Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
Ταῦτα εἰπὼν ὁ πατὴρ δημοσίᾳ ὡς ἐκ προσώπου Σίμωνος καὶ Πέτρον εὐλογήσας τὴν πᾶσαν Ἀντιοχέων πόλιν εἰς πόθον μετέθηκεν. καὶ ἐκ τούτου πάντας ἐπιθυμεῖν ἰδεῖν αὐτὸν ἀπήγγελλον· ἐνίους καὶ χαλεπαίνοντας αὐτῷ ὡς Σίμωνι, δι’ ἣν πρὸς Πέτρον εἶχον ὑπερβάλλουσαν στοργὴν, καὶ χεῖρας θέλειν ἐπιβαλεῖν Φαύστῳ ὡς Σίμωνι. διὸ μήπως ἀναιρεθῇ δεδοικὼς, ἐξαυτῆς ἐλθεῖν πέμψας ἠξίου τὸν Πέτρον, ὅπως αὐτὸν ζῶντα ἐπικαταλάβῃ, καὶ τῇ πόλει ἀκμαζούσῃ πόθῳ τῷ πρὸς αὐτὸν εὐκαίρως ἐπιφανῇ. Πέτρος δὲ ταῦτα ἀκούσας, πρὸς τὸ ἐκκλησιάζειν πλείστους συναγαγὼν, καὶ ἐπίσκοπον καταστήσας βαπτίσας τε καὶ ἰασάμενος, ἡμερῶν ἐπιμείνας τριῶν τῇ Λαοδικείᾳ, ἐπὶ τὴν πλησίον ὁρμήσειν Ἀντιόχειαν ἔσπευσεν.
Καὶ δὴ τὴν πόλιν καταλαβὼν, ἅπαν τὸ πλῆθος προσδραμὸν μετὰ χαρᾶς ὑπεδέξατο αὐτὸν ὡς ὄντα τῆς ἀληθείας κήρυκα καὶ ἀπόστολον. προσευξάμενος δὲ καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας, πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσε, καὶ ἕνα θεὸν ἐν τρισὶν ὑποστάσεσιν εὐαγγελισάμενος καὶ πολλὰ διδάξας αὐτοὺς περὶ μοναρχίας πρὸς τὴν ξενίαν ἀπῄειμεν. γνοὺς δὲ ὁ πατὴρ ἡμῶν τὴν παρουσίαν τοῦ ἀποστόλου, προσδραμὼν κατεφίλησε τὰ ἴχνη αὐτοῦ, παρακαλῶν αὐτὸν λαβεῖν τὸ ἅγιον βάπτισμα, ὅπως τὸ ἀρχαῖον κάλλος τῆς ψυχῆς καὶ τὴν μορφὴν τοῦ σώματος ὁμοῦ διὰ τοῦ ἁγίου βαπτίσματος ἀπολαβὼν, κοινωνὸς τῶν ἀχράντων καὶ ζωοποιῶν μυστηρίων γένηται. καὶ ὁ Πέτρος πρὸς αὐτὸν ἔφη· ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὁ υἱὸς τοῦ θεοῦ, εἶπεν· ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται. καὶ κατὰ τὴν πίστιν σου γενηθήτω σοι ὡς θέλεις. πολλὰ δὲ καὶ ἕτερα ἀπὸ τῶν θείων γραφῶν τοῦτον κατήχησεν. ἑσπέρας δὲ γενομένης μεταλαβόντες τροφῆς ὑπνώσαμεν αἰνοῦντες καὶ εὐλογοῦντες τὸν θεόν.
Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ἀναστὰς ὁ Πέτρος ὀρθριώτερον καὶ προσευξάμενος μετεκαλέσατο τὸν πατέρα ἡμῶν ἅμα καὶ ἡμᾶς λέγων· σήμερον, ὦ ἀδελφοὶ, μεγάλη χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ τῇ θεοδωρήτῳ ἀναγεννήσει τοῦ καλοῦ γέροντος Φαύστου. καὶ παραλαβὼν ἡμᾶς ἐξῄειμεν κατὰ ἀνατολὰς τῆς πόλεως, ἔνθα ὑπάρχουσιν ὕδατα καθαρά· καὶ μόνον τὸν πατέρα ἡμῶν λαβὼν ἰδίᾳ κατηχήσας τε πολλὰ καὶ διδάξας αὐτὸν τὰ περὶ θεοῦ καὶ τῆς διὰ σαρκὸς αὐτοῦ πρὸς ἡμᾶς ἐπιδημίας ἐβάπτισεν αὐτὸν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καὶ λαβὼν ἄρτον, εὐχαριστήσας καὶ εὐλογήσας μετέδωκεν αὐτῷ τῶν ἁγίων καὶ ἀχράντων καὶ ζωοποιῶν μυστηρίων. καὶ ἦμεν ὁμοῦ οὖν οἱ πάντες ἀγαλλιώμενοι
ἐν κυρίῳ ἡμέρας καὶ νυκτὸς ἐπὶ τῇ τοῦ πατρὸς ἡμῶν διὰ τοῦ ἁγίου βαπτίσματος ἀναγεννήσει, ἔτι τε καὶ τὸν θεῖον λόγον παρὰ Πέτρον ἀκροώμενοι. καὶ ποιήσαντες ἐπὶ τὸ αὐτὸ χρόνον τινὰ πᾶσι κατάδηλα γέγονε τὰ καθ’ ἡμᾶς καὶ ἐν τοῖς ἀπάντων ἦμεν στόμασιν διαπαντός· καὶ ἐθαύμαζον πάντες ἐπὶ πᾶσι τοῖς συμβεβηκόσιν ἡμῖν, καὶ τὴν τοῦ θεοῦ εἰς ἡμᾶς βοήθειαν ἐπὶ τῷ ἀναγνωρισμῷ ἡμῶν [ἐμεγάλυνον] τῶν μακρῷ χρόνῳ ἀπ’ ἀλλήλων χωρισθέντων καὶ τεθνάναι νομισθέντων.Καὶ τούτου βοωμένου κατὰ πᾶσαν τὴν πόλιν, μαθὼν τὰ καθ’ ἡμᾶς ὁ τῆς Ἀντιοχέων ἡγεμὼν καὶ πάντα τὰ συμβεβηκότα τῷ τε πατρὶ ἡμῶν καὶ τῇ μητρὶ καὶ ὅτι βασιλικοῦ γένους ὑπάρχουσιν, ἀνήγαγεν ταῦτα πάντα ἀκριβῶς τῷ βασιλεῖ Τιβερίῳ. ἀκούσας δὲ ὁ βασιλεὺς, οἷα συνέβη Φαύστῳ τῷ ἰδίῳ αὐτοῦ συγγενεῖ, ἐκέλευσε τῷ ἡγεμόνι τῆς Ἀντιοχείας τὸ τάχος ἀποστεῖλαι αὐτὸν ἅμα καὶ τῆς μητρὸς ἡμῶν. δεξάμενος δὲ ὁ ἡγεμὼν τὴν τοῦ βασιλέως κέλευσιν, προσκαλεσάμενος τὸν πατέρα ἡμῶν καὶ τὴν μητέρα μετὰ πολλῆς τιμῆς καὶ δορυφορίας πρὸς τὸν Καίσαρα Τιβέριον τούτους ἀπέστειλε. θεασάμενος δὲ ὁ Καῖσαρ τόν τε πατέρα ἡμῶν καὶ τὴν μητέρα καὶ ἐπιγνοὺς αὐτοὺς, μαθὼν δὲ καὶ τὰ συμβεβηκότα αὐτοῖς ἐξέστη ἐπὶ τοῦτο, καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον αὐτοῦ ἔκλαυσεν σφόδρα. ἐπισχὼν δὲ τοῦ πένθους ἔφη πρὸς τὴν σύγκλητον· συγχαρητέ μοι πάντες καὶ κοινὴν ἑορτὴν κροτήσωμεν ἐπὶ τῇ ἀνευρέσει Φαῦστον καὶ Ματθιδίας, ὅτι νεκροὶ νομιζόμενοι ἀνέστησαν, καὶ ἀπολωλότες εὑρέθησαν. καὶ ποιήσας εὐωχίαν τῇ ἡμέρᾳ ἐκείνῃ ὁ Καῖσαρ μεγάλως αὐτοὺς ἐφιλοφρόνησεν. καὶ τῇ ἐπιούσῃ προσκαλεσάμενος τὸν πατέρα ἡμῶν καὶ τὴν μητέρα δέδωκεν αὐτοῖς χρήματα πολλὰ καὶ ἱματισμὸν παῖδάς τε καὶ παιδίσκας καὶ περιουσίαν ἄφατον. ὑπῆρχον δὲ ἐν μεγάλῃ δόξῃ τιμώμενοι παρὰ πάντων, εὐσεβῶς βιοῦντες, καὶ πολλὰ τοὺς πτωχοὺς εὐεργετοῦντες καθ’ ἑκάστην. ζήσαντες δὲ χρόνον οὐκ ὀλίγον, πάντα τὰ ὑπάρχοντα αὐτοῖς τοῖς δεομένοις διανείμαντες ἐν γήρει καλῷ πρὸς τὸν θεὸν ἐξεδήμησαν μνημόσυνον καλὸν τὸν ἑαυτῶν βίον καταλιπόντες τῇ πολιτείᾳ Ῥωμαίων.
