Fragmenta

Democritus

Democritus. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

[59 N.]STOB. III 10, 68 Δ—ου. ἡ τοῦ πλέονος ἐπιθυμίη τὸ παρεὸν ἀπόλλυσι τῇ Αἰσωπείῃ κυνὶ [233 H.] ἰκέλη γινομένη.

[112 N.] — 12, 13 Δ—ου. ἀληθομυθέειν χρεών, ὃ πολὺ λώ̈ιον. Vgl. B 44.

[114 N.] — 13, 46 Δ—ου. = B 60.

[111 N.] — — 47 Δ—ου. οἰκήιον ἐλευθερίης παρρησίη, κίνδυνος δὲ ἡ τοῦ καιροῦ διάγνωσις.

[106 N.] — 14, 8 Δ—ου. = B 63.

[80 N.] — 16, 17 Δ—ου. οἱ φειδωλοὶ τὸν τῆς μελίσσης οἶτον ἔχουσιν ἐργαζόμενοι ὡς ἀεὶ βιωσόμενοι.

[202 N.] — — 18 τοῦ αὐτοῦ. οἱ τῶν φειδωλῶν παῖδες ἀμαθέες γινόμενοι ὥσπερ οἱ ὀρχησταὶ οἱ ἐς τὰς μαχαίρας ὀρούοντες, ἢν ἑνὸς μούνου 〈μὴ〉 τύχωσι καταφερόμενοι, ἔνθα δεῖ τοὺς πόδας ἐρεῖσαι, ἀπόλλυνται· χαλεπὸν δὲ τυχεῖν ἑνὸς· τὸ γὰρ ἴχνιον μοῦνον λέλειπται τῶν ποδῶν· οὕτω δὲ καὶ οὗτοι, ἢν ἁμάρτωσι τοῦ πατρικοῦ τύπου τοῦ ἐπιμελέος καὶ φειδωλοῦ, φιλέουσι διαφθείρεσθαι.

[81 N.] — — 19 τοῦ αὐτοῦ. φειδώ τοι καὶ λιμὸς χρηστή· ἐν καιρῷ δὲ καὶ δαπάνη· γινώσκειν δὲ ἀγαθοῦ.

[229 N.] — — 22 Δ—ου. βίος ἀνεόρταστος μακρὴ ὁδὸς ἀπανδόκευτος.·

[61 N.] — 17, 25 Δ—ου. εὐγνώμων ὁ μὴ λυπεόμενος ἐφ’ οἷσιν οὐκ ἔχει, ἀλλὰ χαίρων ἐφ’ οἷσιν ἔχει.

[57 N.]— — 37 [vgl. III 6, 59] Δ—ου. τῶν ἡδέων τὰ σπανιώτατα γινόμενα μάλιστα τέρπει.

[55 N.]— — 38 [vgl. III 6, 60] τοῦ αὐτοῦ. εἴ τις ὑπερβάλλοι τὸ μέτριον, τὰ ἐπιτερπέστατα ἀτερπέστατα ἂν γίγνοιτο.

[21 N.] — 18, 30 Δ—ου. ὑγιείην εὐχῇ σι παρὰ θεῶν αἰτέονται ἄνθρωποι, τὴν δὲ ταύτης δύναμιν ἐν ἑαυτοῖς ἔχοντες οὐκ ἴσασιν· ἀκρασίῃ δὲ τἀναντία πρήσσοντες αὐτοὶ προδόται τῆς ὑγείης τῇσιν ἐπιθυμίῃσιν γίνονται.

[53 N.]— — 35 [vgl. III 6, 65] Δ—ου. ὅσοι ἀπὸ γαστρὸς τὰς ἡδονὰς ποιέονται ὑπερβεβληκότες τὸν καιρὸν ἐπὶ βρώσεσιν ἢ πόσεσιν ἢ ἀφροδισίοισιν, τοῖσι πᾶσιν αἱ μὲν ἡδοναὶ βραχεῖαί τε καὶ δι’ ὀλίγου γίνονται, ὁκόσον ἂν

χρόνον ἐσθίωσιν ἢ πίνωσιν, αἱ δὲ λῦπαι πολλαὶ 〈καὶ μακραί〉. τοῦτο μὲν γὰρ τὸ ἐπιθυμεῖν ἀεὶ τῶν αὐτῶν πάρεστι καὶ ὁκόταν γένηται ὁκοίων ἐπιθυμέουσι, διὰ ταχέος τε ἡ ἡδονὴ παροίχεται, καὶ οὐδὲν ἐν αὐτοῖσι χρηστόν ἐστιν ἄλλ’ ἢ τέρψις βραχεῖα, καὶ αὖθις τῶν αὐτῶν δεῖ.

[88 N.]STOB. III 20, 56 Δ—ου. θυμῷ μάχεσθαι μὲν χαλεπόν· ἀνδρὸς δὲ τὸ κρατέειν εὐλογίστου. [Vgl. 12 B 85.]

[221 N.] — — 62 Δ—ου. φιλονικίη πᾶσα ἀνόητος· τὸ γὰρ κατὰ τοῦ δυσμενέος βλαβερὸν θεωρεῦσα τὸ ἴδιον συμφέρον οὐ βλέπει.

[145 N.] — 22, 42 Δ—ου. τελευτᾶι γὰρ ἐς κενοδοξίην κακὴν ὁ παρεκτεινόμενος τῷ κρέσσονι.

[162 N.] — 28, 13 Δ—ου. ὅρκους οὓς ποιέονται ἐν ἀνάγκῃσιν ἐόντες οὐ τηρέουσιν οἱ φλαῦροι, ἐπὴν διαφύγωσιν.

[131 N.]— 29, 63. 83a (III p. LXXIX Η.) Δ—ου. οἱ ἑκούσιοι πόνοι τὴν τῶν ἀκουσίων ὑπομονὴν ἐλαφροτέρην παρασκευάζουσι.

[132 N.] — — 64 τοῦ αὐτοῦ. πόνος συνεχὴς ἐλαφρότερος ἑαυτοῦ συνηθείῃ γίνεται.

[193 N.] — — 66 Δ—ου. πλέονες ἐξ ἀσκήσιος ἀγαθοὶ γίνονται ἢ ἀπὸ φύσιος.

[125 N.] — — 67 τοῦ αὐτοῦ = B 81.

[130 N.] — — 88 Δ—ου. τῆς ἡσυχίης πάντες οἱ πόνοι ἡδίονες, ὅταν ὧν εἵνεκεν πονέουσι τυγχάνωσιν ἢ εἰδέωσι κύρσοντες. ἐν δὲ ἑκάστῃ ἀποτυχίῃ τὸ 〈πονεῖν〉 πᾶν ὁμοίως ἀνιηρὸν καὶ ταλαίπωρον.