Fragmenta

Epimenides

Epimenides. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

21.ARAT. 163. 164 Αἴξ ἱερή, τὴν μέν τε λόγος Διὶ μαζὸν ἐπισχεῖν· Ὠλενίην δέ μιν Αἶγα Διὸς καλέουσ’ ὑποφῆται.

22.— 30 εἰ ἐτεὸν δή, Κρήτηθεν κεῖναί γε [Kynosura, Helike] Διὸς μεγάλου ἰότητι οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα δίκτωι ἐν εὐώδει ὄρεος σχεδὸν Ἰδαίοιο ἄντρωι ἐγκατέθεντο καὶ ἔτρεφον, εἰς ἐνιαυτὸν Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύδοντο.

23.SCHOL. ARAT. 46 [349, 23 M.] φέρεται δὲ περὶ τοῦ Δράκοντος Κρητικὸς μῦθος, ὡς ἄρα ἐπιόντος ποτὲ τοῦ Κρόνου ὁ Ζεὺς εὐλαβηθεὶς ἑαυτὸν μὲν εἰς δράκοντα μετεμόρφωσε, τὰς δὲ τροφοὺς εἰς ἄρκτους καὶ ἀπατήσας τὸν πατέρα μετὰ τὸ προλαβεῖν τὴν βασιλείαν τὸ συμβὰν ἑαυτῶι τε καὶ ταῖς τροφοῖς τῶι ἀρκτικῶι ἐνεστήριξε κύκλωι.

24.[ERATOSTH.] catast. 27 Αἰγοκέρως. οὗτός ἐστι τῶι εἴδει ὅμοιος τῶι Αἰγίπανι· ἐξ ἐκείνου γὰρ γέγονεν· ἔχει δὲ θηρίου τὰ κάτω μέρη καὶ κέρατα ἐπὶ τῆι κεφαλῆι· ἐτιμήθη δὲ διὰ τὸ σύντροφος εἶναι τῶι Διί, καθάπερ Ἐ. ὁ τὰ Κρητικὰ ἱστορῶν φησιν, ὅτι ἐν τῆι Ἴδηι συνῆν αὐτῶι, ὅτε ἐπὶ τοὺς Τιτᾶνας ἐστράτευσεν· οὗτος δὲ δοκεῖ εὑρεῖν τὸν κόχλον, ἐν ὧι τοὺς συμμάχους καθώπλισε διὰ τὸ τοῦ ἤχου Πανικὸν καλούμενον, ὃ οἱ Τιτᾶνες ἔφυγον. παραλαβὼν δὲ τὴν ἀρχὴν [Zeus] ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκε καὶ τὴν Αἶγα τὴν μητέρα. διὰ δὲ 〈τὸ〉 τὸν κόχλον 〈εὑρεῖν〉 ἐν τῆι θαλάσσηι παράσημον ἔχει ἰχθύος 〈οὐραν). Vgl. 67 B 8. DIOD. XII 70.

25. — 5 (Marc.) p. 5, 21 Olivieri (περὶ τοῦ Στεφάνου) οὗτος λέγεται ὁ τῆς Ἀριάδνης . . . ὅ τε τὰ Κρητικὰ γεγραφὼς λέγει, 〈ὅτι〉

ὅτε ἦλθε Διόνυσος πρὸς Μίνω φθεῖραι βουλόμενος αὐτήν, δῶρον αὐτῆι τοῦτον δέδωκεν, ὧι ἠπατήθη ἡ Ἀριάδνη. Ἡφαίστου δὲ ἔργον εἶναί φασιν ἐκ χρυσοῦ πυρώδους καὶ λίθων Ἰνδικῶν . . . ἐν δὲ τοῖς ἄστροις ὕστερον αὐτὸν τεθηκέναι. Vgl. DIODOR. VI 4 [Tert. d. cor. 7] SPÄTGEFÄLSCHTES.

26.LAUR. LYD. de mens. IV 17 οἱ δὲ περὶ Ἐπιμενίδην ἄρρενα καὶ θήλειαν ἐμύθευσαν τοὺς Διοσκόρους, τὸν μὲν αἰῶνα ὥσπερ μονάδα, τὴν δὲ φύσιν ὡς δυάδα καλέσαντες· ἐκ γὰρ μονάδος καὶ δυάδος ὁ πᾶς ζωογονικὸς καὶ ψυχογονικὸς ἐξεβλάστησεν ἀριθμός. Vgl. 71 B 14 II 205, 11.