Testimonia et Fragmenta
Diogenes Babylonius
Diogenes Babylonius. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903.
Philodemus de musica p. 11 Kemke. συ(νωμολογ)ηκέναι δ’ αὐτῷ, τὰ μὲ(ν αὐτο)φυοῦς αἰσθήσεως δε(ῖσ)θαι, τὰ δ’ ἐπιστημονικῆς, τὰ (θ)ερμὰ μὲν καὶ τὰ (ψ)υχρὰ τ(ῆς αὐ)τοφυοῦς, τὸ δ’ ἡρμοσμέν(ον) καὶ ἀνάρμοστον τῆς ἐπ(ιστη)μονικῆς· (ἑ)τέραν δὲ τῇ (τοι)αύτῃ συ(νε)ζευγμένη(ν
κα)ὶ παρακολουθοῦσαν ὡς (ἐπὶ τ)ὸ πολύ, δι’ ἧς δεχόμεθα (τὴν π)αρεπομένην [ἡδον(ὴν] ἑκ)άστῳ τῶν αἰσθητῶν (ἡδον)ήν τε (καὶ λύ)πην, οὖσαν (οὐ πᾶσι) τὴν αὐτήν. οὗ γὰρ ἂν (ἀνα)μειχθῶσιν δύο αἰσθήσεις, (περὶ) μὲν τὸ ὑπο(κ)εί(μ)ενον συμ(φ)ωνεῖ(ν), οἷον ὅτι . . ηγον ἢ α(ὐστ)ηρόν, περὶ δὲ τὴν (π)αρεπ(ομέν)ην ἡδονήν (τ)ε καὶ λ(ύπην) διαφωνεῖν (ἐν)α(ργῶς).Contra haec disputatPhilodemus lib. IV p. 62 sq. Kemke: κᾆτα ποῖ(ον) τὸ ὑ(πὸ ἄλ)λ(η)ς δυνάμεως περὶ τὴν αἴσθησιν καταλαμβάνεσθ(α)ι τὰς ποιότητας ὧν ἀντιλαμβάνονται, καὶ τὰς ἡδ(ονὰ)ς καὶ ὀχλήσεις τὰς (ἀ)π’ αὐτῶν, τῆς μὲν αὐτοφυοῦς, τῆς δ’ ἐπιστημονι(κῆ)ς· ὑπ(ὸ γ)ὰρ αὐτοφυοῦς καὶ (ἀλ)όγου κρείνετα(ι δυνάμεως ἡ ποι)ότης αὐτὴ κ(αθ’ αὑτήν· ὑπὸ δ’ ἐπ)ιστημονι(κῆς τὸ πρὸς ἡμᾶς ἀπ’ ἐκεί)νου μᾶλλον; ο(ὐ μαχόμενον τ)οῖς ἐναργέσιν (καὶ διεψευσμέν)ον προ(χ)ειρότα(τα; κα)τὰ λόγον δ(ὲ) καὶ τὸ (ἐπὶ τούτῳ ὅμοι)ον, ὅ φησιν ἐναρ(γ)ὲς εἶνα(ι, εἴλη)πται· ⟨αἱ⟩ παραπ(λή)σιοι γὰ(ρ) αἰσθ(ήσεις) κατὰ τ(ὴ)ν διάθε(σ)ιν οὐ(χ) ὅτι μὲν (αὐσ)τηρὸν τὸ ὑ(ποκε)ίμενον ὁμολογοῦσ(ιν, εἰ δ’) ὀχληρῶς ἢ ἐπιτερπῶς (ἔχ)ει διαφωνοῦσιν, ἀλλὰ τὴν αὐτὴν ποιοῦνται κρίσιν. καὶ ἐπὶ μέν γε τούτω(ν) παρά τινας προδιαθέσεις ἐνδέχεται παραλλαττούσας συμβαίνειν ἐπαισθήσεις, ἐπὶ δὲ τῶν ἀκοῶν οὐδ’ ἔστιν ὅλως διαφορά τις, ἀλλὰ πᾶσαι τὰς ὁμοίας τῶν ὁμ(οί)ων μελῶν ἀντι(λήψ)εις ποιοῦνται καὶ τὰς ἡδονὰς