Epistulae

Diogenes Sinopensis Epistulae

Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Διογένης ὁ κύων τοῖς καλουμένοις Ἕλλησιν οἰμῴζειν.

Ὑπάρχει δὲ τοῦθ’ ὑμῖν, κἄν ἐγὼ μὴ λέγω· ὸντες γὰρ ταῖς μὲν ὄψεσιν ἄνθρωποι, ταῖς δὲ ψυχαῖς πίθηκοι, προσποιεῖσθε μὲν πάντα, γινώσκετε δὲ οὐδέν· τοιγάρτοι τιμωρεῖται ὑμᾶς ἡ φύσις· νόμους γὰρ ὑμῖν αὐτοῖς μηχανησάμενοι μέγιστον καὶ πλεῖστον τῦφον ἐξ αὐτῶν διεκληρώσασθε, μάρτυρας τῆς ἐμπεφυσιωμένης κακίας λαβόντες. καὶ οὐδέποτε ἐν εἰρήνῃ, ἀλλ’ ἐν πολέμῳ τὸν ὅλον βίον καταγηρᾶτε, κακοὶ κακῶν ἐπιτήδειοι ὄντες, καὶ ἀλλήλοις φθονοῦντες, ἐὰν μικρῷ μαλακώτερον ἱμάτιον ἄλλον ἴδητε ἔχοντα ἢ κερμάτιον μικρῷ πλέον ἢ ἐν λόγῳ δριμύτερον ἢ μᾶλλον πεπαιδευμένον.