Dialogus (sine titulo)

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

αἱ οὖν πλανώμεναι σφαῖραι, ἐναντίως κινούμεναι τῇ ἀπλανεῖ, ⎡ὑπ᾽ ἀλλήλων τῇ ἐναντίᾳ ὑπαντήσει περὶ τὴν ἐναντιότητα αὐτὴν ὑπὸ τῆς ἑστώσης κινοῦνται.⎤ καὶ ἄλλως ἔχειν ἀδύνατον. τὰς γὰρ ἄρκτους ταύτας, ἃς ὁρᾷς μήτε δυνούσας μήτε ἀνατελλούσας, [περὶ δὲ τὸ αὐτὸ στρεφομένας,] οἴει κινεῖσθαι ἢ ἑστάναι;—Κινεῖσθαι, ὦ Τρισμέγιστε.—Κίνησιν ποίαν, ὦ Ἀσκληπιέ;—Τὴν περὶ τὸ αὐτὸ στρεφομένην. H δὲ περιφορὰ ἡ περὶ τὸ αὐτὸ κίνησίς ἐστιν ὑπὸ στάσεως κατεχομένη· τὸ γὰρ περὶ ⟨τὸ⟩ αὐτὸ κωλύει τὸ ὑπὲρ αὐτό, κωλυόμενον δὲ τὸ ὑπὲρ αὐτὸ ⎡εἰ ἔστη⎤ εἰς τὸ περὶ ⟨τὸ⟩ αὐτό. οὕτω καὶ ἡ ἐναντία φορὰ 8 a ἕστηκεν ἑδραία, ὑπὸ τῆς ἐναντιότητος στηριζομένη.

παράδειγμα δέ σοι τοῖς ὀφθαλμοῖς ἐΜπῖπτον φράσω, τὰ ἐπίγεια ⟨⟨λέγω⟩⟩ ζῷα. οἷον τὸν

ἄνθρωπον [[λέγω θεώρει νηχόμενον· φερομένου γὰρ τοῦ ὕδατος ἡ ἀντιτυπία τῶν ποδῶν καὶ τῶν χειρῶν στάσις γίνεται τῷ ἀνθρώπῳ τοῦ μὴ συγκατενεχθῆναι τῷ ὕδατι.—Σαφὲς τὸ παράδειγμα, ὦ Γρισμέγιστε.

πᾶσα οὖν κίνησις ἐν στάσει καὶ ὑπὸ στάσεως κινεῖται.