Fragmenta
Democritus
Democritus. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
[81 N.] — — 19 τοῦ αὐτοῦ. φειδώ τοι καὶ λιμὸς χρηστή· ἐν καιρῷ δὲ καὶ δαπάνη· γινώσκειν δὲ ἀγαθοῦ.
[229 N.] — — 22 Δ—ου. βίος ἀνεόρταστος μακρὴ ὁδὸς ἀπανδόκευτος.·
[61 N.] — 17, 25 Δ—ου. εὐγνώμων ὁ μὴ λυπεόμενος ἐφ’ οἷσιν οὐκ ἔχει, ἀλλὰ χαίρων ἐφ’ οἷσιν ἔχει.
[57 N.]— — 37 [vgl. III 6, 59] Δ—ου. τῶν ἡδέων τὰ σπανιώτατα γινόμενα μάλιστα τέρπει.
[55 N.]— — 38 [vgl. III 6, 60] τοῦ αὐτοῦ. εἴ τις ὑπερβάλλοι τὸ μέτριον, τὰ ἐπιτερπέστατα ἀτερπέστατα ἂν γίγνοιτο.
[21 N.] — 18, 30 Δ—ου. ὑγιείην εὐχῇ σι παρὰ θεῶν αἰτέονται ἄνθρωποι, τὴν δὲ ταύτης δύναμιν ἐν ἑαυτοῖς ἔχοντες οὐκ ἴσασιν· ἀκρασίῃ δὲ τἀναντία πρήσσοντες αὐτοὶ προδόται τῆς ὑγείης τῇσιν ἐπιθυμίῃσιν γίνονται.
[53 N.]— — 35 [vgl. III 6, 65] Δ—ου. ὅσοι ἀπὸ γαστρὸς τὰς ἡδονὰς ποιέονται ὑπερβεβληκότες τὸν καιρὸν ἐπὶ βρώσεσιν ἢ πόσεσιν ἢ ἀφροδισίοισιν, τοῖσι πᾶσιν αἱ μὲν ἡδοναὶ βραχεῖαί τε καὶ δι’ ὀλίγου γίνονται, ὁκόσον ἂν
χρόνον ἐσθίωσιν ἢ πίνωσιν, αἱ δὲ λῦπαι πολλαὶ 〈καὶ μακραί〉. τοῦτο μὲν γὰρ τὸ ἐπιθυμεῖν ἀεὶ τῶν αὐτῶν πάρεστι καὶ ὁκόταν γένηται ὁκοίων ἐπιθυμέουσι, διὰ ταχέος τε ἡ ἡδονὴ παροίχεται, καὶ οὐδὲν ἐν αὐτοῖσι χρηστόν ἐστιν ἄλλ’ ἢ τέρψις βραχεῖα, καὶ αὖθις τῶν αὐτῶν δεῖ.[88 N.]STOB. III 20, 56 Δ—ου. θυμῷ μάχεσθαι μὲν χαλεπόν· ἀνδρὸς δὲ τὸ κρατέειν εὐλογίστου. [Vgl. 12 B 85.]
[221 N.] — — 62 Δ—ου. φιλονικίη πᾶσα ἀνόητος· τὸ γὰρ κατὰ τοῦ δυσμενέος βλαβερὸν θεωρεῦσα τὸ ἴδιον συμφέρον οὐ βλέπει.
[145 N.] — 22, 42 Δ—ου. τελευτᾶι γὰρ ἐς κενοδοξίην κακὴν ὁ παρεκτεινόμενος τῷ κρέσσονι.
[162 N.] — 28, 13 Δ—ου. ὅρκους οὓς ποιέονται ἐν ἀνάγκῃσιν ἐόντες οὐ τηρέουσιν οἱ φλαῦροι, ἐπὴν διαφύγωσιν.
[131 N.]— 29, 63. 83a (III p. LXXIX Η.) Δ—ου. οἱ ἑκούσιοι πόνοι τὴν τῶν ἀκουσίων ὑπομονὴν ἐλαφροτέρην παρασκευάζουσι.
[132 N.] — — 64 τοῦ αὐτοῦ. πόνος συνεχὴς ἐλαφρότερος ἑαυτοῦ συνηθείῃ γίνεται.
[193 N.] — — 66 Δ—ου. πλέονες ἐξ ἀσκήσιος ἀγαθοὶ γίνονται ἢ ἀπὸ φύσιος.
[125 N.] — — 67 τοῦ αὐτοῦ = B 81.
[130 N.] — — 88 Δ—ου. τῆς ἡσυχίης πάντες οἱ πόνοι ἡδίονες, ὅταν ὧν εἵνεκεν πονέουσι τυγχάνωσιν ἢ εἰδέωσι κύρσοντες. ἐν δὲ ἑκάστῃ ἀποτυχίῃ τὸ 〈πονεῖν〉 πᾶν ὁμοίως ἀνιηρὸν καὶ ταλαίπωρον.
[42 N.] — 31, 7 Δ—ου. φαῦλον, κἂν μόνος ἦις, μήτε λέξῃς μήτ’ ἐργάσῃ· μάθε δὲ πολὺ μᾶλλον τῶν ἄλλων σεαυτὸν αἰσχύνεσθαι. Vgl. B 84. 264.
[110 N.] — 36, 24 Δ—ου. = B 86.
[196 N.] — 37, 22 Δ—ου. = B 39.
[14 N.] — — 25 Δ—ου. = B 61.
[119 N.] — 38, 46 Δ—ου. = B 48.
[82 N.] — — 47 (τοῦ αὐτοῦ) = B 88.
[140 N.] — — 53 Δ—ου. οὐκ ἂν ἐκώλυον οἱ νόμοι ζῆν ἕκαστον κατ’ ἰδίην ἐξουσίην, εἰ μὴ ἕτερος ἕτερον ἐλυμαίνετο· φθόνος γὰρ στάσιος ἀρχὴν ἀπεργάζεται.
[66 N.] — 40, 6 Δ—ου. ξενιτείη βίου αὐτάρκειαν διδάσκει· μᾶζα γὰρ καὶ στιβὰς λιμοῦ καὶ κόπου γλυκύτατα ἰάματα.
[168 N.]STOB. III 40, 7 τοῦ αὐτοῦ. ἀνδρὶ σοφῷ πᾶσα γῇ βατή· ψυχῆς γὰρ ἀγαθῆς πατρὶς ὁ ξύμπας κόσμος.