Ὅροι Ἀσκληπιοῦ πρὸς Ἄμμωνα βασιλέα

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ὁ δὲ λόγος τῇ πατρῴᾳ διαλέκτῳ ἑρμηνευόμενος ἔχει σαφῆ

τὸν τῶν λόγων νοῦν· καὶ γὰρ αὐτὸ τὸ τῆς φωνῆς ποιὸν ⟨...⟩, καὶ ἡ τῶν Αἰγυπτίων ὀνομάτων ⎡δύναμις⎤ ἐν ἑαυτῇ ἔχει τὴν ἐνέργειαν τῶν λεγομένων. ὅσον οὖν δύνατόν ἐστί σοι, βασιλεῦ,—πάντα δὲ δύνασαι,—τὸν λόγον διατήρησον ἀνερμήνεντον, ἵνα μήτε εἰς Ἕ λληνας ἔλθῃ τοιαῦτα μυστήρια, μήτε ἡ τῶν Ἑλλήνων ⎡ὑπερήφανος⎤ φράσις καὶ ἐκλελυμένη καὶ ὥσπερ κεκαλλωπισμένη ἐξίτηλον ποιήσῃ τὸ σεμνὸν καὶ στιβαρὸν καὶ τὴν ἐνεργητικὴν τῶν ὀνομάτων φράσιν. Ἕλληνες γάρ, ὦ βασιλεῦ, λόγους ἔχουσι κενοὺς ἀποδείξεων [ἐνεργητικούς]· καὶ αὕτη ἐστὶν ⟨ἡ⟩ Ἑλλήνων φιλοσοφία, λόγων ψόφος. ἡμεῖς δὲ οὐ λόγοις χρώμεθα, ἀλλὰ φωναῖς με[γι]σταῖς [τῶν] ἔργων.