Dialogus (sine titulo)

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

Ὁ οὖν θεὸς τί ἐστιν;—Ὁ μηδέ⟨τερ⟩ον τούτων ὑπάρχων, ὢν δὲ καὶ ⟨⟨τούτοις⟩⟩ τοῦ εἶναι [[τούτοις]] αἴτιος, καὶ πᾶσι καὶ ἑνὶ ἑκάστῳ τῶν ὄντων πάντων· οὐδὲ γὰρ οὐδὲν ὑπέλιπε, πλῊν τὸ μὴ ὄν. πάντα δέ ἐστι τὰ ⟨γινόμενα⟩ ἐκ τῶν ὄντων γινόμενα, οὐκ[ι μὴ] ἐκ τῶν μὴ ὄντων· τὰ γὰρ μὴ ὄντα οὐ φύσιν ἔχει τοῦ δύνασθαι γενέσθαι ⟨τι⟩, ἀλλὰ τοῦ μὴ δύνασθαί τι [τὸ] γενέσθαι· καὶ πάλιν τὰ ὄντα οὐ φύσιν ἔχει [τοῦ μηδέποτ᾽ εἶναι] [[τί οὖν φῂς]] τοῦ μὴ εἶναί ποτε. ὁ οὖν θεὸς οὐ νοῦς ἐστιν, αἴτιος δὲ τοῦ ⟨νοῦν⟩ εἶναι. [οὐδὲ πνεῦμα, αἴτιος δὲ τοῦ εἶναι πνεῦμα,] [οὐδὲ φῶς, αἴτιος δὲ τοῦ φῶς εἶναι.]

ὅθεν τὸν θεὸν δυσὶ ταύταις ταῖς προσηγορίαις σέβεσθαι δεῖ, ταῖς μόνῳ αὐτῷ προσῳκειωμέναις καὶ ἄλλῳ οὐδενί. οὔτε γὰρ τῶν ἄλλων λεγομένων θεῶν οὔτε ἀνθρώπων οὔτε δαιμόνων τις δύναται κἂν καθ᾽ ὁποσονοῦν ἀγαθὸς εἶναι, ἢ μόνος ὁ θεός· [[καὶ τοῦτό ἐστι μόνον, καὶ οὐδὲν ἄλλο·]] τὰ δὲ ἄλλα πάντα ⟨ἀ⟩χώρητά ἐστι τῆς τοῦ ἀγαθοῦ φύσεως. σῶμα γάρ ἐστι καὶ ψυχὴ τόπον οὐκ ἔχοντα χωρῆσοι δυνάμενον τὸ ἀγαθόν·