Πρὸς τὸν υἱὸν Τὰτ ἐν ὄρει λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας καὶ σιγῆς ἐπαγγελίας
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
[[διὰ τὸν λόγον τοῦτον τὸν περὶ τῆς παλιγγενεσίας εἰς ὃν ὑπεμνηματισάμην, ἵνα μὴ ὦμεν διάβολοι τοῦ παντὸς εἰς τοὺς πολλούς, εἰς οὓς ὁ θεὸς αὐτὸς θέλει.]]
Εἰπέ μοι, ὦ πάτερ, τὸ σῶμα τοῦτο τὸ ἐκ δυνάμεων συνεστὸς λύσιν ἕζει ποτέ; —Εὐφήμησον, καὶ μὴ ἀδύνατα φθέγγου, ἐπεὶ [ἁμαρτήσεις καὶ] ἀσεβή⟨σεις. μὴ ἐσβέσ⟩θη [σεται] σου ὁ ὀφθαλμὸς τοῦ νοῦ; τὸ αἰσθητὸν τῆς φύσεως σῶμα πόρρωθέν ἐστι [τῆς] ⟨τοῦ⟩ οὐσιώδους [γενέσεως]· τὸ μὲν γάρ ἐστι διαλυτόν, τὸ δὲ ἀδιάλυτον, καὶ τὸ μὲν θνητόν, τὸ δὲ ἀθάνατον. ἀγνοεῖς ὅτι θεὸς πέφυκας καὶ τοῦ ἑνὸς παῖς, ὃ κάγώ;—
Ἐβουλόμην, ὦ πάτερ, τὴν διὰ τοῦ ὕμνου εὐλογίαν ⟨μαθεῖν⟩, ἥν, ⟨⟨καθὼς⟩⟩ ἔφης, ἐπὶ τὴν ὀγδοάδα γενομένου ϲου ἀκούσ⟨εσθ⟩αί ⟨σε⟩ τῶν δυνάμεων [[καθὼς]] [ὀγδοάδα] ὁ Ποιμάνδρης ἐθέσπισε.—⟨Ὦ⟩ τέκνον, καλῶς σπεύδεις· ⟨⟨κεκάθαρϲαι γάρ,⟩⟩ λυσάΜ⟨ενος⟩ τὸ σκῆνος [[κεκαθαρμένος γάρ.]] ὁ Ποιμάνδρης, ὁ τῆς αὐθεντίας νοῦς, πλέον μοι τῶν ἐγγεγραμμένων οὐ παρέδωκεν, εἰδὼς ὅτι ἀπ᾽ ἐμαυτοῦ δυνήσομαι πάντα νοεῖν, καὶ ἀκούειν ὧν βούλομαι, καὶ ὁρᾶν τὰ πάντα· καὶ ἐπέτρεψέ μοι ἐκεῖνος ⎡ποιεῖν τὰ καλά.⎤ διὸ [κ] αἱ ἐν πᾶσι[ν αἱ] δυνάμεις καὶ ἐν ἐμοὶ ᾄδουσι.—Θέλω, πάτερ, ἀκοῦσαι ⟨⟨ταῦτα⟩⟩, καὶ βούλομαι [[ταῦτα]] νοῆσαι.
—Ἡσύχασον, ὦ τέκνον, καὶ τῆς ἁρμοζούσης ⟨⟨τ῀ιΗ παλιγγενεσίᾳ⟩⟩ νῦν ἄκουε εὐλογίας τὸν
ὕμνον [[τῆς παλιγγενεσίας]], ὃν οὐκ ἔκρινα οὕτως εὐκόλως ἐκφάναι ⟨⟨σοι⟩⟩ [[εἰ μὴ [[σοι]] ἐπὶ τέλει τοῦ παντός]].[ὅθεν τοῦτο οὐ διδάσκεται, ⟨⟨εἰ μὴ ἐπὶ τέλει τοῦ παντός,⟩⟩ ἀλλὰ κρύπτεται ἐν σιγῇ.] [οὕτως οὖν, [ὦ τέκνον,] στὰς ἐν ὑπαίθρῳ τόπῳ, νότῳ ἀνέμῳ ἀποβλέπων, περὶ καταφορὰν ἡλίου [δύνοντος] προσκύνει· ὁμοίως ⟨δὲ⟩ καὶ ἀνιόντος πρὸς ἀπηλιώτην.] [ἡσύχασον, ὦ τέκνον.]