Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

[[ἐνέργειαι γάρ, ὦ Τάτ, ἀσώματοι αὐταὶ οὖσαι, ἐν σώμασίν εἰσι, καὶ διὰ τῶν σωμάτων ἐνεργοῦσι. διόπερ, ὦ Τάτ, καθότι ἀσώματοί εἰσι, καὶ ἀθανάτους αὐτὰς φὴς εἶναι· καθότι δὲ χωρὶς σωμάτων ἐνεργεῖν οὐ δύνανται, φημὶ αὐτὰς εἶναι ἀεὶ ἐν σώματι.]]

[τὰ γὰρ πρός τι ἢ ἕνεκά τινος γενόμενα προνοίᾳ καὶ ἀνάγκῃ ὑποπεπτωκότα.]

[ἀδύνατον ἀργά ποτε μεῖναι τῆς ἰδίας ἐνεργείας. τὸ γὰρ ὂν ἀεὶ ἔσται. τοῦτο γὰρ αὐτοῦ καὶ σῶμα καὶ ζωή ἐστι.]

[[τούτῳ τῷ λόγῳ ἕπεται τὸ καὶ ἀεὶ τὰ σώματα εἶναι. διὸ καὶ αὐτὴν τὴν σωμάτωσίν φημι ἀιδίαν ἐνέργειαν εἶναι. εἰς γὰρ σώματα ἐπίγεια διαλυτά, σώματα δὲ δεῖ εἶναι, τόπους καὶ ὄργανα τῶν ἐνεργειῶν ταῦτα, αἱ δὲ ἐνέργειαι ἀθάνατοι, τὸ δὲ ἀθάνατον ἀεὶ ἔστιν, ἐνέργεια καὶ ἡ σωματοποίησις, εἴ γε ἀεὶ ἔστι.]]

[[παρέπονται δὲ τῇ ψυχῇ οὐκ ἀθρόως παραγιγνόμεναι ἀλλὰ τινὲς μὲν αὐτῶν ἅμα τῷ γενέσθαι τὸν ἄνθρωπον ἐνεργοῦσιν, ὁμοῦ τῇ ψυχῇ περὶ τὰ ἄλογα οὖσαι, αἱ δὲ καθαρώτεραι ἐνέργειαι κατὰ μεταβολὴν τῆς ἡσυχίας τῷ λογικῷ μέρει τῆς ψυχῆς συνεργοῦσαι.]]

[[αὗται δὲ αἱ ἐνέργειαι τῶν σωμάτων εἰσὶν ἠρτημέναι. καὶ ἀπὸ μὲν τῶν θείων σωμάτων ἔρχονται εἰς τὰ θνητὰ αὗται αἱ σωματοποιοῦσαι, ἑκάστη δὲ αὐτῶν ἐνεργεῖ ἢ περὶ τὸ σῶμα ἢ τὴν ψυχήν. καὶ αὐτῇ μέντοι τῇ ψυχῇ σνγγίγνονται χωρὶς σώματος· ἀεὶ δὲ ἐνέργειαί εἰσιν, οὐκ ἀεὶ δὲ ἡ ψυχὴ ἐν σώματι θνητῷ ἐστι· δύναται γὰρ χωρὶς τοῦ σώματος εἶναι· αἱ δὲ ἐνέργειαι χωρὶς τῶν σωμάτων οὐ δύνανται εἶναι.]]

ἱερὸς λόγος [ἐστὶν [[ὦ τέκνον]] οὗτος].

Συνεστάναι μέν, ⟨⟨ὦ τέκνον,⟩⟩ σῶμα χωρὶς ψυχῆς οὐ δύναται, τὸ δὲ ⟨ἐνεργ⟩εῖϲθαι δυνατόΝ.—Πῶς τοῦτο λέγεις, ὦ πάτερ;—Οὕτω νόησον, ὦ Τάτ. τῆς ψυχῆς χωρισθείσης τοῦ σώματος, ἐπιμένει αὐτὸ τὸ σῶμα. τοῦτο δὲ τὸ σῶμα παρὰ τὸν τῆς ἐπιμονῆς χρόνον ἐνεργεῖται, διαλυόμενον καὶ ἀειδὲς γιγνόμενον. ταῦτα δὲ οὐ δύναται πάσχειν τὸ σῶμα χωρὶς ἐνεργείας. ἐπιμένει οὖν ⟨ἐν⟩ τῷ σώματι ἡ ἐνέργεια, [αυ]τῆ⟨ς⟩ ψυχῆς χωρισθείσης.

