Fragmenta alia antiqua
Dorotheus of Sidon
Dorotheus of Sidon. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
Ἡφαιστίωνος τοῦ Θηβαίου ἐκ τοῦ πρώτο περὶ τῶν καταρχῶν: ἐκ τῶν Δωροθέου.
Κριός.
Ἀρχαίη Βαβυλὼν Τυρίου Βήλοιο πόλισμα, ὕστατα δʼ Ἀρραβίης, γείτων χθονὸς Αἰγύπτοιο.
Ταῦρος.
Θηρὶ δʼ ὑπέστρωται κλίμα Μηδικὸν Ἀρραβίη τε, ἠδὲ καὶ εὐβώλοιο καλὸν πέδον Αἰγύπτοιο.
Δίδυμοι.
Ἔστι δὲ φωνῆεν κλίμα Καππαδοκῶν ὑπὸ τῷδε, ἠδέ τε Περαιβῶν καὶ Φοινίκων θεοτεύκτων.
Καρκίνος.
Τῷ δʼ ὕπο Θρηίκων τε καὶ Αἰθιόπων κλίμα κεῖται.
Λέων.
Τῷ δʼ ὑπόκει θ᾿ Ἑλλὰς Φρυγίη δʼἅμα καὶ στόμα Πόντου.
Παρθένος.
δʼ ὕπο πᾶσα Ῥόδος καὶ Κυκλάδες ἄμμιγα νῆσοι, καὶ δρυὸς ὠγυγίης ἄκῤ Ἀρκάδες ἄνδρες ἔδοντες, καὶ βαθυδινήταο μέγας ῥόος Ὠκεανοῖο, καὶ κλίμʼ Ἀχαιικὸν ἔσκε Λακωνίδος ἠδὲ Λακώνων.
Ζυγός.
--- κλίμα Κυρήνης ὑπὸ χηλαῖς, Ἰταλίη χώρη τε πέλει πλάστιγγας ὑπʼ αὐτάς.
Σκορπίος.
--- ὑπὸ δʼ αὐτῷ ἔπλετο πᾶσα Καρχηδὼν Τυρίης Διδοῦς ὕπο δωμηθεῖσα, Ἄμμωνος Λιβύη, σύν τʼ οἴδματι Σικελίη χθών.
Τοξότης.
Ἔστρωται δʼ ὑπὸ τῷδε βαθυπλούτων κλίμα Γάλεων, καὶ Κρήτη Κρονίδαο Διὸς τροφός, ᾗχί τε μύστης ἁρπαγίμης ὑμέναιος ἔφυ κρατερῆς Εὐρώπῃς· τῷ δʼ ὕπο Κιμμερίη τέταται χθὼν ἡ πανέρημος. Ἐκ τῶν τοῦ αὐτοῦ Δωροθέου περὶ ὁρίων.
Κριός.
Ἓ δʼ ὁρίων ἐπέχει μοίρας Φαέθων ἐνὶ τούτῳ τὰς πρώτας, μετέπειτα δʼ ἴσας λάχεν ἡ Κυθέρεια, ὀκτὼ δὲ Στίλβων τρίτατος, Πυρόεις δέ τε πέντε· τὰς δʼ ὑπολειπομένας ἔλαχεν Φαίνων ἴσα Θούρῳ.
Ταῦρος.
Ὀκτὼ δʼ ἔλλαχε τὰς πρώτας μοίρας Κυθέρεια ἐν τούτῳ· Στίλβων δὲ μετʼ αὐτὴν ἔλλαχε μοίρας δὶς τρεῖς, καὶ Φαέθων ἔλαχʼ ὀπτώ, πέντε δὲ Φαίνων· τὰς δʼ ὑπολειπομένας ἔλαχεν Πυρόεις μετὰ τούσδε.
Δίδυμοι.
Στίλβων ἐν τούτῳ προτέρας ἓξ ἔλλαχε μοίρας, τὰς δʼ ἴσας Φαέθων, τριτάτη Παφίη λάχε πέντε, ἑπτὰ δὲ θοῦρος Ἄρης, ἓξ δʼ αὖ Φαίνων μετέπειτα.
Καρκίνος.
Ἑπτὰ δὲ τὰς προτέρας ὁρίων μοίρας λάχε Θοῦρος ἐν τούτῳ, μετέπειτα καὶ ἓξ λάχεν ἡ Κυθέρεια, τὰς δʼ ἴσας Ἑρμῆς, φαέθων Ζεὺς ἑπτὰ μετʼ αὐτόν, δὶς δὲ δύω πυμάτας ἔλαχε Κρόνος ἀγκυλομήτης.
Δέων.
Ἓξ δʼ ἐπέχει Φαέθων προτέρας μοίρας ἐνὶ τούτῳ,
Παρθένος.
Ἑπτὰ δὲ τὰς προτέρας ἔλαχε Στίλβων πάλι ταύτης, καὶ δέκα Κύπρις ἔχει μοίρας, Φαέθων δὲ μετʼ αὐτὴν τέσσαρας, ἑπτὰ δʼ Ἄρης· πυμάτας δύο δʼ ἔλλαχε
Ζυγός.
Ἕξ δʼ ὁρίων μοίρας ἔλαχεν Φαίνων ἐνὶ τούτῳ, ὀκτὼ δὲ στίλβων ἀστὴρ μέγας Ἑρμάωνος, ἑπτὰ δὲ Ζεὺς φαέθων, Παφίη δʼ ἴσας λάχεν ἑπτά· τὰς δʼ ὑπολειπομένας δισσὰς λάχεν Ἄρεος ἀστήρ.
Σκορπίος.
Ἑπτὰ δέ τοι μοίρας ὁρίων Πυρόεις λάχε τούτου, τέσσαρας αὖ Παφίη, ὀκτὼ Στίλβων, μετέπειτα πέντε Ζεὺς φαέθων, πυμάτας δʼ ἓξ ἔλλαχε Φαίνων.
Τοξότης.
Δώδεκα δὲ προτέρας Φαέθων μοίρας λάχε τούτου, πέντε δέ τοι Παφίη· τρίτατος στίλβων μετὰ τούσδε τέσσαρας Ἑρμείας ἔλαχεν, Φαίνων δέ τε πέντε· τὰς δʼ ὑπολειπομένας Ἄρης λάχε δὶς δύο μοίρας.
Αἰγόκερως.
Ἑπτὰ δὲ τὰς πρώτας ἔλαχε Στίλβων πάλι μοίρας, ἑπτὰ δέ τοι Φαέθων, δὶς τέσσαρας ἡ Κυθέρεια, Φαίνων δὶς δύʼ ἔχει, πυμάτας δʼ Ἄρης ἴσα τούτῳ.