Fragmenta

Democritus

Democritus. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

[IV 3]ΠΕΡΙ ΝΟΥ 〈ΛΕΥΚΙΠΠΟΥ〉. Vgl. II 10, 5 ἢ ΠΕΡΙ ΨΥΧΗΣ Vgl. A  100 ff.

[ΙV 4]ΠΕΡΙ ΑΙΣΘΗΣΙΩΝ ἢ ΠΕΡΙ ΨΥΧΗΣVgl. A 100 ff. ἢ ΠΕΡΙ ΨΥΧΗΣ Vgl. A  100 ff.

[V 1]ΠΕΡΙ ΧΥΜΩΝ.Vgl. A 129 ff.

[V 2]ΠΕΡΙ ΧΡΟΩΝ.Vgl. A 123 ff.

[V 3]ΠΕΡΙ ΤΩΝ ΔΙΑΦΕΡΟΝΤΩΝ ΡΥΣΜΩΝ 〈ἤ ΠΕΡΙ ΙΔΕΩΝ〉. Vgl. A 135 § 63 ff.

SEXT. VII 137 [nach B 10] ἐν δὲ τῷ Περὶ ἰδεῶν· γιγνώσκειν τε χρή, φησίν, ἄνθρωπον τῶιδε τῷ κανόνι, ὅτι ἐτεῆς ἀπήλλακται.

καὶ πάλιν· δηλοῖ μὲν δὴ καὶ οὗτος ὁ λόγος, ὅτι ἐτεῇι οὐδὲν ἴσμεν περὶ οὐδενός, ἀλλ’ ἐπιρυσμίη ἑκάστοισιν ἡ δόξις.

καὶ ἔτι· καίτοι δῆλον ἔσται, ὅτι ἐτεῇ οἷον ἕκαστον γιγνώσκειν ἐν ἀπόρῳ ἐστί.

[v 4]ΠΕΡΙ AΜΕΙΨΙΡΥΣΜΙΩΝ.Vgl. B 139.

[VI 1]ΚΡΑΤΥΝΤΗΡΙΑ.Vgl. A 33 (II 20, 6).

SEXT. adv. math. VII 135 Δ. δὲ ὁτὲ μὲν ἀναιρεῖ τὰ φαινόμενα ταῖς αἰσθήσεσι καὶ τούτων λέγει μηδὲν φαίνεσθαι κατ’ ἀλήθειαν, ἀλλὰ μόνον κατὰ δόξαν, ἀληθὲς δὲ ἐν τοῖς οὖσιν ὑπάρχειν τὸ ἀτόμους εἶναι καὶ κενόν· νόμῳ γάρ φησι γλυκύ, [καὶ] νόμῳ πικρόν, νόμῳ θερμόν, νόμῳ ψυχρόν, νόμῳ χροιή, ἐτεῇ δὲ ἄτομα καὶ κενόν [= B 125] (ὅπερ 〈ἔστι〉· νομίζεται μὲν εἶναι καὶ δοξάζεται τὰ αἰσθητά, οὐκ ἔστι δὲ κατ’ ἀλήθειαν ταῦτα, ἀλλὰ τὰ ἄτομα μόνον καὶ τὸ κενόν). (136) ἐν δὲ τοῖς Κρατυντηρίοις, καίπερ ὑπεσχημένος ταῖς αἰσθήσεσι τὸ κράτος τῆς πίστεως ἀναθεῖναι, οὐδὲν ἧττον εὑρίσκεται τούτων καταδικάζων. φησὶ γάρ· ἡμεῖς δὲ τῷ μὲν ἐόντι οὐδὲν ἀτρεκὲς συνίεμεν, μεταπῖπτον δὲ κατά τε σώματος διαθήκην καὶ τῶν ἐπεισιόντων καὶ τῶν ἀντιστηριζόντων.