παραπλησίους ἀπολαμβάνουσιν, ὥστε καὶ τῆς ἐνα(ρ)μονίου καὶ τῆς χρωματικῆς διαφέρονται (ο)ὐ κατὰ τὴν ἄλογον ἐπα(ίσ)θησιν ἀλλὰ κατὰ τὰς δό(ξας), οἱ μέν, ὥσπερ οἱ τούτῳ (π)αραπλήσ(ιοι), τὴν μ(ὲν) φά(σκο)ντες εἶναι σεμνὴν κα(ὶ γεν)ναίαν καὶ (ἁπ)λῆν καὶ (καθ)αράν, τὴν (δ’ ἄ)νανδρον (καὶ φο)ρτικὴν κα(ὶ) ἀνελεύθερον. οἱ δὲ - οἱ δὲ -· τὰ δ’ ἀνά(λ)ο(γ)α καὶ ἐπὶ τῶν ῥυθμῶν (κ)α(ὶ) μελοποϊῶν· καὶ (π)ρό(δηλόν) ἐστιν ὡς ἡ μουσική, κἂν (ἡ) πολυε(ι)δεστάτη κα(θ’ ἅπαν διαφορὰ ἁλ)ῶι προσοῦσα (αὐ)τῆι, τῶν (ἠ)θῶν ἐ(μ)φ(ά)σεις οὐδέποτε (πο)ιήσε(ι οὐδ’ ἄλλων | ἄλλως κατὰ τὴν διάθεσιν τὰς | ἀκοὰς κινήσει) ἅτε ἀπαρα(λ)λάκτου(ς κ)αθεστώσας. καὶ διὰ τοῦ(το) ζητῶν μουσικὸς τὴν τοιαύτην σύνεσιν, ᾗ δυνήσεται διαγινώσκειν, αἱ ποῖαι τῶν αἰσθήσεων πῶς διατεθήσονται, τῶν ἀνυπάρκτων ἐπιστήμην ζητεῖ καὶ τ(ὰ) πρὸς τοῦτο κενῶς παραδίδωσιν.
Philodemus de musica p. 12 Kemke. (δύνασθαι γὰρ τὴν μουσικὴν ἀκείνητον ψυχὴν καὶ ἡσυχάζουσαν ἐγείρειν καὶ ἄγ)ειν εἰς τοιαύτην διάθ(εσιν οἵ)αν αὐτῇ κινηθῆναι (κατὰ φύ)σιν ἐστὶν ὑπὸ τῆς
προ(σηκού)σης μελωδίας· ἐπεὶ ο(ὐ πάν)τες ὁμοίως κινηθήσ(ονται) πρὸς τῆς αὐτῆς· ἢ τοὐ(ναντί)ον ἐξ ἀττούσης τε καὶ (φερο)μένης πρὸς (ὅ, τ)ι δὴ (πρα)ΰνειν τε καὶ εἰς ἠρεμ(ίαν) κα)θ(ισ)τάνειν ἢ μετακε(ινεῖν) καὶ ἀποστρέφειν πρὸ(ς ἄλ)λην ὁρμὴν ἀπ’ ἄλλη(ς ἢ τὴν) ὑπάρχουσαν ἄγειν δ(ιάθεσιν) εἰς αὔξησιν ἢ ἐλάττ(ωσιν).idem lib. IV p. 65 Kemke. ἐπειδήπερ οὐδὲν μέλος καθὸ μέλος, ἄλογον ὑπάρχον, ψυχὴν οὔτ’ ἐξ ἀκεινήτου καὶ ἡσυχαζούσ(ης) ἐ(γ)είρει καὶ ἄγει πρὸς τὴν κατ(ὰ φ)ύσιν ἐν ἤ(θ)ει διάθεσιν, οὔτ’ ἐξ ἀ(τ)τούσης καὶ φερομένης π(ρὸς ὅτ)ι δήποτε πρα(ΰ)νει καὶ εἰς ἠρεμίαν καθίστησιν, οὐδ’ ἀπ’ ἄλλης ὁρμῆς ἐπ’ ἄλλην ἀποστρέφ(ειν) οἷόν (τ’ ἐστὶ)ν οὐδὲ τὴν ὑπάρχου(σα)ν διάθεσιν εἰς αὔξησιν ἄγειν καὶ ἐλάττωσιν.
