Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

Ὀρθῶς μοι πάντα εἶπας, ὦ πάτερ. ἀλλ᾽ ἔτι με ἀνάμνησον τίνα ἐστὶ ⟨τῶν ἐν ἡμῖν ἀσωμάτων⟩ τὰ κατὰ πρόνοιαν, καὶ τίνα ⟨τὰ⟩ κατ᾽ ἀνάγκην ὁμοίως, καὶ ⟨τὰ⟩ καθ᾽ εἱμαρμένην.—

Ἔφην εἶναι ἐν ἡμῖν, ὦ Τάτ, τρία εἴδη ἀσωμάτων. καὶ τὸ μέν τι ἐστὶ νοητὸν ⟨...⟩. τοῦτο μὲν οὖν ἀχρώματον, ἀσχημάτιστον, [ἀσώματον,] ἐξ αὐτῆς τῆς πρώτης [καὶ] νοητῆς οὐσίας ⟨...⟩.

ἔϲτι δὲ [[καὶ]] ἐν ἡμῖν ⟨⟨καὶ⟩⟩ ⟨⟨ἕτερον εἶδος⟩⟩ ⟨ἀσωμάτων,...⟩. [τούτῳ ἐναντίαι σχηματότητες] [τοῦτο ὑποδέχεται.] τὸ γοῦν ⟨ἄλογον⟩, κινούμενον ὑπὸ τῆς νοητῆς οὐσίας, πρός τινα λόγον ⟨κινεῖται⟩, καὶ [ὑποδεχθὲν] ⟨οὕτω κινηθὲν⟩ εὐθέως μεταβάλλεται εἰς [[ἕτερον εἶδος]] [κινήσεως] [τοῦτο δὲ] εἴδωλόν [ἐσ]τι τοῦ νοήματος τοῦ δημιουργοῦ.

τρίτον δέ ἐστιν ⟨ἐν ἡμῖν⟩ εἶδος ἀσωμάτων, ὃ περὶ τὰ σώματά ἐστι συμβεβηκός. [τόπος, χρόνος, κίνησις, σχῆμα, ἐπιφάνεια, μέγεθος, εἶδος.] καὶ τούτων εἰσὶ διαφορα⟨ὶ⟩ δύο· ἃ μὲν γάρ ἐστιν αὐτῶν ἰδίως ποιά, ἃ δὲ τοῦ σώματος ⟨...⟩. τὰ μὲν ἰδίως ποιὰ ⎡τὸ σχῆμα, ἡ χρόα, τὸ εἶδος, ὁ τόπος, ὁ χρόνος, ἡ κίνησις⎤· τὰ δὲ τοῦ σώματος ⎡ἴδιά ἐστι τὸ ἐσχηματισμένον σχῆμα καὶ τὸ κεχρωσμένον χρῶμα, ἔστι δὲ καὶ ἡ μεμορφωμένη μορφὴ καὶ ἡ ἐπιφάνεια καὶ τὸ μέγεθος. ταῦτά ἐστι τούτων ἀμέτοχα.⎤

ἡ μὲν οὖν νοητὴ οὐσία, πρὸς ⟨μὲν⟩ τῷ θεῷ γενομένη, ἑαυτῆς ἐξουσίαν ἔχει, καὶ [τοῦ] σώζει[ν] ⟨τὸ⟩ ἕτερον αὑτὴν σώζουσα· ⎡ἔπειθ’⎤ αὐτὴ [ἡ] ⟨καθ᾽ αὑτὴν⟩ οὖσα ὑπὸ ἀνάγκην οὐκ ἔστι[ν], ⟨⟨καὶ ἡ αἵρεσις αὐτῆς κατὰ πρόνοιαν⟩⟩ ⟨⟨γίνεται⟩⟩. ὑπολειφθεῖσα δὲ [ὑπὸ] τοῦ θεοῦ, αἱρε⟨ῖ⟩ται τὴν σωματικὴν φύσιν, [[καὶ ἡ αἵρεσις αὐτῆς κατὰ πρόνοιαν]] [τ]οὕτω δὲ ⟨τῇ⟩ τοῦ κόσμου ⟨ἀνάγκῃ ὑποπίπτει⟩ [[γίνεται]].

τὸ δὲ ἄλογον ⎡πᾶν⎤ ⟨...⟩ κινεῖται πρός τινα λόγον ⟨....⟩

⟨...⟩ καὶ ὁ μὲν λόγος κατὰ πρόνοιαν, τὸ δὲ ἄλογον κατ᾽ ἀνάγκην, τὰ δὲ περὶ τὸ σῶμα συμβεβηκότα καθ᾽ εἱμαρμένην. [καὶ] οὖτός ἐστιν ὁ λόγος τῶν κατὰ πρόνοιαν καὶ ⟨κατ᾽⟩ ἀνάγκην καὶ καθ᾽ εἱμαρμένην.