Epistulae

Diogenes Sinopensis Epistulae

Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Λακεδαιμόνιοι καθ’ ἡμῶν ἐψηφίσαντο ὡς μὴ τῆς Σπάρτης ἐπιβαίνοιμεν. ἀλλὰ σύ γε μηδὲν εὐλαβηθῇς· ὀνόματι γὰρ ἀποκέχρησαι κυνισμοῦ. ἀξιελέητοί γε μὴν οἱ μὴ νοοῦντες, ἃ δοκοῦσιν ἀσκεῖν, ὑπ’ ἐμοῦ μόνου κατορθοῦσθαι. βίου τε γὰρ λιτότητα οὐκ οἶδ’ εἴ τις ἐμοῦ μᾶλλον ἤσκησεν· ὑπομονήν τε τῶν δεινῶν τίς ἂν καυχήσαιτο Διογένους παρόντος; ἀκόλουθα γοῦν καὶ ταῦτα τούτοις· ἀτείχιστον δοκοῦντες δι’ ἀνδρείαν οἰκεῖν τὴν Σπάρτην ἀφύλακτον τὴν ψυχὴν τοῖς πάθεσι ἐκδεδώκασι, μηδένα κατ' αὐτῶν βοηθὸν ἐπιστήσαντες. φοβεροὶ οὖν τοῖς ὁμόροις φανέντες ὑπὸ τῶν ἐν αὐτοῖς νοσημάτων πολεμοῦνται. ἐξελαυνέτωσαν οὖν ἀρετήν, ὑφʼ ἧς μόνης δύναιντ’ ἂν ἐρρῶσθαι καὶ τῶν νοσημάτων ἀπηλλάχθαι.