Testimonia et Fragmenta
Diogenes Babylonius
Diogenes Babylonius. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903.
Epiphanius adv. haeres. III 40 (DG p. 593, 5). Διογένης ὁ Βαβυλώνιος ἔλεγε τὰ σύμπαντα συνίστασθαι ἐξ ἡδονῆς.
Stobaeus ecl. II 75, 11 W. τὸ δὲ τέλος ὁ μὲν Ζήνων οὕτως ἀπέδωκε τὸ ὁμολογουμένως ζῆν - - οἱ δὲ μετὰ τοῦτον προσδιαρθροῦντες οὕτως ἐξέφερον - - Διογένης δὲ εὐλογιστεῖν ἐν τῇ τῶν κατὰ φύσιν ἐκλογῇ καὶ ἀπεκλογῇ.
Diog. Laërt. VII 88 (antecessit Zenonis, Cleanthis, Chrysippi de fine bonorum explicatio). ὁ μὲν οὖν Διογένης τέλος φησὶ ῥητῶς τὸ εὐλογιστεῖν ἐν τῇ τῶν κατὰ φύσιν ἐκλογῇ.
Clemens Alex. Stromat. II 21 p. 179 Sylb., I p. 497 Pott. ⟨Διογένης δὲ ὁ Βαβυλώνιος τὸ τέλος⟩ ἐν τῷ εὐλογιστεῖν [ὃ] ἐν τῇ τῶν κατὰ φύσιν ἐκλογῇ κεῖσθαι ὑπελάμβανεν.
Stobaeus ecl. II 84, 4 W. Τὴν δὲ δόσιν φησὶν ὁ Διογένης κρίσιν εἶναι, ἐφ’ ὅσον κατὰ φύσιν ἐστὶν ἢ ἐφ’ ὅσον χρείαν τῇ φύσει παρέχεται. Τὸ δὲ δοκιμαστοῦ, οὐχ ὡς λέγεται τὰ πράγματα δοκιμαστὰ παραλαμβάνεσθαι, ἀλλ’ ὡς δοκιμαστήν φαμεν εἶναι τὸν τὰ πράγματα δοκιμάζοντα· τῆς οὖν ἀμοιβῆς τὸν τοιοῦτόν φησι δοκιμαστὴν εἶναι. Καὶ ταύτας μὲν τὰς δύο ἀξίας καθ’ ἃς λέγομέν τινα τῇ ἀξίᾳ προῆχθαι, τρίτην δέ φησιν εἶναι, καθ’ ἥν φαμεν ἀξίωμά τινα ἔχειν καὶ ἀξίαν, ἥπερ περὶ ἀδιάφορα οὐ γίνεται, ἀλλὰ περὶ μόνα τὰ σπουδαῖα. Χρῆσθαι δ’ ἡμᾶς φησιν ἐνίοτε τῷ ὀνόματι τῆς ἀξίας ἀντὶ τοῦ ἐπιβάλλοντος· ὡς ἐν τῷ τῆς δικαιοσύνης ὅρῳ παρείληπται, ὅταν λέγηται εἶναι ἕξις ἀπονεμητικὴ τοῦ κατ’ ἀξίαν ἑκάστῳ. ἔστι γὰρ οἷον τοῦ ἐπιβάλλοντος ἑκάστῳ.
Stobaeus ecl. II 64, 13 W. Διττῶς δέ φησιν ὁ Διογένης λέγεσθαι τὰ δι’ αὑτὰ αἱρετά, ⟨τὰ⟩ καὶ τελικῶς αἱρετά, ὡς ἔχει τὰ ἐν τῇ προειρημένῃ διαιρέσει κατατεταγμένα, τὰ δὲ ὅσα ἐν αὑτοῖς ἔχει τὴν αἰτίαν τοῦ αἱρετὰ εἶναι, ὅπερ παντὶ ἀγαθῷ ὑπάρχει.