Fragmenta
Democritus
Democritus. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
— δυοχοῖ: πωματίζει παρὰ Δ—ῳ.
— συγγονή: σύστασις. Δ—ος. Ohne Lemma:
— ἀμειψικοσμίη: μετακόσμησις.
— ἀμειψιρυσμεῖν: ἀλλάσσειν τὴν σύγκρισιν ἢ μεταμορφοῦσθαι. Vgl. B 8ᵃ.
— εὐεστώ: . . . εὐδαιμονία ἀπὸ τοῦ εὖ ἑστάναι τὸν οἶκον. Vgl. II 19, 24. 54, 8. 56, 24.
— ἰδέα: ἡ ὁμοιότης, μορφή, εἶδος. καὶ τὸ ἐλάχιστον σῶμα. Vgl. B 6.
OLYMPIOD. in Plat. Phileb.² p. 242 Stallb. τί τὸ τοσοῦτον σέβας περὶ τὰ θεῶν ὀνόματα τοῦ Σωκράτους [vgl. Phil. p. 12 c]; ἢ ὅτι πάλαι καθιέρωται τοῖς οἰκείοις τὰ οἰκεῖα καὶ ἄτοπον κινεῖν τὰ ἀκίνητα ἢ ὅτι φύσει αὐτοῖς ὠκείωται κατὰ τὸν ἐν Κρατύλῳ λόγον ἢ ὅτι ἀγάλματα φωνήεντα καὶ ταῦτά ἐστι τῶν θεῶν, ὡς Δ.; [vgl. B. 26. II 68, 6]. HIEROCL. in Pyth. c. aur. 25 τὸ τοῦ Διὸς ὄνομα σύμβολόν ἐστι καὶ εἰκὼν ἐν φωνῇ δημιουργικῆς οὐσίας τῷ τοὺς πρώτους θεμένους τοῖς πράγμασι τὰ ὀνόματα διὰ σοφίας ὑπερβολὴν ὥσπερ τινὰς ἀγαλματοποιοὺς ἀρίστους διὰ τῶν ὀνομάτων ὡς δι’ εἰκόνων ἐμφανίσαι αὐτῶν τὰς δυνάμεις.
PHLODEM. de ira 28, 17 κἀπαντῶσι δὲ πολλάκι πολλαὶ συμφοραὶ καὶ φίλοις καὶ προσήκουσιν ἄλλοις, ἔστι δ’ ὅτε καὶ πατρίσι καὶ βασιλείαις, οὐ πάλαι μόνον, ὅθ’ ἡ μῆνις ἐκείνη μυρί’ Ἀχαιοῖς ἄλγη ἔθηκεν, ἀλλ’ ὁσημέραι, καὶ μικροῦ δεῖν ὅσα τις ἂν νώσαιτο κατὰ Δημόκριτον κακά πάντα παρακολουθεῖ διὰ τὰς ὑπερμέτρους ὀργάς. Vgl. 57 B 2.
— de music. Δ̄ 31 p. 108, 29 Kemke Δ. μὲν τοίνυν, ἀνὴρ οὐ φυσιολογώτατος μόνον τῶν ἀρχαίων, ἀλλὰ καὶ τῶν ἱστορουμένων οὐδενὸς ἧττον πολυπράγμων, μουσικήν φησι νεωτέραν εἶναι καὶ τὴν αἰτίαν ἀποδίδωσι λέγων μὴ ἀποκρῖναι τἀναγκαῖον, ἀλλὰ ἐκ τοῦ περιεῦντος ἤδη γενέσθαι.
PHOTIUS Lex. A S. 106, 23 Reitzenst. ἀναβήσομαι Δ.: ἐπανεξελεύσομαι 〈ἐπὶ τὰ〉 ἐξ ἀρχῆς. Vgl. HESYCH. s. v.
[105 N.]PLUT. de puer. ed. 14 p. 9 F [vgl. ob. II 11, 30] λόγος γὰρ ἔργου σκιή, κατὰ Δημόκριτον.
[13 N.]PLUT. de prof. in virt. 10 p. 81 Bdurch Enthaltsamkeit zeigt man τὸν λόγον ἐντὸς ἤδη τρεφόμενον καὶ ῥιζούμενον ἐν ἑαυτῷ καὶ κατὰ Δημόκριτον αὐτὸν ἐξ ἑαυτοῦ τὰς τέρψιας ἐθιζόμενσον λαμβάνειν.
