Fragmenta

Democritus

Democritus. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

[139 N.]— (flor.) IV t. 1, 33 Hense. Δ—ου. ὁ νόμος βούλεται μὲν εὐεργετεῖν βίον ἀνθρώπων· δύναται δέ, ὅταν αὐτοὶ βούλωνται πάσχειν εὖ· τοῖσι γὰρ πειθομένοισι τὴν ἰδίην ἀρετὴν ἐνδείκνυται.

[138 N.] — — 34 τοῦ αὐτοῦ. στάσις ἐμφύλιος ἐς ἑκάτερα κακόν· καὶ γὰρ νικέουσι καὶ ἡσσωμένοις ὁμοίη φθορή.

[136 N.] — — 40 Δ—ου. ἀπὸ ὁμονοίης τὰ μεγάλα ἔργα καὶ ταῖς πόλεσι τοὺς πολέμους δυνατὸν κατεργάζεσθαι, ἄλλως δ’ οὔ.

[147 N.] — — 42 Δ—ου. ἡ ἐν δημοκρατίῃ πενίη τῆς παρὰ τοῖς δυνάστῃσι καλεομένης εὐδαιμονίης τοσοῦτόν ἐστι αἱρετωτέρη, ὁκόσον ἐλευθερίη δουλείης.

[134 N.] — — 43 τὰ κατὰ τὴν πόλιν χρεὼν τῶν λοιπῶν μέγιστα ἡγεῖσθαι, ὅκως ἄξεται εὖ, μήτε φιλονικέοντα παρὰ τὸ ἐπιεικὲς μήτε ἰσχὺν ἑαυτῷ περιτιθέμενον παρὰ

τὸ χρηστὸν τὸ τοῦ ξυνοῦ. πόλις γὰρ εὖ ἀγομένη μεγίστη ὄρθωσίς ἐστι, καὶ ἐν τούτῳ πάντα ἔνι, καὶ τούτου σῳζομένου πάντα σώιζεται καὶ τούτου διαφθειρομένου τὰ πάντα διαφθείρεται.

[165 N.] — — 43, 44 τοῖς χρηστοῖσιν οὐ συμφέρον ἀμελέοντας τῶν ἑωυτῶν ἄλλα πρήσσειν· τὰ γὰρ ἴδια κακῶς ἔσχεν. εἰ δὲ ἀμελέοι τις τῶν δημοσίων, κακῶς ἀκούειν γίγνεται, καὶ ἤν μηδὲν μήτε κλέπτῃ μήτε ἀδικῇ . ἐπεὶ καὶ 〈μὴ〉 ἀμελέοντι ἢ ἀδικέοντι κίνδυνος κακῶς ἀκούειν καὶ δὴ καὶ παθεῖν τι· ἀνάγκη δὲ ἁμαρτάνειν, συγγινώσκεσθαι δὲ τοὺς ἀνθρώπους οὐκ εὐπετές.

[151 N.] — — 45 οἱ κακοὶ ἰόντες ἐς τὰς τιμὰς ὁκόσῳ ἂν μᾶλλον ἀνάξιοι ἐόντες ἴωσι, τοσούτῳ μᾶλλον ἀνακηδέες γίγνονται καὶ ἀφροσύνης καὶ θράσεος πίμπλανται.

[146 N.] — — 46 ὅταν οἱ δυνάμενοι τοῖς μὴ ἔχουσι καὶ προτελεῖν τολμέωσι καὶ ὑπουργεῖν καὶ χαρίζεσθαι, ἐν τούτῳ ἤδη καὶ τὸ οἰκτίρειν ἔνεστι καὶ μὴ ἐρήμους εἶναι

καὶ τὸ ἑταίρους γίγνεσθαι, καὶ τὸ ἀμύνειν ἀλλήλοισι καὶ τοὺς πολιήτας ὁμονόους ε ἶναι καὶ ἄλλα ἀγαθά, ἅσσα οὐδεὶς ἂν δύναιτο καταλέξαι.

[144 N.]STOB. IV 2, 13 = B 75.

[156 N.] — — 14 δίκη μέν ἐστιν ἔρδειν τὰ χρὴ ἐόντα, ἀδικίη δὲ μὴ ἔρδειν τὰ χρὴ ἐόντα, ἀλλὰ παρατρέπεσθαι.

[158 N.] — — 15 τοῦ αὐτοῦ. κατὰ δὲ ζώιων ἔστιν ὧν φόνου καὶ μὴ φόνου ὧδε ἔχει· τὰ ἀδικέοντα καὶ θέλοντα ἀδικεῖνἀθῶιος ὁ κτείνων, καὶ πρὸς εὐεστοῦν τοῦτο ἔρδειν μᾶλλον ἢ μή. Vgl. B 140.

