Fragmenta alia antiqua
Dorotheus of Sidon
Dorotheus of Sidon. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
Παρθένος.
Ἑπτὰ δὲ τὰς προτέρας ἔλαχε Στίλβων πάλι ταύτης, καὶ δέκα Κύπρις ἔχει μοίρας, Φαέθων δὲ μετʼ αὐτὴν τέσσαρας, ἑπτὰ δʼ Ἄρης· πυμάτας δύο δʼ ἔλλαχε
Ζυγός.
Ἕξ δʼ ὁρίων μοίρας ἔλαχεν Φαίνων ἐνὶ τούτῳ, ὀκτὼ δὲ στίλβων ἀστὴρ μέγας Ἑρμάωνος, ἑπτὰ δὲ Ζεὺς φαέθων, Παφίη δʼ ἴσας λάχεν ἑπτά· τὰς δʼ ὑπολειπομένας δισσὰς λάχεν Ἄρεος ἀστήρ.
Σκορπίος.
Ἑπτὰ δέ τοι μοίρας ὁρίων Πυρόεις λάχε τούτου, τέσσαρας αὖ Παφίη, ὀκτὼ Στίλβων, μετέπειτα πέντε Ζεὺς φαέθων, πυμάτας δʼ ἓξ ἔλλαχε Φαίνων.
Τοξότης.
Δώδεκα δὲ προτέρας Φαέθων μοίρας λάχε τούτου, πέντε δέ τοι Παφίη· τρίτατος στίλβων μετὰ τούσδε τέσσαρας Ἑρμείας ἔλαχεν, Φαίνων δέ τε πέντε· τὰς δʼ ὑπολειπομένας Ἄρης λάχε δὶς δύο μοίρας.
Αἰγόκερως.
Ἑπτὰ δὲ τὰς πρώτας ἔλαχε Στίλβων πάλι μοίρας, ἑπτὰ δέ τοι Φαέθων, δὶς τέσσαρας ἡ Κυθέρεια, Φαίνων δὶς δύʼ ἔχει, πυμάτας δʼ Ἄρης ἴσα τούτῳ.