Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

⟨⟨⟨αἱ γὰρ⟩ αἰσθήσεις [μέν] εἰσὶ παθητικαί [δέ], κατὰ αὔξησιν μόνον καὶ κατὰ μείωσιν γιγνόμεναι. τὸ δὲ πάθος καὶ ⟨ἡ⟩ αἴσθησις ἀπὸ μιᾶς κορυφῆς ἤρτηνται, εἰς δὲ τὸ αὐτὸ συνάγονται· ὑπὸ δὲ τῶν ἐνεργειῶν ⟨ἀποτελεῖται συναμφότερα⟩.⟩⟩—

Ἐν παντὶ οὖν ⟨παθητῷ⟩ σώματι αἴσθησις [αἰσθάνεται] ⟨γίνεται⟩;—Ἐν παντί, ὦ τέκνον· καὶ ⟨γὰρ⟩ ἐνέργειαι ⟨ἐν⟩ πᾶσιν ἐνεργοῦσι.—ΚἀΝ τοῖς ἀψύχοις, ὦ πάτερ;—ΚἀΝ ⟨τοῖς⟩ ἀψύχοις, ὦ τέκνον. διαφοραὶ δέ εἰσι τῶν αἰσθήσεων· αἱ μὲν ⟨γὰρ⟩ τῶν λογικῶν μετὰ λόγου γίγνονται, αἱ δὲ τῶν ἀλόγων ⎡σωματικαί⎤ εἰσι μόνον, αἱ δὲ τῶν ἀψύχων ⟨...⟩.

[[αἰσθήσεις μέν εἰσι, παθητικαὶ δέ, κατὰ αὔξησιν μόνον δὲ κατὰ μείωσιν γιγνόμεναι. τὸ δὲ πάθος καὶ αἴσθησις ἀπὸ μιᾶς κορυφῆς ἤρτηνται, εἰς δὲ τὸ αὐτὸ συνάγονται, ὑπὸ δὲ τῶν ἐνεργειῶν.]]

τῶν δὲ ἐμψύχων [ζῴων] εἰσὶ δύο ἄλλαι ⎡ἐνέργειαι⎤, αἳ παρέπονται ταῖς αἰσθήσεσι καὶ τοῖς πάθεσι, λύπη καὶ χαρά. χωρὶς τούτων ζῷον [ἔμψυχον] [καὶ μάλιστα] ⟨ἄ⟩λογ[ικ]ον αἰσθέσθαι ἀδύνατον· διὸ καὶ ἰδίας ταύτας εἶναί φημι [τῶν παθῶν ἰδέας] τῶν ⟨ἀ⟩λόγ[ικ]ων μᾶλλον ζῷων, ⟨ὡς τούτων μᾶλλον⟩ ἐπικρατούσας. [αἱ μὲν ἐνέργειαι ⟨ἀφανῶς⟩ ἐνεργοῦσιν, αἱ δὲ αἰσθήσεις τὰς ἐνεργείας ἀναφαίνουσιν.]

 αὗται δέ, οὖσαι σωματικαί, ἀνακινοῦνται ὑπὸ ⟨τῶν αἰσθήσεων, ἀντέχονται δὲ⟩ τῶν τῆς ψυχῆς ἀλόγων μερῶν· διὸ καὶ

ἀμφοτέρας φημὶ κακωτικὰς εἶναι. τό τε γὰρ χαίρειν, μεθ᾽ ἡδονῆς τὴν αἴσθησιν παρέχον, πολλῶν κακῶν εὐθέως αἴτιον συμβαίνει[ν] τῷ παθόντι· ἥ τε λύπη, ἀλγηδόνας καὶ ὀδύνας ἰσχυροτέρας παρέχ⟨ουσα, τὸν βίον λυμαίν⟩εται. διόπερ εἰκότως ἀμφότεραι κακωτικαὶ ἂν εἴησαν.—

⎡Ἡ αὐτὴ ἂν εἴη αἴσθησις ψυχῆς καὶ σώματος⎤, ὦ πάτερ; —Πῶς νοεῖς, ὦ παῖ, ψυχῆς αἴσθησιν; οὐχ ἡ μὲν ψυχὴ ἀσώματος, ἡ δὲ αἴσθησις σῶμα;—⟨...⟩ ⎡ἂν εἴη, ὦ πάτερ, ἡ αἴσθησις ἡ ἐν σώματι οὖσα τυγχάνει.⎤—Ἐὰν ἀσώματοΝ αὐτὴν θῶμεν, ὦ τέκνον, ὁμοίαν τῇ ψυχῇ αὐτὴν ἀποφανοῦμεν ἢ ταῖς ἐνεργείαις· ταῦτα γὰρ ἀσώματα ὄντα φαμὲν ἐν σώμασιν ⟨εἶναι⟩. ἡ δὲ αἴσθησις οὔτε ἐνέργειά ἐστιν οὔτε ψυχή, ⎡οὔτε ἀσώματόν τι ἄλλο παρὰ τὰ προειρημένα⎤· οὐκ ἂν οὖν εἴη ἀσώματον. εἰ δ᾽ οὐκ ἔστιν ἀσώματον, σῶμα ἂν εἴη. [τῶν γὰρ ὄντων Δεῖ τὰ μὲν σώματα εἶναι, τὰ δὲ ἀσωματα.]

