Πρὸς τὸν υἱὸν Τὰτ ἐν ὄρει λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας καὶ σιγῆς ἐπαγγελίας
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
ἐν οὐρανῷ εἰμι, ἐν γῇ, ἐν ὕδατι, ἐν ἀέρι· ἐν ζῴοις εἰμί, ἐν φυτοῖς· ἐν γαστρί, πρὸ γαστρός, μετὰ γαστέρα· πανταχοῦ ⟨πάρειμι⟩.—⟨⟨Ἔγνωκας, ὦ τέκνον, τῆς παλιγγενεσίας τὸν τρόπον.⟩⟩—
[Ἀλλ᾽ ἔτι τοῦτό μοι εἰπέ, πῶς αἱ τιμωρίαι τοῦ σκότους, οὖσαι ἀριθμῷ δώδεκα, ὑπὸ δέκα δυνάμεων ἀπωθοῦνται. τίς ὁ τρόπος, ὦ τρισμέγιστε;
—Τὸ σκῆνος τοῦτο, [[καὶ]] ὦ τέκνον, ὃ ⟨⟨καὶ⟩ διεξεληλύθαμεν, ἐκ τοῦ ζῳοφόρου κύκλου συνέστη, [[καὶ τούτου συνεστῶτος ἐξ ἀριθμῶν δώδεκα ὄντων τὸν ἀριθμόν,]] ⟨γεννῶντος⟩ φύσεως μιᾶς παντομόρφου⟨ς⟩ ἰδέας εἰς πλάνην τοῦ ἀνθρώπου· ⟨⟨καὶ τούτου συνεστῶτος ἐκ ΖῳΔίων δώδεκα ὄντων τὸν ἀριθμόν,⟩⟩ διαζυγ⟨ί⟩αι ἐν αὐταῖς εἰσιν, ὦ τέκνον, ⟨δώδεκα.⟩ ⟨⟨εἰσὶ δὲ καὶ ἀδιορίστοι,⟩⟩ ἡνωμέναι ἐν τῇ πράξει· ἀχώριστος ⟨γάρ⟩ ἐστιν ἡ προτπέτεια τῆς ὁρΜῆς. [[εἰσὶ δὲ καὶ ἀδιόριστοι]] εἰκότως οὖν [[κατὰ τὸν ὄρθον λόγον]] τὴν ἀπόστασιν ποιοῦνται, καθὼς ⟨εἶπον, ἀθρόως⟩. καὶ ⟨⟨κατὰ [τὸν ὄρθον] λόγον⟩⟩ ἀπὸ δέκα δυνάμεων ἐλαύνοΝται, τουτέστιν ἀπὸ τῆς δεκάδος·
ἡ γὰρ δεκάς, ὦ τέκνον, ἐστὶ ψυχογόνος. ζωὴ δὲ καὶ φῶς ἡνωμέναι εἰσὶν ἑνὰϲ· ὁ ⟨δὲ⟩ τῆς ἑνάδος ἀριθμὸς πέφυκε τοῦ [πνεύματος] ⟨τῆς δεκάδος ἀρχή⟩. ἡ ἑνὸς οὖν κατὰ λόγον τὴν δεκάδα ⟨ἐμπερι⟩έχει [καὶ ἡ δεκὰς τὴν ἑνάδα].][[Πάτερ, τὸ πᾶν ὁρῶ καὶ ἐμαυτὸν ἐν τῷ νοΐ.]] [[ Aὕτη ἐστὶν ἡ παλιγγενεσία, ὦ τέκνον, τὸ μηκέτι φαντάζεσθαι εἰς τὸ σῶμα τὸ τριχῆ διαστατόν.]]