Dialogus (sine titulo)

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

[[ἄλλο τί ἐστι]] [διὰ τοῦτο ἡμῖν νοεῖται] εἰ δὲ νοητὸς ὁ τόπος οὐχ ⟨ὡς⟩ ὡς ἐνέργεια χωρητική, ⟨⟨ἄλλο τί ἐστι⟩⟩ ⟨τοῦ θεοῦ ὁ τόπος⟩.

πᾶν δὲ τὸ κινούμενον οὐκ ἐν κινουμένῳ κινεῖται, ἀλλ᾽ ἐν ἑστῶτι. καὶ τὸ κινοῦν δὲ ἕστηκεν· ἀδύνατον γὰρ αὐτὸ συγκινεῖσθαι.

—Πῶς· οὖν, ὦ Τρισμέγιστε, τὰ ἐνθάδε ⟨κινοῦντα⟩ συγκινεῖται τοῖς κινουμένοις; τὰς γὰρ σφαίρας ἔφης τὰς πλανωμένας κινεῖσθαι ὑπὸ τῆς ἀπλανοῦς σφαίρας.—Οὐκ ἔστιν αὕτη, ὦ Ἀσκληπιέ, συγκίνησις, ἀλλ᾽ ἀντικίνησις· οὐ γὰρ ὁμοίως κινοῦνται, ἀλλ᾽ ἐναντίως ἀλλήλαις. ἡ δὲ ἐναντίωσις ⟨⟨τῆς κινήσεως⟩⟩ τὴν ἀντέρεισιν [[τῆς κινήσεως]] ἔχει ἑστῶσαν· ἡ γὰρ ἀντιτυπία στάσις φορᾶς.