[23 N.]— de sanit. praec. 14 p. 129 A ἄτοπον γάρ ἐστι κοράκων μὲν λαρυγγισμοῖς καὶ κλωσμοῖς ἀλεκτορίδων καὶ συσὶν ἐπὶ φορυτῷ μαργαινούσαις, ὡς ἔφη Δ., ἐπιμελῶς προσέχειν σημεῖα ποιουμένους πνευμάτων καὶ ὄμβρων, τὰ δὲ τοῦ σώματος κινήματα καὶ σάλους καὶ προπαθείας μὴ προλαμβάνειν μηδὲ προφυλάττειν μηδὲ ἔχειν σημεῖα χειμῶνος ἐν ἑαυτῷ γενησομένου καὶ μέλλοντος. CLEM. protr. 10, 92, 4 (I 68, 7 St.) οἱ δὲ σκωλήκων δίκην περὶ τέλματα καὶ βορβόρους τὰ ἡδονῆς ῥεύματα καλινδούμενοι ἀνονήτους καὶ ἀνοήτους ἐκβόσκονται τρυφάς, ὑώδεις τινὲς ἄνθρωποι. ὕες γάρ, φησίν, ἥδονται βορβόρῳ μᾶλλον ἢ καθαρῷ ὕδατι [vgl. 12 B 13. 37] καὶ ἐπὶ φορυτῷ μαργαίνουσιν κατὰ Δημόκριτον. Vgl. [THEOPHR.] de sign. 49 καὶ τὸ πανταχοῦ δὲ λεγόμενον σημεῖον δημόσιον χειμέριον, ὅταν σύες περὶ φορυτοῦ μάχωνται καὶ φύρωσιν. ARAT. 1123 σύες φορυτῷ ἔπι μαργαίνουσαι.
σύες ἐπὶ φορυτῷ μαργαίνουσιν.
— de amore prol. 3 p. 495 E ὅταν δὲ τὴν γονὴν ἀναλάβῃ προσπεσοῦσαν ἡ ὑστέρα καὶ περιστείλῃ ῥιζώσεως γενομένης (ὁ γὰρ ὀμφαλὸς πρῶτον ἐν μήτρῃσιν, ὥς φησι Δ., ἀγκυρηβόλιον σάλου καὶ πλάνης ἐμφύεται, πεῖσμα καὶ κλῆμα τῷ γεννωμένῳ καρπῷ καὶ μέλλοντι) [καὶ] τοὺς μὲν ἐμμήνους καὶ καθαρσίους ἔκλεισεν ὀχετοὺς ἡ φύσις κτλ. Vgl. de fort. Rom. 2. 317 A.
[49 N.]— animine an corp. aff. 2 p. 500 D λέγωμεν οὖν ἐν ἡμῖν, ὅτι πολλὰ μέν, ὦ ἄνθρωπε, σοῦ καὶ τὸ σῶμα νοσήματα καὶ πάθη φύσει τε ἀνίησιν ἐξ ἑαυτοῦ καὶ προσπίπτοντα δέχεται θύραθεν· ἂν δὲ σαυτὸν ἔνδοθεν ἀνοίξῃς, ποικίλον τι καὶ
πολυπαθὲς κακῶν ταμιεῖον εὑρήσεις καὶ θησαύρισμα, ὥς φησι Δ., οὐκ ἔξωθεν ἐπιρρεόντων, ἀλλ’ ὥσπερ ἐγγείους καὶ αὐτόχθονας πηγὰς ἐχόντων, ἃς ἀνίησιν ἡ κακία πολύχυτος καὶ δαψιλὴς οὖσα τοῖς πάθεσιν.[109 N.]— quaest. conv. I 1, 5 p. 614 D E οὕτω τὰς ψυχὰς αἱ μὲν ἐλαφραὶ ζητήσεις ἐμμελῶς καὶ ὠφελίμως κινοῦσιν, ἐριδαντέων δὲ κατὰ Δημόκριτον καὶ ἱμαντελικτέων λόγους ἀφετέον. Vgl. STRAB. I p. 65 C. p. 85, 31 M; CLEM. Strom. I 22 [II 14, 25 St.]
[230 N.]— — II 10, 2 p. 643 F ἐν γὰρ ξυνῷ ἰχθύι ἄκανθαι οὐκ ἔνεισιν, ὥς φησιν ὁ Δ.
— — IV 2, 4 p. 665 F τὸ κεραύνιον πῦρ ἀκριβείαι καὶ λεπτότητι θαυμαστόν ἐστιν, αὐτόθεν τε τὴν γένεσιν ἐκ καθαρᾶς καὶ ἁγνῆς ἔχον οὐσίας καὶ πᾶν εἴ τι συμμίγνυται νοτερὸν ἢ γεῶδες αὐτῷ τῆς περὶ τὴν κίνησιν ὀξύτητος ἀποσειομένης καὶ διακαθαιρούσης. διόβλητον μὲν οὐδέν, ὥς φησι Δ., 〈οἷον μὴ τὸ〉 παρ’ αἰθρίης στέγειν 〈εὐαγὲς〉 σέλας.
— — VIII 10, 2 = A 77.