Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ἕτερόν ἐστι γένος, ὦ Τάτ, τὸ τῶν καλουμένων κομητῶν, κατὰ καιρὸν ἐπιφαινομένων, καὶ πάλιν μετὰ χρόνον ὀλίγον ἀφανῶν γινομένων, μήτε ἀνατελλόντων μήτε δυνόντων μήτε διαλυομένων· οἵτινες φανεροὶ ἄγγελοι καὶ κήρυκες καθολικῶν ἀποτελεσμάτων γίνονται μελλόντων ἔσεσθαι. οὗτοι δὲ τὸν

τόπον ἔχουσιν ὑπὸ τὸν κύκλον τὸν τοῦ ἡλίου. ἐπὰν οὖν μέλλῃ τι τῷ κόσμῳ συμβαίνειν, οὗτοι φαίνονται, ⟨καὶ⟩ φανέντες ὀλίγας ἡμέρας, πάλιν ὑπὸ τὸν κύκλον ἐλθόντες τοῦ ἡλίου ἀφανεῖς μένουσιν, ἐν τῷ ἀπηλιώτῃ φανέντες ⟨ἄλλοι⟩, ἄλλοι δὲ ἐν τῷ βορρᾷ, ἄλλοι δὲ ἐν τῷ λιβί, ἄλλοι δὲ ἐν τῷ νότῳ. μάντεις δὲ τούτους προσηγορεύσαμεν. [καὶ ἀστέρων ⎡ἥδε⎤ φύσις.]

[ἀστέρες δὲ ἄστρων διαφορὰν ἔχουσιν· ἀστέρες μὲν γάρ εἰσιν οἱ ἐν τῷ οὐρανῷ αἰωρούμενοι, ἄστρα δὲ τὰ ἐγκείμενα ἐν τῷ σώματι τοῦ οὐρανοῦ, συμφερόμενα δὲ [ἐν] τῷ οὐρανῷ· ἐξ ὧν δώδεκα ζῴδια προσηγορεύσαμεν.]

ὁ ταῦτα μὴ ἀγνοήσας ἀκριβῶς δύναται νοῆσαι τὸν θεόν, εἰ δὲ καὶ τολμήσαντα δεῖ εἰπεῖν, καὶ αὐτόπτηϲ γενόμενοϲ θεάσασθαι, καὶ θεασάμενοϲ μακάριοϲ γενέσθαι.—Μακάριοϲ ὡς ἀληθῶς, ὦ πάτερ, ὁ τοῦτον θεασάμενος.—Ἀλλ’ ἀδύνατον, ὦ τέκνον, τὸν ἐν σώματι τούτου εὐτυχῆσαι· δεῖ δὲ προγυμνάειν αὑτοῦ τινα τὴν ψυχὴν ἐνθάδε, ἵνα ἐκεῖ γενομένη, ὅπου αὐτὸν ἔξεστι θεάσασθαι, ὁδοῦ μὴ σφαλῇ.

ὅσοι δὲ ἄνθρωποι φιλοσώματοί εἰσιν, οὗτοι οὐκ ἄν ποτε θεάσαιντο τὴν τοῦ καλοῦ καὶ ἀγαθοῦ ὄψιν. οἷον γάρ ἐστι κάλλος, ὦ τέκνον, τὸ ⟨τοῦ⟩ μήτε σχῆμα μήτε χρῶμα [μήτε σῶμα] ἔχον⟨τος⟩.—Εἴη δ᾽ ἄν τι, ὦ πάτερ, χωρὶς τούτων καλόν; —Μόνος ὁ θεός, ὦ τέκνον, μᾶλλον δὲ τὸ μεῖζόν τι ὂν ⎡τοῦ θεοῦ τὸ ὄνομα⎤.

δαίμων γάρ τις μεγίστη τέτακται, ὦ τέκνον, ἐν μέσῳ τοῦ παντός [εἰλουμένη], πάντα περ⟨ι⟩ορῶσα τὰ ἐπὶ γῆς γινόμενα ὑπὸ τῶν ἀνθρώπων. καθάπερ ⟨γὰρ⟩ ἐπὶ τῆς θείας τάξεως ⟨ἡ⟩ [πρόνοια καὶ] ἀνάγκη τέτακται, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν

ἀνθρώπων τέτακται ἡ δίκη [ταὐτὰ ἐκείνοις ἐνεργοῦσα].

ἐκείνΗ μὲν γὰρ κρατεῖ τὴν τάξιν τῶν [[ὄντων]] ⟨ἄνω⟩, ὡς θείων ⟨⟨ὄντων⟩⟩, καὶ ἁμαρτεῖν μὴ θελόντων μηδὲ δυναμέναωνἀδύνατον γὰρ τὸ θεῖον πλανηθῆναι· [ἐξ οὗ καὶ τὸ ἀναμάρτν⟨το⟩ν συμβαίνει·] ἡ δὲ δίκη τέτακται τιμωρὸς τῶν ἐπὶ γῆς ἁμαρτανόντων.

ἀνθρώπων γὰρ γένος ⟨ἁμαρτητικόν⟩, ἅτε θνητὸν ὂν καὶ ἐκ κακῆς ὕλης συνεστός· [καὶ μάλιστα ἐκείνοις συμβαίνει τὸ ὀλισθαίνειν, οἷς θεοπτικὴ δύναμις οὐ πρόσεστιτούταων δὲ καὶ μάλιστα ἐπικρατεῖ δίκη·] καὶ τῇ ⟨μὲν⟩ είμαρμένῃ ὑπόκειται διὰ τὰς τῆς γενέσεως ἐνεργείας, τῇ δὲ δίκῃ διὰ τὰς ἐν τῷ βίῳ ἁμαρτίας.