Περὶ νοῦ κοινοῦ πρὸς Τάτ

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

καὶ πάντες μὲν ἄνθρωποι πάσχουσι τὰ εἱμαρμένα· οἱ δὲ ἐλλόγιμοι, ὧν ἔφαμεν τὸν νοῦν ἡγεμονεύειν, οὐχ ὁμοίως τοῖς ἄλλοις πάσχουσιν, ἀλλὰ τῆς κακίας ἀπηλλαγμένοι· οὐ ⟨γὰρ⟩ κακοὶ ὄντες πάσχουσι.—Πῶς πάλιν λέγεις, ὦ πάτερ; ὁ μοιχὸς οὐ κακός; ὁ φονεὺς οὐ κακός, καὶ οἱ ἄλλοι πάντες; —Ἀλλ᾽ ὁ ἐλλόγιμος, ὦ τέκνον, οὐ μοιχεύσας πείσεται, ἀλλ᾽ ὡς ⟨ὁ⟩ μοιχεύσας, οὐδὲ φονεύσας, ἀλλ᾽ ὡς ⟨ὁ⟩ φονεύσας. καὶ ⎡ποιότητα⎤ μεταβολῆς ἀδύνατόν ἐστι διεκφυγεῖν, ὥσπερ καὶ γενέσεως· κακίαν δὲ τῷ νοῦν ἔχοντι διεκφυγεῖν ἔστι.

[διὸ] καὶ τοῦ Ἀγαθοῦ Δαίμονος, ὦ τέκνον, ἐγὼ ἤκουσα λέγοντος ἃ εἰ καὶ [εἰ] ἐγγράφως ⟨ἐξ⟩εδεδώκει, πάνυ ἂν τὸ τῶν ἀνθρώπων γένος ὠφελήκει· ἐκεῖνος γὰρ μόνος, ὦ τέκνον, [[ἀληθῶς]] ὡς

πρωτόγονος θεός, τὰ πάντα κατιδών, θείους ⟨⟨ἀληθῶς⟩⟩ λόγους ἐφθέγξατο. ἤκουσα γοῦν αὐτοῦ ποτε λέγοντος ὅτι ⎡ἕν ἐστι τὰ πάντα, καὶ μάλιστα νοητὰ σώματα· ζῶμεν δὲ δυνάμει καὶ ἐνεργείᾳ καὶ αἰῶνι. καὶ ὁ νοῦς τούτου ἀγαθός ἐστιν, ὅπερ ἐστὶν αὐτοῦ καὶ ψυχή· τούτου δὲ τοιούτου ὄντος, οὐδὲν διαστατὸν τῶν νοητῶν· ὡς οὖν δυνατὸν νοῦν, ἄρχοντα πάντων, καὶ ψυνχὴν ὄντα τοῦ θεοῦ, ποιεῖν ὅπερ βούλεται⎤.