Philodemus de musica p. 12 Kemke. καθόλου μὲν . . . . . . . . . . πᾶσαν μουσικὴ . . . . . . . . ( post duos versus) δε εἰ μιμητι(κὸν . . . etc.
idem lib. IV p. 65. οὐδὲ γὰρ μιμητικὸν ἡ μουσική, καθάπερ τινὲς ὀνειρ(ώττ)ουσιν, οὐδ’, (ὡς ο)ὗτος, ὁμ(οι)ό(τ)η(τα)ς ἠθῶν οὐ μιμητικὰς μὲ(ν ἔχ)ει, πάντως δὲ πάσα(ς τῶν ἠ)θῶν ποιότητας ἐπ(ιφα)ίνε(ι) τοιαύτας ἐναρ(γῶς), τ(ὸ) μεγα(λ)οπρεπὲς καὶ ταπεινὸν καὶ ἀνδρῶδες καὶ ἄνανδρον καὶ κ(όσ)μιον καὶ θρασύ, μ(ᾶ)λλον ἤπερ ἡ μαγειρική. (δι)όπερ οὐδὲ καθ’ αὑτὰς ἔ(χουσι) διαφόρως οὐδὲ κατὰ τὴν (ἀ)λλήλαις μεῖξιν· οὐδὲ τὰς ἐναντίας ἀλλήλαις διαθέσεις, ὅσον ἐπὶ τοῖ(ς) πρὸς ἀκοὴν ἐπαισθήμασιν (δι’ ἁρ)μ(ο)ν⟨ι⟩ῶν ἔστιν δημιο(υ)ργ(εῖν). ἃ δὲ λέγει πρὸς | . . . . . . . . . ασθαι κίνησιν || (ἐν) ἄλλῳ τόπῳ κατοψ(όμεθα.
Philodemus de musica p. 12 Kemke. ἐν δὲ τῷ τρίτῳ μακρότερα μὲν εἴρηκε καὶ μάλιστα περ(ὶ τ)ῆς πρὸς τὸ δαιμόνιον μουσικῆς, οὐκ ἀποδεικτικῶς ἀλλ’ ἱστορικῶς καὶ ἐξηγητικῶς, ἀρκέσει δὲ τὴν συγκεφαλαίωσιν ἐπιτεμεῖν. κ)αὶ τ(ὴ)ν ἔννομόν τε καὶ σ(π)ου(δαζομ)ένην μουσικὴν πρῶ(τα) μέν φησιν ἕνεκα τῆς πρὸς τὸ θεῖον συνταχθῆναι τειμῆς, ἔπειτα τῆς τῶν ἐλευθέρων παιδείας· ὅτι δὲ πρὸς τ(ὸ) θε(ῖον), καὶ αὐτὰ σημαίνειν τὰ ὀνόματα, τό τε θεωρεῖν (καὶ τὸ)ν θεατὴν (καὶ τ)ὸ θέατρον.