Ἔφαμεν γὰρ ἐν τοῖς γενικοῖς ⟨τὰς τῶν⟩ ⟨⟨σωμάτων⟩⟩ κινήσεις τὰς μὲν ὑπὸ τῶν ⟨φυσικῶν⟩ ἐνεργειῶν, τὰς δὲ ὑπὸ τῶν [[σωμάτων]] ⟨ψυχῶν γίνεσθαι⟩.

[φαμὲν δὲ τὴν ψυχήν, ⟨⟨ἀσώματον οὖσαν,⟩⟩ ἐξ οὐσίας τινὸς [οὐχ ὕλης] γεγενῆσθαι [[ἀσώματον οὖσαν]] καὶ αὐτῆς ἀσωμάτου οὔσης. πᾶν γὰρ τὸ γενόμενον ἀναάγκη ἔκ τινος γεγενῆσθαι.]

ὅσων μὲν οὖν ⟨σωμάτων⟩ τῇ γενέσει φθορὰ ἐπακολουθεῖ, τούτοις δύο κινήσεις παρακολουθεῖν ἀνάγκη, τήν τε ⟨γινομένην ὑπὸ τῆς⟩ ψυχῆς, ὑφ᾽ ἧς κινεῖται ⟨τὸ σῶμα κατὰ τόπον⟩, καὶ τὴν [τοῦ σώματος] ⟨ὑπὸ τῆς φύσεως⟩, ὑφ᾽ ἧς αὔξεται καὶ

φθίνει, ἔτι δὲ καὶ ⟨φθαρὲν⟩ [ἀναλυθέντα] ἀναλύεται. ταύτην ὁρίζομαι τὴν κίνησιν τῶν φθαρτῶν σωμάτων.

⟨...⟩ ἡ δὲ ψυχὴ ἀεικίνητος, ὅτι ἀεὶ ⟨ἔν τε⟩ ἑαυτῇ κινεῖται καὶ ἄλλοις κίνησιν ἐνεργεῖ. κατὰ τοῦτον οὖν τὸν λόγον ἐστὶ ψυχὴ πᾶσα ἀθάνατος, καθ⟨ότι⟩ ἀεικίνητος, ⟨ἐν ἑαυτῇ⟩ ἔχουσα [κίνησιν] τὴν αὑτῆς ἐνέργειαν.

ἰδέαι δὲ ψυχῶν, θεία, ἀνθρωπίνη, ἄλογος.

ἡ μὲν οὖν θεία τοῦ θείου σώματος ⟨κινητική,...⟩ αὐτῆς ἐνέργεια· ἐν μὲν γὰρ αὐτῷ κινεῖται, καὶ [ε]αὐτὸ ⟨δὲ⟩ κινεῖ.

[[ἐπὰν γὰρ θνητῶν ζῴων ἀπαλλαγῇ, χωρισθεῖσα τῶν ἀλόγων ἑαυτῆς μερῶν, ἐξελθοῦσα εἰς τὸ θεῖον σῶμα, ὡς ἀεικίνητος ἐν αὐτῷ κινεῖται, συμπεριφερομένη τῷ παντί.]]

ἡ δὲ ἀνθρωπίνη ἔχει μέν ⟨τι⟩ καὶ [τὸ] τοῦ θείου, συνῆπται δὲ αὐτῇ καὶ τὰ ἄλογα ⟨μέρη⟩, ἥ τε ἐπιθυμία καὶ ὁ θυμός· καὶ ⟨γὰρ⟩ αὗται [μὲν ἀθάνατοι καθότι καὶ αὗται αἱ] ἐνέργειαι τυνγχάνουσιν ⟨οὖσ⟩αι, ἐνέργειαι δὲ θνητῶν σωμάτων. διὸ τοῦ [[μὲν]] θείου μέρους τῆς ψυχῆς, οὔσης ⟨⟨μὲν⟩⟩ ἐν τῷ θείῳ σώματι, πόρρω τυγχάνουσιν οὖσαι· ἐπειδὰν δὲ εἰσέλθῃ τοῦτο εἰς θνητὸν σῶμα, κἀκεῖνα ἐπιφΎεται, καὶ τῇ παρουσίᾳ αὐτῶν γίνεται [ἀεὶ] ⟨κακὴ ἡ⟩ ψυχή [ἀνθρωπίνη].