καὶ πάλιν φησίν· ἐτεῇ μέν νυν ὅτι οἷον ἕκαστον ἔστιν 〈ἢ〉 οὐκ ἔστιν οὐ συνίεμεν, πολλαχῇ δεδήλωται.

[VI 2]ΠΕΡΙ ΕΙΔΩΛΩΝ ἢ ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ [?].Vgl. A 77-79.B 166.c. 54A 29 ff.

[VI 3]ΠΕΡΙ ΛΟΓΙΚΩΝ ἢ ΚΑΝΩΝ Ᾱ Β̄ Γ̄

Vgl. Epikur Περὶ κριτηρίου ἢ ΚανώνDiog. X 27.SEXT. VIII 327 οἱ μὲν δογματικοὶ τῶν φιλοσόφων . . . τιθέασιν αὐτήν [nämlich τὴν ἀπόδειξιν], οἱ δὲ Ἐμπειρικοὶ ἀναιροῦσιν, τάχα δὲ καὶ Δ.· ἰσχυρῶς γὰρ αὐτῇ διὰ τῶν Κανόνων ἀντείρηκεν. Der Plural des Titels wegen der 3 Bücher, über die vgl. A 111, ferner c. 62 B und c. 63.

SEXT. VII 138 [nach B 8] ἐν δὲ τοῖς Κανόσι δύο φησὶν εἶναι γνώσεις τὴν μὲν διὰ τῶν αἰσθήσεων τὴν δὲ διὰ τῆς διανοίας, ὧν τὴν μὲν διὰ τῆς διανοίας γνησίην καλεῖ προσμαρτυρῶν αὐτῇ τὸ πιστὸν εἰς ἀληθείας κρίσιν, τὴν δὲ διὰ τῶν αἰσθήσεων σκοτίην ὀνομάζει ἀφαιρούμενος αὐτῆς τὸ πρὸς διάγνωσιν τοῦ ἀληθοῦς

ἀπλανές. (139) λέγει δὲ κατὰ λέξιν· γνώμης δὲ δύο εἰσὶν ἰδέαι, ἡ μὲν γνησίη, ἡ δὲ σκοτίη· καὶ σκοτίης μὲν τάδε σύμπαντα, ὄψις, ἀκοή, ὀδμή, γεῦσις, ψαῦσις. ἡ δὲ γνησίη, ἀποκεκριμένη δὲ ταύτης. εἶτα προκρίνων τῆς σκοτίης τὴν γνησίην ἐπιφέρει λέγων· ὅταν ἡ σκοτίη μηκέτι δύνηται μήτε ὁρῆν ἐπ’ ἔλαττον μήτε ἀκούειν μήτε ὀδμᾶσθαι μήτε γεύεσθαι μήτε ἐν τῇ ψαύσει αἰσθάνεσθαι, ἀλλ’ ἐπὶ λεπτότερον 〈δέῃ ζητεῖν, τότε ἐπιγίνεται ἡ γνησίη ἅτε ὄργανον ἔχουσα τοῦ νῶσαι λεπτότερον〉. Vgl. HIPP. de arte 11 ὅσα γὰρ τὴν τῶν ὀμμάτων ὄψιν ἐκφεύγει, ταῦτα τῇ τῆς γνώμης ὄψει κεκράτηται.

[VI 4]ΑΠΟΡΗΜΑΤΩΝ 〈 Ᾱ Β̄ ... ?〉.

[Ἀσ. 1]ΑΙΤΙΑΙ ΟΥΡΑΝΙΑΙ.

[Ἀσ. 2]ΑΙΤΙΑΙ ΑΕΡΙΟΙ.

[Ἀσ. 3]ΑΙΤΙΑΙ ΕΠΙΠΕΔΟΙ.

[Ἀσ. 4]ΑΙΤΙΑΙ ΠΕΡΙ ΠΥΡΟΣ ΚΑΙ ΤΩΝ ΕΝ ΠΥΡΙ.