοῦσιν ἀπὸ τῶν ἄκρων τῆς γῆς ἐπὶ τὸ μέσον φερομένους εἰς ταὐτὸ συμπεσεῖν Πυθοῖ περὶ τὸν καλούμενον ὀμφαλόν· ὕστερον δὲ χρόνωι τὸν Φαίστιον Ἐπιμενίδην ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ καὶ λαβόντα χρησμὸν ἀσαφῆ καὶ ἀμφίβολον εἰπεῖν· οὔτε γὰρ ἦν γαίης μέσος ὀμφαλὸς οὔτε θαλάσσης· εἰ δέ τις ἔστι, θεοῖς δῆλος, θνητοῖσι δ’ ἄφαντος.
12.[5 Müller FHG IV 405]SCHOL. APOLL. RHOD. II 1122 τούτους [Söhne des Phrixos] δὲ Ἡρόδωρός φησιν ἐκ Χαλκιόπης τῆς Αἰήτου θυγατρός, Ἀκουσίλαος δὲ καὶ Ἡσίοδος ἐν ταῖς Μεγάλαις Ἠοίαις [fr. 152 Rz.²] φασὶν ἐξ Ἰοφώσσης τῆς Αἰήτου. καὶ οὗτος μέν φησιν
αὐτοὺς τέσσαρας· Ἄργον, Φρόντιν, Μέλανα, Κυτίσωρον. Ἐ. δὲ πέμπτον προστίθησι Πρέσβωνα.13.[4 M.]SCHOL. APOLL. RHOD. III 242 Ἐ. δέ φησι Κορίνθιον τῶι γένει τὸν Αἰήτην, μητέρα δὲ αὐτοῦ Ἐφύραν φησί.
14.[8 K., 3 M.]— IV 57 Ἐ. δὲ αὐτὸν [Endymion] παρὰ θεοῖς διατρίβοντα ἐρασθῆναί φησι τῆς Ἥρας· διόπερ Διὸς χαλεπήναντος αἰτήσασθαι διὰ παντὸς καθεύδειν.
15.[6 M.]SCHOL. EURIP. Phoen. 13 Ἐ. Εὐρύκλειαν τὴν Ἔκφαντός φησιν αὐτὸν [Laios] γεγαμηκέναι, ἐξ ἧς εἶναι τὸν Οἰδίποδα.
16.[7 M., 6 K.]— Rhes. 36 Ἐ. δὲ Καλλιστοῦς καὶ Διὸς παῖδας γεγενῆσθαι Πᾶνα καὶ Ἀρκάδα διδύμους. SCHOL. THEOCR. AMBR. I 3 Ἐ. δὲ ἐν τοῖς ποιήμασιν αὐτοῦ Διὸς καὶ Καλλιστοῦς Πᾶνα καὶ Ἀρκάδα διδύμους.
17.[2 M.]SCHOL. PIND. Ol. I 127 Namen der 13 von Oinomaos erschlagenen Freier: τούτωι τῶι ἀριθμῶι τῶν ἀπολομένων μνηστήρων καὶ Ἡσίοδος [fr. 147 Bz.] καὶ Ἐ. συμμαρτυρεῖ.
18.[1 M.]— — VII 24 Ἡρόφιλος δὲ Ποσειδῶνος καὶ Ἀφροδίτης τὴν Ῥόδον εἶναί φησιν, Ἐ. δὲ αὐτὴν Ὠκεανοῦ γενεαλογεῖ, ἀφ’ ἧς τὴν πόλιν ὠνομάσθαι.
19.[2 K.]SCHOL. SOPHOC. Oed. Col. 42 Ἐ. Κρόνου φησὶ τὰς Εὐμενίδας
ἐκ τοῦ καλλίκομος γένετο χρυσῆ Ἀφροδίτη Μοῖραί τ’ ἀθάνατοι καὶ Ἐρινύες αἰολόδωροι.
20.DIODOR. v 80 ἐπεὶ δὲ τῶν τὰ Κρητικὰ γεγραφότων οἱ πλεῖστοι διαφωνοῦσι πρὸς ἀλλήλους, οὐ χρὴ θαυμάζειν ἐὰν μὴ πᾶσιν ὁμολογούμενα λέγωμεν· τοῖς γὰρ τὰ πιθανώτερα λέγουσι καὶ μάλιστα πιστευομένοις ἐπηκολουθήσαμεν, ἃ μὲν Ἐπιμενίδηι τῶι θεολόγωι προσσχόντες, ἃ δὲ Δωσιάδηι καὶ Σωσικράτει καὶ Λαοσθενίδαι. Vgl. XII 66-77.