⟨⟨ἐπὰν γὰρ ⟨τοῦ⟩ θνητο῀Υ ϲώΜατοϲ ἀπαλλαγῇ, χωρίΖεται τῶν ἀλόγων ἑαυτῆς μερῶν, εἰϲελθοῦσα ⟨δὲ⟩ εἰς τὸ θεῖον σῶμα, ὡς ἀεικίνητος ⟨οὖσα⟩ ἐν αὐτῷ κινεῖται, συμπεριφερομένη τῷ παντί.⟩⟩

ἡ δὲ τῶν ἀλόγων συνέστηκεν ἐκ θυμοῦ τε καὶ ἐπιθυμίας. διόπερ καὶ ἄλογα ἐκλήθη τὰ ζῷα ταῦτα, στερήσει τοῦ [α]λογ⟨ικ⟩οῦ τῆς ψνχῆς.

τετάρτην δὲ νόει τὴν τῶν ἀψύχων ⟨ἐνέργειαν⟩, ἥτις ἔξωθεν οὖσα τῶν σωμάτων ἐνεργεῖ κινοῦσα. αὕτη δ᾽ ἂν εἴη ἡ ἐν τῷ θείῳ σώματι κινουμένη ⟨ψυχή⟩, καὶ ὥσπερ κατὰ πάροδον ταῦτα κινοῦσα.—

Ὀρθῶς ταῦτα ἀπέδειξας, ὦ πάτερ· ἐκεῖνο δὲ ἔτι με δίδαξον. ἔφης γάρ που τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἐνεργείαϲ εἶναι τοῦ λογικοῦ. νῦν δὲ φὴς τὰ ἄλογα ζῷα στερήσει τοῦ λογικοῦ ἄλογα εἶναι καὶ κεκλῆσθαι· δῆλον ⟨δ᾽⟩ ὅτι ἀνάγκη κατὰ τοῦτον τὸν λόγον τὰ ἄλογα ζῷα μὴ μετέχειν ἐπιστήμης μηδὲ τέχνης, διὰ τὸ ἐστερῆσθαι τοῦ λογικοῦἄνάγκη γάρ, ὦ τέκνον.

—Πῶς οὖν ὁρῶμεν, ὦ πάτερ, τινὰ τῶν ἀλόγων ἐπιστήμῃ καὶ τέχῃ χρώμενα, οἷον τοὺς μύρμηκας τὰς τροφὰς ἀποθησαυριζομένους [τοῦ χειμῶνος], καὶ τὰ ἀέρια ζῷα ὁμοίως καλιὰς ἑαυτοῖς συντιθέντα, τὰ δὲ τετράποδα γνωρίζοντα τοὺς φωλεοὺς τοὺς ἰδίους;

—Ταῦτα, ὦ τέκνον, οὐκ ἐπιστήμῃ οὐ⟨δὲ⟩ τέχνῃ ποιεῖ, ἀλλὰ φύσει. ἡ γὰρ ἐπιστήμη καὶ ἡ τέχνη διδακτ[ικ]ά εἰσι· ταῦτα δὲ τῶν ἀλόγων [οὐδεὶς] οὐδὲν διδάσκεται. ⟨καὶ⟩ τὰ ⟨⟨μὲν⟩⟩ [δὲ] φύσει γιγνόμενα ἐνεργείᾳ [[μὲν]] γίγνεται καθολικῇ· τὰ δὲ ἐπιστήμῃ καὶ τέχνῃ ⟨⟨γιγνόμενα⟩⟩ [εἰδόσι] ⟨τισὶ⟩ παραγίγνεται, οὐ πᾶσι [[γιγνόμενα]] [[ὑπὸ φύσεως ἐνεργεῖται]].

οἷον οἱ ἄνθρωποι ⟨πάντες⟩ ἄνω βλέπουσιν· ⟨τοῦτο μὲν γὰρ⟩ ⟨⟨ὑπὸ φύσεως ἐνεργεῖται·⟩⟩ οὐ πάντες δὲ ἄνθρωποι μουσικοί, οὐδὲ πάντες τοξόται ἢ κυνηγοί, οὐδὲ τὰ ἄλλα πάντα ⟨πράττουσι πάντες⟩, ἀλλὰ τινὲς αὐτῶν, ⟨ὅσοι⟩ τι ἔμαθον, ἐπιστήμης καὶ τέχνης ἐνεργούσης.