Κλείς
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
καὶ αὕτη ἡ τοῦ παντός ἐστι διοίκησις, ἠρτημένωΝ ⟨πάντων⟩ ἐκ τῆς ἑνὸς ⟨τοῦ θεοῦ⟩ φύσεως, καὶ διοικουΜέΝωΝ δι᾽ ἑνὸς τοῦ νοῦ· ⟨οὗ⟩ οὐδέν ἐστι θειότερον καὶ ἐνεργέστερον, καὶ ἐναωτικάώτερον ἀνθρώπων μὲν πρὸς θεούς, θεῶν δὲ πρὸς ἀνθρώπους. οὗτός ἐστιν ὁ ἀγαθὸς δαίμων· μακαρία ψυχὴ ἡ τούτου πλήρΗϹ, κακοδαίμων δὲ [ψυχὴ] ἡ τούτου κενή. — Πῶς τοῦτο πάλιν λέγεις, ὦ πάτερ; — Οἴει οὖν ὦ τέκνον, ὅτι πᾶσα ψυχὴ νοῦν ἔχει; [τὸν ἀγαθόν· περὶ γὰρ τούτου νῦν ὁ λόγος, οὐ τοῦ ὑπηρετικοῦ περὶ οὗ ἔμπροσθεν εἰρήκαμεν, τοῦ καταπεμπομένου
ὑπὸ τῆς δίκης.][[ψυχὴ γὰρ χωρὶς νοῦ οὔτε τι εἰπεῖν οὔτ᾽ ἔρξαι δύναται.]] πολλάκις γὰρ ἐξίσταται ὁ νοῦς τῆς ψυχῆς· καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ οὔτε βλέπει ἡ ψυχὴ οὔτε ἀκούει, ἀλλ᾽ ἀλόγῳ ζῴῳ ἔοικε· ⟨⟨ψνχὴ γὰρ χωρὶς νοῦ οὔτε τι εἰπεῖν οὔτ᾽ ἔρξαι δύναται.⟩⟩ τηλικαύτη δύναμίς ἐστι τοῦ νοῦ. ἀλλ᾽ οὐδὲ νωθρᾶς ψυχῆς ἀνέχεται, ἀλλὰ καταλείπει τὴν [ἐν] τῷ σώματι προσηρτημένην καὶ ὑπ᾽ αὐτοῦ ἀγχομένην κάτω. ἡ δὲ τοιαύτη ψυχή, ὦ τέκνον, νοῦν οὐχ ἔχει· ὅθεν οὐδ᾽ ἄνθρωπον ἡγεῖσθαι δεῖ τὸν τοιοῦτον.
ὁ γὰρ ἄνθρωπος ζῷόν ἐστι θεῖον, καὶ τοῖς ἄλλοις ζῴοις οὐ συγκρίνεται τοῖϲ ἐπιγείοιϲ, ἀλλὰ τοῖς ἐν οὐρανῷ [ἄνω λεγομένοις] θεοῖς· μᾶλλον δέ, εἰ χρὴ τολμήσαντας εἰπεῖν τὸ ἀληθές, καὶ ὑπὲρ ἐκείνους ἐστὶν ὁ ὄντως ἄνθρωπος, ἢ πάντως γε ἰσοδυναμοῦσιν ἀλλήλοις.
οὐδεὶς μὲν γὰρ τῶν οὐρανίων θεῶν ἐπὶ γῆΝ κατελεύσεται, οὐρανοῦ τὸν ὅρον καταλιπών· ὁ δὲ ἄνθρωπος καὶ εἰς τὸν οὐρανὸν ἀναβαίνει, καὶ μετρεῖ αὐτὸν [καὶ οἶδε ποῖα μέν ἐστιν αὐτοῦ ὕψηλα, ποῖα δὲ ταπεινά, καὶ τὰ ἄλλα πάντα ἀκριβῶς μανθάνει]· καὶ τὸ πάντων μεῖζον, οὐδὲ τὴν γῆν καταλιπὼν ἄνω γίνεται· τοσοῦτον τὸ μέγεθός ἐστιν αὐτῷ τῆς ἐκτάσεως. διὸ τολμητέον εἰπεῖν τὸν μὲν ⟨⟨ἐπίγειον⟩⟩ ἄνθρωπον [[ἐπίγειον]] εἶναι θνητὸν θεόν, τὸν δὲ οὐράνιον θεὸν ἀθάνατον ἄνθρωπον.
διόπερ διὰ τούτων τὰ πάντα διοικεῖται τῶν δύο, κόσμου καὶ ἀνθρώπου, ὑπὸ δὲ [[τοῦ]] ἑνὸς ⟨⟨τοῦ⟩⟩ ⟨θεοῦ⟩ τὰ πάντα.