Fragmenta alia antiqua
Dorotheus of Sidon
Dorotheus of Sidon. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
Ὑδροχόος.
Ἑπτὰ δὲ τὰς προτέρας Ἑρμῆς λάχεν· εἶτα μετʼ αὐτὸν ἓξ μοίρας Κύπρις· Φαέθων μετέπειτα λάχʼ ἑπτά, πέντε δὲ θοῦρος Ἄρης, πυμάτας δὲ Κρόνος λάχε πέντε.
Ἰχθύες.
Δώδεκα δὲ προτέρας μοίρας λάχε Κύπρις ἁπάσας,
Δωροθέου περὶ τριγώνων.
Κριὸς χαιτήεις τε Λέων τόξοιό τε Ῥυτὴρ ἤματος Ἠελίοιο, Διὸς δέ τε νυκτὸς ἔασιν ἀλλάγδην· αἰνὸς δὲ Κρόνος τριτάτην λάχεν αἶσαν Ταύρου· Παρθενικῆς δὲ καὶ Αἰγόκερω κρατέουσιν ἤματος Ἀφρογενής, νυκτὸς δέ τε δῖα Σελήνη, καὶ τρίτατος μετὰ τοῖσι θεὸς πολέμοισιν ἀνάσσων· ἐν δέ νυ Παρθενικῇ Μαίης προσλάμβανε κοῦρον. ἐν Διδύμοις Ζυγῷ τε καὶ Ὑδροχόῳ κρυόεντι ἠμάτιος Φαίνων, ἀτὰρ ἔννυχος Ἀργειφόντης· τούτων δʼ ὑστατίην Κρονίδης μοιρήσατο τάξιν. Καρκίνον αὖτε λάχεν καὶ Σκορπίον ἠδέ τε λοίσθους Ἰχθύας ἠματίη Κύπρις. Πυρόεις δέ τε νυκτός, καὶ μετὰ τοὺς ἑλικῶπις ἔχει βασίλισσα Σελήνη.
Τοῦ αὐτοῦ ἐν οἷς χαίρουσι τόποις οἱ ἀστέρες.
Αἱρετοὶ ἐκ τούτων μᾶλλον Κρόνος εἰν Ὑδροχῆι, Ζεὺς δʼ ἐνὶ Τοξευτῇ, καὶ Σκορπίῳ ἥδεται Ἄρης· Κύπρις δʼ ἐν Ταύρῳ γάνυται νόον, ἐν δέ νυ Κούρῃ Ἑρμείας· εἷς δʼ ἔστι δόμος φωστῆρος ἑκάστου.
Τοῦ αὐτοῦ περὶ ὑψωμάτων.
Ἡέλιος Κριοῖο κατʼ ἐννέα καὶ δέκα μοίρας ὑψοῦται, Μὴνη δὲ περὶ τριτάτην Ταύροιο, εἰκοστῇ δὲ μιῇ Ζυγοῦ Κρόνος· Αἰγίοχος δὲ Καρκίνου ἐν δεκαπέντε, καθʼ ἑβδομάδας δὲ τετάρτας Ἄρης Αἰγόκερω, περὶ δʼ ἐννέα τρισσάκι Κύπρις Ἰχθύσι, Παρθενικῆς δὲ τρίτην κατὰ πεντάδα Ἑρμῆς· αἱ δὲ ταπεινώσεις ὑψώμασιν ἐν διαμέτρῳ.