Κλείς

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ψυχὴ δὲ ἀνθρωπίνη, οὐ πᾶσα μέν, ἡ δὲ εὐσεβής, δαιμονία τίς ἐστι καὶ θεία· καὶ ἡ τοιαύτη ψυχή, [[μετὰ τὸ ἀπαλλαγῆναι τοῦ σώματος]] τὸν τῆς εὐσεβείας ἀγῶνα ἀγωνισαμένη, —ἀγὼν δὲ εὐσεβείας τὸ γνῶναι τὸν θεὸν καὶ μηδένα ἀνθράώπαων ἀδικῆσαι,—ὅλη νοῦς γίνεται· ⟨καὶ⟩ ⟨⟨μετὰ τὸ ἀπαλλαγῆναι τοῦ σώματος,⟩⟩ ⟨⟨ὅταν δαίμων γένηται, πυρίνου τυχεῖν σώματος τέτακται πρὸς τὰς τοῦ θεοῦ ὑπηρεσίας.⟩⟩ ἡ δὲ ἀσεβὴς ψυχὴ μένει ἐπὶ τῆς ἰδίας οὐσίας, ὑφ᾽ ἑαυτῆς κολαρμένη, καὶ γήινον σῶμα ζητοῦσα εἰς ὃ εἰσέλθῃ.

ἀνθρώπινον δέ· ἄλλο γὰρ σῶμα οὐ χωρεῖ ἀνθρωπίνην ψυχήν. οὐδὲ θέμις ἐστὶν εἰς ἀλόγου ζῴου σῶμα ψυχὴν ἀνθρωπίνην καταπεσεῖν· θεοῦ γὰρ νόμος οὗτος, φυλάσσειν ψυχὴν ἀνθρωπίνην ἀπὸ τῆς τοιαύτης ὕβρεως.

—Πῶς οὖν κολάζεται, ὦ πάτερ, ἀνθρωπίνη ψυχή;—Καὶ τίς ἐστι μείζων κόλασις [ἀνθρωπίνης ψυχῆς], ὦ τέκνον, ἢ ἡ ἀσέβεια; ποῖον πῦρ τοσαύτην φλόγα ἔχει ὅσην ἡ ἀσέβεια; ποῖον δὲ δακετὸν θηρίον τοσοῦτον ἰσχύει⟩ [ὥστε] λυμᾶναι ⟨τὸ⟩ σῶμα, ὅσον αὐτὴν τὴν ψυχὴν ἡ ἀσέβεια; ἢ οὐχ ὁρᾷς ὅσα κακὰ πάσχει ψυχὴ ἡ ἀσεβής, βοώσης αὐτῆς καὶ κεκραγυίας καίομαι, φλέγομαι· τί εἴπω, τί ποιήσω οὐκ οἶδα· διεσθίομαι ἡ κακοδαίμων ὑπὸ τῶν κατεχόντων με κακῶν. [οὔτε βλέπω οὔτε ἀκούω.] αὗται αἱ φωναὶ οὐ κολαζομένης εἰσὶ ψυχῆς; ἢ ὡς οἱ πολλοὶ δοκοῦσι καὶ σὺ δοξάζεις, ὦ τέκνον, ὅτι ψυχὴ ἐξελθοῦσα τοῦ σώματος θηριάζεται; ὅπερ ἐστὶ πλάνη μεγίστη.

ψυχὴ γὰρ κολάζεται τοῦτον τὸν τρόπον. ὁ γὰρ νοῦς, [[ ὅταν δαίμων γένηται, πυρίνου τυχεῖν σώματος τέτακται πρὸς τὰς τοῦ θεοῦ ὑπηρεσίας,]] [καὶ] εἰσδὺς εἰς τὴν ἀσεβ῀Η ψυχήν, αἰκίζεται αὐτὴν ταῖς τῶν ἁμαρτΗΜάτων μάστιξιν, ὑφ᾽ ὦν μαστιζομένη [ἀσεβὴς ψυχὴ] ⟨κολάζεται⟩· τρέπεται ⟨γὰρ⟩ ἐπὶ ⟨⟨βλασφημίας, καὶ⟩⟩ φόνους καὶ ὕβρεις καὶ [[βλασφημίας καὶ]] βίας ποικίλας δι᾽

ὦν ἄνθρωποι ἀδικοῦνται. εἰς δὲ τὴν εὐσεβῆ ψυχὴν ὁ νοῦς ἐμβὰς ὁδηγεῖ αὐτὴν ἐπὶ τὸ τῆς γνώσεως φῶς· ἡ δὲ τοιαύτη ψυχὴ κόρον οὐδέποτε ἴσχει ⟨τὸν θεὸν⟩ ὑΜνοῦσα εὐφημοῦσά τε, ⟨καὶ⟩ πάντας ἀνθρώπους καὶ λόγοις καὶ ἔργοις πάντα ε῏Υ ποιοῦσα, μιμουμένη αὑτῆς τὸν πατέρα.

διό, ὦ τέκνον, εὐχαριστοῦντα τῷ θεῷ δεῖ εὔχεσθαι καλοῦ τοῦ νοῦ τυχεῖν.

εἰς μὲν οὖν τὸ κρεῖττον ψυχὴ μεταβαίνει· εἰς δὲ τὸ ἔλαττον ἀδύανατον.

κοινωνία δέ ἐστι ψυχῶν· καὶ κοινωνοῦσι⟨ν⟩ ⟨⟨αἱ⟩⟩ μὲν [[αἱ]] τῶν θεῶν ταῖς τῶν ἀνθρώπων, αἱ δὲ τῶν ἀνθρῶπων ταῖς τῶν ἀλόγων. ἐπιμελοῦνται δὲ οἱ κρείττονες τῶν ἐλαττόνων, θεοὶ μὲν ἀνθρώπων, ἄνθρωποι δὲ τῶν ἀλόγων [ζῴων], ὁ δὲ θεὸς πάντων· πάντων γὰρ οὗτος κρείττων [καὶ πάντα αὐτοῦ ἐλάττονα]. ὁ μὲν οὖν κόσμος ὑπόκειται τῷ θεῷ, ὁ δὲ ἄνθραωπος τῷ κόσμῳ, τὰ δὲ ἄλογα τῷ ἀνθρώπῳ· ὁ δὲ θεὸς ὑπὲρ πάντα καὶ περὶ πάντα. καὶ τοῦ μὲν θεοῦ καθάπερ ἀκτῖνες αἱ ἐνέργειαι· τοῦ δὲ κόσμου [ἀκτῖνες] αἱ φύσεις· τοῦ δὲ ἀνθράπον, αἱ τέχναι καὶ ἐπιστῆμαι. καὶ αἱ μὲν ἐνέργειαι, διὰ τοῦ κόσμου ἐνεργοῦσ⟨α⟩ι, καὶ ἐπὶ τὸν ἄνθρωπον ⟨διήκουσι⟩ διὰ τῶν τοῦ κόσμου φυσικῶν ἀκτίνων· αἱ δὲ φύσεις διὰ τῶν στοιχείων. [οἱ δὲ ἄνθρωποι διὰ τῶν τεχνῶν καὶ ἐπιστημῶν.]