Idem lib. IV p. 66. περὶ τοίνυν τῆς διὰ τ(ῶν μου)σικῶν (τ)οῦ θείου τει(μῆς εἴρη)ται μὲν αὐταρκῶς καὶ πρότερον - - - διόπερ οὐδ(ὲ) συνάγετα(ι) τὸ τοῖς κατὰ μέρος αὐτὴν χρησιμεύειν, ἀλλ’ εἴπερ ἄρα (τ)ῶ(ι) δημοσίῳ· καὶ τούτῳ δ’ οὔτε πᾶν εἶδος αὐτῆς οὔτε ὅσον ποτὲ παρ(αλαμ)βάνεται διαπεποι(κιλμέν)ο(ν), ἀ(λ)λὰ (ὁ)πό(σον) λιτ(ότερον)· καὶ οὐχ ὑπὸ πάντω(ν ἀλλ’) ὑπὸ τινῶν Ἑλλήν(ων κα)ὶ κατὰ ἐνίους καιροὺς καὶ (τό γε) νῦν διὰ μισθωτῶ(ν ἀνθρ)ώπω(ν. - - -
ἀλλὰ δὴ καὶ πάλαι τῶν γ’ Ὀλυμ(πίων) ἡ πλείστη δ(ό)σις οὐ(χὶ) τῶ(ν) μελῶν κα(ὶ) τ(ῶ)ν κ(ρ)ούσεων (ἦν, οὐδὲ) τοῦ θεωρε(ῖ)ν (καὶ τ)οῦ θ(εατοῦ) κα(ὶ το)ῦ θ(εάτ)ρο(υ)· καί(τοι) ὠνομάσθαι (φ)ήσει(εν) ἄν τις καὶ ἀπὸ τοῦ θεῖν τὸ θεωρεῖν καὶ τὸν θεατὴν (κ)αὶ τὸ θέατρο(ν)· οὐ γὰρ ἐπικοινωνεῖ τὸ θεῖον αὐτοῖς μᾶλλον ἢ τὸ θεῖν· καὶ τὰ θεάματα συνάγεσθαι τῆς τιμῆς ἕνεκα πα(ρειλῆ)φθαι τῶν θεῶν, ἀλλ’ οὐ τὴν μουσικήν, ἀκουστήν γ’ ὑπάρχουσαν· μᾶλλον δ’ ἀπὸ τοῦ ταῖς ὄψεσ(ιν) ὁρᾶν καὶ τῇ διανοίᾳ προσηγορεῦσθαι ταῦτα.Philodemus de musica p. 67 Kemke. ἐπεὶ δὲ ἀποχρώντως καὶ περὶ τοῦ διὰ μουσικῆς παιδεύεσθαι λέλεκται, περὶ τῶν ἐ(γ)κωμίων αὐτὰ ταῦτ’ εἴπωμεν, ὅτι καὶ ὑπὸ τῶν ποιημάτων ἐγίνετο, ἀλλ’ οὐχ ὑπὸ τῶν κατὰ μουσικὴν τὴν νῦν ἐξεταζομένην. - - - εἰς δὲ τοὺς γάμους καὶ μάγειροι καὶ δημιο(υρ)γοὶ παραλαμβάνονται, καὶ τὰ ποιήματ’ ἐστίν, οὐχ ἡ μουσική, τὰ τὴν εἰρημένην ὑπ’ αὐτοῦ παρεχόμενα χρείαν ἐν τοῖς ὑμεναί(οι)ς· καὶ βραχεῖά τις ἀπαρχὴ τοῦ γένους ἐγίνετο καὶ παρὰ τισίν, ἀλλ’ οὐχ ἅπασιν, καὶ τοῖς γαμοῦσιν, οὐ(χ)ὶ καὶ τοῖς ἄλ(λ)οις, εἰ δὴ καὶ γάμος ἁπλῶς ἀγαθὸν ἂν λέγοιτο. - - καὶ μὴν (τό) γε ἐρωτικὸν πάθο(ς οὔθ’) ὅσιον ἀλλ(ὰ - - - εἴ)ρη(τ)αι δὲ καὶ ὑπὸ τούτου