Ὅροι Ἀσκληπιοῦ πρὸς Ἄμμωνα βασιλέα

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ἄρξομαι δὲ τοῦ λόγου ἔνθεν, τὸν θεὸν ἐπικαλεσάμενος τὸν τῶν ὅλων δεσπότην καὶ ποιητὴν καὶ πατέρα καὶ περίβολον, [καὶ πάντα ὄντα] τὸν [ἕνα] καὶ ἕνα ὄντα ⟨καὶ⟩ τὰ πάντα, [[τῶν πάντων γὰρ τὸ πλήρωμα ἕν ἐστι]] [καὶ ἐν ἑνί] οὐ ⎡δευτεροῦντος⎤ τοῦ ἑνός, ἀλλ᾽ ἀμφοτέρων ἑνὸς ὄντος· ⟨⟨τῶν πάντων γὰρ τὸ πλήρωμα ἕν ἐστι.⟩⟩ καὶ τοῦτόν μοι τὸν νοῦν διατήρησον, ὦ βασιλεῦ, παρ᾽ ὅλην τὴν τοῦ λόγου πραγματείαν. ἐὰν γάρ τις ἐπιχειρήσῃ τά πάντα [καὶ ἓν ⎡δοκοῦντι⎤ καὶ ταὐτὸν εἶναι] τοῦ ἑνὸς χωρίσαι, ἐκδεξάμενος τὴν τῶν πάντων προσηγορίαν ἐπὶ πλήθους, οὐκ ἐπὶ πληρώματος, [[ὅπερ ἐστὶν ἀδύνατον,]] τὸ πᾶν τοῦ ἑνὸς λύσας ἀπολέσει τὸ πᾶν· ⟨⟨ὅπερ ἐστὶν ἀδύνατον.⟩⟩ πάντα γὰρ ἓν εἶναι δεῖ, εἴ γε [ἓν] ἔστιν,—ἔστι δέ, καὶ οὐδέποτε παύεται [ἓν] ὄντα,—ἵνα μὴ τὸ πλήρωμα λυθῇ.