Dialogus (sine titulo)
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
τοσοῦτον γάρ ἐστι τοῦ ἀγαθοῦ τὸ μέγεθος, ὅσον ἐστὶν ⟨ἡ⟩ ὕπαρξις πάντων τῶν ὄντων, καὶ σωμάτων καὶ ἀσωμάτων, καὶ αἰσθητῶν καὶ νοητῶν. ⟨⟨καὶ⟩⟩ τοῦτο ἔστι ⟨⟨μόνον⟩⟩ ὁ θεός, ⟨⟨καὶ οὐδὲν ἄλλο⟩⟩. μὴ οὖν εἴπῃς ἄλλο τι ἀγαθὸν ⟨ἢ μόνον τὸν θεόν⟩, ἐπεὶ ἀσεβ⟨ήσ⟩εις· ἢ ἄλλο τί ποτε τὸν θεὸν ἢ μόνον τὸ ἀγαθόν, ἐπεὶ πάλιν ἀσεβ⟨ήσ⟩εις.
λόγῳ μὲν οὖν ὑπὸ πάντων λέγεται τὸ ἀγαθόν, οὐ νοεῖται δὲ τί ποτέ ἐστιν ὑπὸ πάντων· διὰ τοῦτο οὐδὲ ⟨ὁ⟩ θεὸς νοεῖται ὑπὸ πάντων· ἀλλ᾽ ἀγνοίᾳ καὶ τοὺς θεοὺς καί τινας τῶν ἀνθρώπων ἀγαθοὺς ὀνομάζουσι, μηδέποτε δυναμένους μήτε εἶναι μήτε γενέσθαι ἄν.
ἀλλοτριώτατον γάρ ἐστι ⟨τούτων τὸ ἀγαθόν⟩, ⟨⟨καὶ⟩⟩ τοῦ θεοῦ [[καὶ]] ἀχώριστον, ὡς αὐτὸς ὁ θεὸς ὄν. θεοὶ μὲν οὖν οἱ ἄλλοι πάντες [ἀθάνατοι] ⟨ἁγαθοὶ λέγονται⟩, τετιμημένοι τῇ τοῦ θεοῦ προσηγορίᾳ· ὁ δὲ θεὸς τὸ ἀγαθὸν ⟨λέγεται⟩ οὐ κατὰ τιμήν, ἀλλὰ κατὰ φύσιν· μία γὰρ ἡ φύσις τοῦ θεοῦ ⟨τῇ⟩ το⟨ῦ⟩ ἀγαθο῀Υ [καὶ ἓν γένος ἀμφοτέρων, ἐξ οὗ τὰ γένη πάντα]. [ὁ γὰρ ⟨θεὸς⟩ ἀγαθός ⟨⟨ἑστι⟨ν⟩⟩⟩, ⟨ὡς⟩ ἅπαντα [[ἐστι]] διδοὺς καὶ μηδὲν λαμβάνων.] [ὁ οὖν θεὸς πάντα δίδωσι καὶ οὐδὲν λαμβάνει.] ὁ οὖν θεὸς ⟨τὸ⟩ ἀγαθόν, καὶ τὸ ἀγαθὸν ὁ θεός.