Περὶ νοῦ κοινοῦ πρὸς Τάτ
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
σὺ δὲ νόει, καὶ τὸν λόγον τοῦτον ἀνένεγκαι πρὸς τὴν πεῦσιν ἣν ἐπύθου μου ἐν τοῖς ἔμπροσθεν, λέγω δὲ περὶ τῆς εἱμαρμένης [τοῦ νοῦ]. ἐὰν γὰρ τοὺς ἐριστικοὺς λόγους ἀκριβῶς ἀφέλῃ, ὦ τέκνον, εὑρήσεις ὅτι ἀληθῶς πάντων ἐπικρατεῖ ὁ νοῦς [ἡ τοῦ θεοῦ ψυχή], καὶ εἱμαρμένης, καὶ νόμου, καὶ τῶν ἄλλων πάντων· καὶ οὐδὲν αὐτῷ ἀδύνατον, οὔτε εἱμαρμένης ὑπεράνω θε⟨ῖναι⟩ [νοῦν] ψυχὴν ἀνθρωπίνην, οὔτε ἀμελήσασαν, ἅπερ συμβαίνει, ὑπὸ τὴν εἱμαρμένην ⟨θ⟩εῖναι. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον λελέχθω. [τὰ τοῦ Ἀγαθοῦ Δαίμονος ἄριστα.]—
Καἱ θείως, ὦ πάτερ, ταῦτα, καὶ ἀληθῶς καὶ ὠφελίμως.
ἐκεῖνο δέ μοι ἔτι διασάφησον· ἔλεγες γὰρ τὸν νοῦν ἐν τοῖς ἀλόγοις ζῴοις φύσεως δίκην ἐνεργεῖν, συνεργοῦντα αὐτῶν ταῖς ὁρμαῖς. αἱ δὲ ὁρμαὶ τῶν ἀλόγων ζῴων, ὡς οἶμαι, πάθη εἰσίν· εἰ δὲ καὶ ὁ νοῦς συνεργεῖ ταῖς ὁρμαῖς, αἱ δὲ ὁρμαὶ πάθη, καὶ ὁ νοῦς ἄρα παθ⟨ητ⟩ός ἐστι, συγχρω[μα]τίζων τοῖς πάθεσιν.—Εὖγε, ὦ τέκνον· γενναίως πυνθάνῃ, δίκαιον δὲ κἀμὲ ἀποκρίνασθαι.