ταρα(χ)ῶδες ὑπάρ(χ)ειν· οὔθ’ ἃ γίνε(σ)θαί φησι, διὰ μουσικῆς συν(τ)ελεῖτ’ ἀλλ’ ὑπὸ τῶν ποιημά(τ)ων, οὔτε βοηθεῖται διὰ (μ)ουσικῆς καὶ ποιητικῆς ἔρως (ἀ)λλ’ ὑπὸ τῶν πλείστων κα(ὶ) (τ)οῖς πλείστοις ἐκκάεται. κα(ὶ τ)ὰ γίνεσθαι δ’ ἐν τοῖς ἐρωτι(κ)οῖς ὑπὸ τούτου λεγόμενα παρίστησιν ἑκάτερον, ἐφιστα(μ)ένου δὲ λ(όγ)ο(υ) καὶ παντάπασι. καὶ τοὺς θ(ρή)νους μέντοι ποι(ή)ματ’ εἶναι συμβέ(β)ηκε καὶ τοῖς ὅλοις οὐ(δ)ὲν ἰατρεύειν τῆς λύπης, ἀλλ’ ἐνίοτε καὶ ἐπίσχει(ν), τὰ πολλὰ δὲ ἐπιτείνειν, καὶ δὴ (π)ρὸς τοῦτο τῶν (γ)ραφόν(τ)ων ἁμ(ιλ)λωμένων, εὐ(πάθει)αν δὲ καὶ εὐσχημοσύνην ἐκ (τ)ού(των) μὴ πα(ρ)α(κ)ολουθ(ε)ῖν, ἀ(λλ)ὰ τ(οὐ)ναντίον, εἰς ὑπερ(βολὴ)ν ἐκκαλουμένων, (μο)υσικῆς (ἦθο)ς οὐδ’ ἐπιδεχομένης.
Philodemus de musica p. 14 Kemke. νόμο)υς, τόν τε περὶ τὰς πο(λεμικὰς) ἐνεργείας καὶ τὸν (περὶ τὰς) γυμναστικὰς καὶ ἀ(θλητικ)ὰς τὸ μὲν παλαιὸ(ν ἐπὶ π)λεῖον, νῦν δ’ ἐκ’ ἔλαττο(ν. κοι)νῇ μὲν γὰρ πρὸς τὰς πο(λεμι)κὰς τοῖς ἐν τῇ σάλπι(γγι) καὶ νῦν τὸ πολὺ πλῆθος (τῶν Ἑ)λλήνων χρῆσθαι, τι(νὰς) δὲ καὶ τ(ῶ)ι διὰ τῶν αὐ(λ)ῶν· πρὸς δὲ τὰς ἀθλήσεις (καὶ) τῇ σάλπιγγι σημαί(νειν τ)ὸν πολεμικὸν νόμ(ον, ὅντι)ν’ (ἂν) ἔχωσιν, ἐπὶ τὸ (πολύ· ἐν) τοῖς δὲ πεντάθλοις (ἐς τ)ὴν ἅλσιν καὶ τὸν δί(αυλο)ν αὐλῷ πεποιῆσθαι || (καὶ πρ)ὸς τὴ(ν) χειρονομίαν
(δὲ αὐλεῖσθαι) τὸ ὁμώνυμον (μέλος. Ἀργείο)υς δὲ καὶ πρὸς (τὴν π)άλην (προσ)άγειν τὸν αὐ(λόν).Idem lib. IV p. 69. ἀλ(λ)ὰ μὴν ἱκανὰ (καὶ π)ερὶ τῆ(ς π)ρὸς το(ὺς) πολέ(μους σ)υνερ(γ)ίας π(ρ)ο(γέ)γραπτα(ι· - - τὸ (δ)ὲ τῶν ἀθλημά(τ)ων γέ(ν)ος οὔθ’ ὑπὸ πά(ντ)ων ἐπα(σκεῖ)ται, κοιν(ὴ)ν (δ’) ἡμεῖς (ἐπι)ζητοῦμεν εὐχρηστίαν (κα)ὶ καθ’ ἕκαστον (ex sequentibus nihil de Diogenis sententiis colligi potest).