[160 N.] — — 16 κτείνειν χρὴ τὰ πημαίνοντα παρὰ δίκην πάντα περὶ παντός· καὶ ταῦτα ὁ ποιῶν εὐθυμίης καὶ δίκης καὶ θάρσεος καὶ κτήσεως ἐν παντὶ κόσμῳ μείζω μοῖραν μεθέξει.

[159 N.] — — 17 ὅκωσπερ περὶ κιναδέων τε καὶ ἑρπετέων 〈νόμοι〉 γεγράφαται τῶν πολεμίων, οὕτω καὶ κατὰ ἀνθρώπων· δοκεῖ μοι χρεὼν εἶναι ποιεῖν· κατὰ νόμους τοὺς

πατρίους κτείνειν πολέμιον ἐν παντὶ κόσμῳ, ἐν ὦι μὴ όμος ἀπείργει· ἐκνόμως δὲ ἀπείργει ἱερὰ ἑκάστοισι ἐπιχώρια καὶ σπονδαὶ καὶ ὅρκοι.

[161 N.] — — 18 κιξάλλην καὶ λῃστὴν πάντα κτείνων τις ἀθῶιος ἂν εἴη καὶ αὐτοχειρίῃ καὶ κελεύων καὶ ψήφῳ.

[143 N.] — 4, 27 = B 49.

[155 Ν.] — 5, 43 Δ—ου. ἀδικουμένοισι τιμωρεῖν κατὰ δύναμιν χρὴ καὶ μὴ παρἱέναι· τὸ μὲν γὰρ τοιοῦτον δίκαιον καὶ ἀγαθόν, τὸ δὲ μὴ τοιοῦτον ἄδικον καὶ κακόν.

[157 N.] — — 44 Δ—ου. καὶ οἳ φυγῆς ἄξια ἔρδουσιν ἢ δεσμῶν, ἢ θῳῆς ἄξιοι, καταψηφιστέον καὶ μὴ ἀπολύειν· ὃς δ’ ἂν παρὰ νόμον ἀπολύῃ κέρδει ὁρίζων ἢ ἡδονῇ , ἀδικεῖ, καί οἱ τοῦτο ἐγκάρδιον ἀνάγκη εἶναι.

[148 N.] — — 45 τοῦ αὐτοῦ. δίκης καὶ ἀρετῆς μεγίστην μετέχει μοῖραν ὁ [τιμὰς] ἀξίας τὰς μεγίστας τάμνων 〈τοῖς ἀξιωτάτοις〉.

[43 N.]STOB. IV 5, 46 τοῦ αὐτοῦ. μηδέν τι μᾶλλον τοὺς ἀνθρώπους αἰδεῖσθαι ἑωυτοῦ μηδέ τι μᾶλλον ἐξεργάζεσθαι κακόν, εἰ μέλλει μηδεὶς εἰδήσειν ἢ 〈εἰ〉 οἱ πάντες ἄνθρωποι· ἀλλ’ ἑωυτὸν μάλιστα αἰδεῖσθαι, καὶ τοῦτον νόμον τῇ ψυχῇ καθεστάναι, ὥστε μηδὲν ποιεῖν ἀνεπιτήδειον.

[166 N.] — — 47 τοῦ αὐτοῦ. τῶν ἡμαρτημένων ἄνθρωποι μεμνέαται μᾶλλσν ἢ τῶν εὖ πεποιημένων. καὶ γὰρ δίκαιον οὕτως· ὥσπερ 〈γὰρ τὸν〉 τὰς παρακαταθήκας ἀποδιδόντα οὐ χρὴ ἐπαινεῖσθαι, τὸν δὲ μὴ ἀποδιδόντα κακῶς ἀκούειν καὶ πάσχειν, οὕτω καὶ τὸν ἄρχοντα. οὐ γὰρ ἐπὶ τούτῳ ἡιρέθη ὡς κακῶς ποιήσων, ἀλλ’ ὡς εὖ [vgl. B 253].

[167 N.] — — 48 τοῦ αὐτοῦ. οὐδεμία μηχανὴ τῷ νῦν καθεστῶτι ῥυθμῷ μὴ οὐκ ἀδικεῖν τοὺς ἄρχοντας, ἣν καὶ πάνυ ἀγαθοὶ ἔωσιν. οὐδενὶ γὰρ ἄλλῳ ἔοικεν ἢ ἑωυτῷ τὸν 〈* * *〉 αὐτὸν ἐφ’ ἑτέροισι γίγνεσθαι· δεῖ δέ κως οὕτω

καὶ ταῦτα κοσμηθῆναι, ὅκως ὁ μηδὲν ἀδικέων, ἣν καὶ πάνυ ἐτάζῃ τοὺς ἀδικέοντας, μὴ ὑπ’ ἐκείνους γενήσεται, ἀλλά τις ἢ θεσμὸς ἡ τι ἄλλο ἀμυνεῖ τῷ τὰ δίκαια ποιεῦντι.