αὕτη οὖν ἡ διαφορὰ ἀθανάτου σώματος καὶ θνητοῦ, ὅτι τὸ μὲν ἀθάνατον ἐκ μιᾶς ὕλης συνέστηκε, τὸ δὲ οὔ· καὶ τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει. ⟨καὶ τὸ μὲν κρατεῖ, τὸ δὲ κρατεῖται·⟩ πᾶν γὰρ τὸ ἐνεργοῦν

κρατεῖ, τὸ δὲ ἐνεργούμενον κρατεῖται. καὶ τὸ μὲν κρατοῦν, [ἐπιτακτικὸν καὶ] ἐλεύθερον ⟨ὄν⟩, ἄγει, τὸ δὲ ⟨κρατούμενον⟩, δοῦλον ⟨ὄν⟩, φέρεται.

⟨κ⟩αὶ μῊν ⟨αἱ⟩ ἐνέργειαι οὐ μόνον τὰ ἔμψυχα ἐνεργοῦσι σώματα, ⟨⟨ἀλλ⟨ὰ⟩⟩⟩ καὶ τὰ ἄψυχα, ⟨τὰ⟩ ξύλα καὶ τοὺς λίθους καὶ τὰ [[ἄλλ’]] ὅμοια, αὔξουσαί τε [καὶ καρποφοροῦσαι] καὶ πεπαίνουσαι, καὶ φθείρουσαι καὶ τήκουσαι καὶ σήπουσαι καὶ θρύπτουσαι, καὶ τὰ ὅμοια ἐνεργοῦσαι, ὅσα δύναται σώματα ἄψυχα πάσχειν. ἐνέργεια γὰρ κέκληται, ὦ τέκνον, αὐτὸ τοῦτο, ⟨τὸ δι᾽ οὗ γίγνεται⟩ ὅ τί ποτέ ἐστι τὸ γιγνόμενον.

ἀεὶ δὲ γίγνεσθαι δεῖ [καὶ] πολλά, μᾶλλον δὲ πάντα. οὐδέποτε γὰρ χηρεύει τῶν ὄντων τινὸς ὁ κόσμος, ἀεὶ δὲ φερόμενος, ⟨ἀεὶ⟩ ἐν ἑαυτῷ κυίσκει τὰ ὄντα [οὐδέποτε ἀπολειφθησόμενα αὐτοῦ τῆς φ[θ]ορᾶς]. * * * * *

πᾶσα οὖν ἐνέργεια νοείσθω ὡς [ἀεὶ] ἀϲάΜατος οὖσα, ἥτις ἂν ᾖ ἐν οἱῳδήποτε σώματι.

⟨⟨ἐνέργειαι γάρ, ὦ Τάτ, ἀσώματοι αὐταὶ οὖσαι, ἐν σώμασίν εἰσι, καὶ διὰ τῶν σωμάτων ἐνεργοῦσι. διόπερ, ὦ Τάτ, καθότι ⟨μὲν⟩ ἀσώματοί εἰσι, καὶ ἀθανάτους αὐτάς φηΜι εἶναι, καθότι δὲ χωρὶς σωμάτων ἐνεργεῖν οὐ δύνανται, φημὶ αὐτὰς εἶναι ἀεὶ ἐν σώματι.⟩⟩

