Testimonia et Fragmenta

Diogenes Babylonius

Diogenes Babylonius. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903.

Philodemus de rhetorica Vol. I p. 329 Sudh. (δύ)νασ(θ)αι πιθανῶς ἐπαινεῖν, ἣν ἂν βουλώμεθα δίαιταν, κα(ὶ) πάλιν τὴν αὐτ(ὴ)ν ταύτην, ἂν ἡ(μῖ)ν δοκῇ ψέγειν· ὥστε πείθ(ει)ν τὸν λό(γ)ον, ὅτι εἰσὶν ὑγιειναὶ αἱ ὑφ’ ἡμῶν λεγόμεναι ἢ ἐκείνων μᾶλλον, τὸν ὑγιαίνειν βουλόμενον. ἡ δὲ τοιαύτη ἐργολαβεῖν μὲν τὰ ἰατ(ρι)κὰ ζητοῦντι, (φη)σίν, (οὐ)κ ἂν ἄ(χ)ρηστος (εἴη), πρὸς (δὲ) .τὸ ὑγιαίνειν (οὐθὲ)ν (ἂν συμ)βάλλ(οι)το.

Philodemus de rhetorica Vol. I p. 329 Sudh. (εἰ δὲ τῷ ῥήτορι ἥκισ)τα τῶν κατὰ (δό)ξαν ἀληθῆ φαίνετ’ εἶναι προσῆκον, ἀντι(θ)εῖναι τὰ κατὰ ματα(ί)αν δό(ξ)αν ὑπόκωφον ἦν ου. η|τά τε μὴ τὴν ἀναφ(ο)ρὰν ἐπὶ (τ)ὰς ἐν(α)ρ(γεί)ας λαμβάνοντα καὶ (τὸ μη)δὲ τούτων τελέως ἐ(λ)λ(είπ)ειν τοὺς ῥήτορας. ἀλλὰ μὴν ἐν τῷ κατασκευάζειν τὸ προκε(ί)μενον πρὸς οὐθὲν ἔο(ικ)εν ἀπὸ τῆς μουσικῆς ἐπάγειν. οὐ γὰρ ἦν φαυ(λ)ότερα τὰ κατ’ αὐτ(ὴ)ν̣ (τ)ῶν ὑπὲρ ὧν ἐποίει τ(οὺς λογι)σμο(ύ)ς, ἀλλὰ ταῦτα (μὲ)ν εὐπαρακολ(ο)ύθη(τα πᾶ)σιν ὄντα etc.

Philodemus de rhetorica Vol. I p. 332 Sudh. ἑαυτοὺς καὶ ἐ .. | ..... μ εὐμαθ(ε)ῖς (ο)ὐ πεί(θουσιν), ἀλλὰ πᾶσα ἡ μελέ(τη ἐσ)τ(ὶ)ν αὐτῶν πρὸς τοὺς (ὄχλους) καὶ τὰ δικαστήρια· (ὅθε)ν δὲ πρὸς ἑαυτόν τι ἐρ(εῖ, ο)ὐθεὶς ἐπιμέλεται οὐδὲ πρὸς συνήθη, πρὸς υἱόν, πρὸς γυναῖκα· κἂν μὲν δίκη γένηται πέντε μνῶν, μ(ε)λετῶσιν καὶ ἐντεί(νο)ν(ται), ὅπως πείσουσιν· (τὸν) δ(έ) που διὰ κενοδοξί(α)ν εἰς μοχθηρὰς ἐπιθ(υμί)ας (τ)άλαντον μέ(λλ)οντ(α) ἀναλίσκειν καὶ (μετὰ τ)ούτου ἑαυτὸν προσα(π)οβάλλειν, (ἢ τ)ῆς (γ)υναι(κὸς ἢ τοῦ υἱ)οῦ etc.

Philodemus de rhetorica Vol. I p. 333 Sudh. ὡς ὁ (πείθων ἀναμέ|ν)ειν ἐν (Μ)αραθῶν(ι Λακεδαι)μονίους· τί οὖν ἐπι(χ)ειρεῖς; ἐρωτήσαντος, ἔφη ὅτι τὰ στενὰ καὶ τὰς παρόδους καταλή(ψ)ονται (καὶ) τὰ ὀχυρώματα ἐκπολ(ιορ)κήσουσιν. Ἐλήλυθας οὖν εἰπόντος εἰς Μαραθῶνα; Οὔκ ἔφη. Ἀλλ’ ἀ(κ)ήκοα(ς) ἐπιμελῶς περὶ τού(του) τ(οῦ) τ(ό)που; τοῦ δ’ ἀνανε(ύσ)α(ν)τ(ος) Τί οὖν, εἶπεν, ἐπιχε(ιρ)εῖς οὐ(δ’) εἰδώς, εἰ εἰσίν; (τ)οιοῦτοί εἰσιν οἱ σύμβου(λοι) οἱ

δοκοῦν(τες) εἶνα(ι) δεινοὶ ἐν ταῖς (πόλ)εσιν καὶ λέγουσιν (ὁμοί)ως τούτῳ etc.

Philodemus de rhetorica Vol. I p. 333 Sudh. ἅμα μὲν γὰρ ἐ(π)αγγέ(λ)λονται πολιτικοὺς π(οιή)σειν καὶ χρησίμους (τ)ῆι πόλει καὶ τοῖς φίλοις, (ἅ)μα δ’ ἀπολογοῦνται περὶ τῆς τέχνης, ὡς οὐκ οὔσης φαύλης, ἀλλὰ τῶν (χρ)ωμένων αὐτ(ῆ)ι φαύλως· ὥσπερ δυνατὸν τοὺς γενομένους οἵους δεῖ (καὶ) τῇ πόλει χρησίμους καὶ τοῖς φίλοις, ἐν ταύτηι τῆι δυνάμει ἀγνω(μό)νως (φέρ)εσθ(αι etc.

p. 334. (εἰ)κῇ δ(έ τι)ς τῶν π(ονη)ρῶν ἐνίο(τ’ ἐν π)όλε(σιν) τῇ τέχνῃ χρῆ(τ)αι. γενομένους μὲν γὰρ οἵο(υς) δεῖ καὶ τῆι πόλει (χρ)ησίμου(ς) καὶ τοῖς φίλοις, (οὐ)κ ἐνδ(ε)χόμεν(ο)ν ἀγν(ω)μόνως χρῆσθαι τούτ(οις), οὓς ἐπηνόρθωσαν, οὐδ’ ἀγνώμονας κα(ὶ π)ονηροὺς κα(ὶ δω)ροδόκο(υ)ς τιν(ὰς) ὄντ(α)ς καὶ πό(λ)ει κ(αὶ φίλοις ε)ἶναι χρησίμ(ους).

Philodemus de rhetorica Vol. I p. 337 Sudh. καὶ δικολόγο(ν. πρῶ)τον μὲ(ν το)ίνυν προσ(ε)κτέον (ἦ)ν, μήποτ’ ο(ὐ)κ (ἀ)φαιρῆι (τῶν) νεωτέρων τὸν πόθ(ο)ν τῆς ῥητορικῆς ἀλλ’ ἐ(π)ιτείνηι διὰ τῶν (κατηγοριῶν. κἂν γὰρ ἐμφ(α)νῶ(ς) ἄλλο τι λέγω(σι)ν, θαυμά(ζου)σ̣ι̣ τὴν οὕτω γε π(ρακτ)ικὴν δύ(ναμ)ιν οἷον (τὴν) μεμυθευμένην (περὶ τ)ὸν Αὐτό(λ)υκ(ον καὶ τοὺ)ς ὁμοίους.