⟨⟨τούτῳ τῷ λόγῳ ἕπεται [τὸ] καὶ ⟨τὸ⟩ ἀεὶ [τὰ] σώματα εἶναι. διὸ καὶ [αὐτὴν] τὴν σωματο⟨ποίη⟩σίν φημι ἀιδίαν [ἐνέργειαν] εἶναι. εἰ[ς] γὰρ σώματα ἐπίγεια διαλυτά, σώματα δὲ δεῖ εἶναι, τόπους καὶ ὄργανα τῶν ἐνεργειῶν [ταῦτα] ⟨ὑπάρξοντα⟩, αἱ δὲ ἐνέργειαι ἀθάνατοι, τὸ δὲ ἀθάνατον ἀεὶ ἔστι[ν ἐνέργεια], καὶ ἡ σωματοποίησις [εἴ γε] ἀεὶ ἔστι.⟩⟩

⟨⟨αὐταὶ δῊ ⟨⟨ἀ[ι]σώματ[οπ]οι οὖσαι⟩⟩ αἱ ἐνέργειαι τῶν σωμάτων εἰσὶν ἠρτημέναι· καὶ ⟨γὰρ⟩ ἀπὸ [μὲν] τῶν θείων σωμάτων ἔρχονται εἰς τὰ θνητά [αὗται] [[αἱ σωματοποιοῦσαι]]· ἑκάστη δὲ αὐτῶν ἐνεργεῖ ἢ περὶ τὸ σῶμα ἢ τὴν ψυχήν. καὶ

αὐτῇ ⟨γὰρ⟩ [[μέντοι]] τῇ ψυχῇ συγγίγνονται, ⟨οὐ⟩ ⟨⟨μέντοι⟩⟩ χωρὶς σώματος. [ἀεὶ δὲ ἐνέργειαί εἰσιν.] οὐκ ἀεὶ δὲ ἡ ψυχὴ ἐν σώματί [θνητῷ] ἐστι, δύναται γὰρ χωρὶς τοῦ σώματος εἶναι· αἱ δὲ ἐνέργειαι χωρὶς τῶν σωμάτων οὐ δύνανται εἶναι.⟩⟩

⟨⟨παρέπονται δὲ τῇ ψυχῇ οὐκ ἀθρόως παραγιγνόμεναι· ἀλλὰ τινὲς μὲν αὐτῶν ἅμα τῷ γενέσθαι τὸν ἄνθρωπον [ἐνεργοῦσι] ⟨παραγίγνονται⟩, ὁμοῦ τῇ ψυχῇ ⟨εἰσελθοῦσαι, καὶ⟩ περὶ τὰ ἄλογα ⟨μέρη ἐνεργ⟩οῦσαι, αἱ δὲ καθαρώτεραι ἐνέργειαι κατὰ μεταβολὴν τῆς ἡλικίας, τῷ λογικῷ μέρει τῆς ψυχῆς συνεργοῦσαι.⟩⟩

τῶν δὲ ἐνεργειῶν αἱ μέν εἰσι τῶν θείων σωμάτων ⟨ἐνεργητικαί⟩, αἱ δὲ τῶν φθαρτῶν· καὶ ⟨τῶν εἰς τὰ φθαρτὰ ἐνεργουσῶν⟩ αἱ μὲν καθολικαὶ, ⟨αἱ δὲ γενικαί,⟩ αἱ δὲ ⟨ε⟩ἰδικαί. [καὶ αἱ μὲν τῶν γενῶν, αἱ δὲ [τῶν μερῶν] ἑνὸς ἑκάστου.] θεῖαι μὲν οὗν εἰσιν αἱ εἰς τὰ ⟨ἀ⟩ίδια σώματα ἐνεργοῦσαι· αὗται δὲ καὶ τέλειαί εἰσιν, ὡς εἰς τέλεια σώματα. ⟨καθολικαὶ δὲ αἱ εἰς τὰ φθαρτὰ σύμπαντα·⟩ ΓεΝικαὶ δὲ αἱ δι᾽ ἑνὸς ἑκάστου γένους τῶν ζῴων· ⟨ε⟩ἰδικαὶ δὲ αἱ εἰς ἕκαστόν ⟨⟨τι⟩⟩ τῶν ὄντων [[τι]].

οὗτος ὁ λόγος, ὦ τέκνον, συνάγει πάντα μεστὰ εἶναι ἐνεργειῶν. εἰ γὰρ [ἀνάγκη τὰς ἐνεργείας ἐν σώμασιν εἶναι] πολλὰ [δὲ] σώματα ἐν κόσμῳ, πλείους φημὶ εἶναι τὰς ἐνεργείας τῶν σωμάτων. ἐν ἑνὶ γὰρ πολλάκις σώματί ἐστι μία καὶ δευτέρα καὶ τρίτη ⟨...⟩, χωρὶς τῶν ⟨τῇ γενέσει⟩ ἑπομένων καθολικῶν· καθολικὰς γὰρ ἐνεργείας φημὶ τὰς ⟨τῶν⟩ ὄντωΝ σωματ⟨ωτ⟩ικάς [[διὰ δὲ τῶν αἰσθήσεων καὶ τῶν κινήσεων γινομένας]]· χωρὶς γὰρ τούτων τῶν ἐνεργειῶν τὸ σῶμα συστῆναι οὐ δυνατόν. ἕτεραι δέ εἰσιν ⟨ε⟩ἰδικαὶ ἐνέργειαι ⎡ταῖς ψυχαῖς τῶν ἀνθρώπων διὰ τεχνῶν καὶ ἐπιστημῶν καὶ ἐπιτηδευμάτων καὶ ἐνεργημάτων⎤ ⟨......⟩

⟨⟨διὰ δὲ τῶν αἰσθήσεων [καὶ τῶν κινήσεων] ⟨φανερὰς⟩ γινομένας·⟩⟩ παρέπονται γὰρ ταῖς ἐνεργείαις [κ]αἱ αἰσθήσεις, μᾶλλον δὲ ἀποτελέσματα τῶν ἐνεργειῶν ⟨αἱ⟩ αἰσθήσεις εἰσί.

νόησον οὖν, ὦ τέκνον, διαφορὰν ἐνεργείας ⟨καὶ αἰσθήσεως. ἡ μὲν γὰρ ἐνέργεια⟩ ἄνωθεν πέμπεται· ἡ δὲ αἴσθησις, ἐν τῷ σώματι οὖσα, καὶ ἀπὸ τούτου τὴν οὐσίαν ἔχουσα, δεξαμένη

τὴν ἐνέργειαν φανερὰν ποιεῖ, καθάπερ αὐτὴν σαωματοποιήσασα. διόπερ ⟨τὰς μὲν ἐνεργείας ἀσωμάτους καὶ ἀθανάτους,⟩ τὰς ⟨δὲ⟩ αἰσθήσεις καὶ σωματικὰς καὶ θνητάς φημι εἶναι, ⟨ἐπὶ⟩ τοσοῦτον συνεστώσας ὅσον καὶ τὸ σῶμα· καὶ γὰρ συγγεννῶνται τῷ σώματι αἱ αἰσθήσεις καὶ συναποθνήσκουσι.

⟨⟨καὶ τὰ μὲν⟩⟩ ⟨θνητὰ σώματα αἴσθησιν ἔχει·⟩ τὰ δὲ ἀθάνατα σώματα [[αὐτὰ μὲν]] αἴσθησιν οὐκ ἔχει, ὡς ἐξ οὐσίας ⟨οὐ⟩ τοιαύτης συνεστῶτα. ἡ γὰρ αἴσθησις οὐδ᾽ ὅλως ἄλου ἐστὶ [σωματικὴ] ⟨καταληπτικὴ⟩ ἢ τοῦ προσγινομένου τῷ σώματι [κακοῦ ἢ τοῦ ἀγαθοῦ], ἢ τοῦ πάλιν αὖ ἀπογινομένου· τοῖς δὲ ἀιδίοις σώμασιν οὔτε προσγίνεταί ⟨τι⟩ οὔτε ἀπογίνεται· διὸ αἴσθησις ἐν ἐκείνοις οὐ γίνεται.