Ἐγὼ μέν τοι Κλήμης καὶ Ἀκύλας καὶ Νικήτης ἐμείναμεν μετὰ τοῦ ἀποστόλου Πέτρου, ἐν τῷ θείῳ κηρύγματι πλείσταις κώμαις καὶ πόλεσιν εὐαγγελιζόμενοι τὸν λόγον τῆς ἀληθείας. Πέτρος δὲ ὁ τοῦ Χριστοῦ ἀπόστολος πολλοὺς ἀσθενεῖς θεραπεύσας καὶ δαιμονιῶντας ἰασάμενος, νεκρούς τε πολλοὺς ἀναστήσας τῇ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ δυνάμει, κατὰ πόλεις καὶ χώρας παραλαβών με μέχρι Ῥώμης αὐτῆς κατῆλθεν κἀκεῖ κηρύξαι τὸν τῆς ἀληθείας λόγον. παραγενόμενος δὲ καὶ εἰσελθὼν ἐν τῇ πόλει καθ’ ἑκάστην ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς καὶ ἐν τοῖς οἴκοις τὸν λόγον τῆς ἀληθείας, καὶ πολλοὺς προσήγαγεν διὰ τοῦ ἁγίου βαπτίσματος τῷ Χριστῷ μεγάλους τε καὶ μικρούς, ἔπειτα καὶ τῶν εὐγενίδων γυναικῶν τὰς περιφανεῖς, ὥστε ἐν ὀλίγῳ χρόνῳ μικροῦ δεῖν προσδραμεῖν τῷ ἁγίῳ βαπτίσματι καὶ πιστεῦσαι πάντας τῷ θεῷ διὰ τῆς τοῦ ἀποστόλου διδασκαλίας.
Ἀλλὰ Πέτρος ὁ μακάριος τοῦ κυρίου ἀπόστολος, ὁ διὰ τὴν ἀληθινὴν πίστιν καὶ τὴν ἀσφαλεστάτην αὐτοῦ τῆς διδασκαλίας ὑπόθεσιν τῆς ἐκκλησίας θεμέλιος εἶναι ὁρισθεὶς καὶ δι’ αὐτὸ τοῦτο ὑπ’ αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἀψευδεῖ στόματι μετονομασθεὶς Πέτρος· ἡ ἀπαρχὴ τοῦ κυρίου ἡμῶν· ὁ τῶν ἀποστόλων πρῶτος, ᾧ
πρώτῳ ὁ πατὴρ τὸν υἱὸν ἀπεκάλυψεν· ὃν ὁ Χριστὸς εὐλόγως ἐμακάρισεν· ὁ κλητὸς καὶ ἐκλεκτὸς καὶ συνέστιος καὶ συνοδοπόρος· ὁ καλὸς καὶ δόκιμος μαθητής· ὁ τῆς δύσεως τὸ σκοτεινότερον τοῦ κόσμου μέρος ὡς πάντων ἱκανώτερος φωτίσαι κελευσθεὶς — καὶ δὴ μέχρι ποῦ μηκύνω τὸν λόγον, μὴ βουλόμενος σημῆναι τὸ λυποῦν, ὃ ἐξ ἀνάγκης κἂν βραδὺ πάντως εἰπεῖν με δεῖ; οὗτος αὐτὸς διὰ τὴν ἄμετρον πρὸς ἀνθρώπους στοργὴν σαφῶς δημοσίᾳ, ἐπὶ τοῦ ἐνεστῶτος πονηροῦ αἰῶνος, τὸν ἐσόμενον ἀγαθὸν ὅλῳ τῷ κόσμῳ μηνύσας βασιλέα, μέχρις ἐνταῦθα τῇ Ῥώμῃ γενόμενος, θεοβουλήτῳ δiδασκαλίᾳ σώζων ἀνθρώπους, πρὸς αὐταῖς ταῖς ἡμέραις, αἷς ἤμελλε βιαίῳ τελευτᾶν θανάτῳ, συνηθροισμένων τῶν ἀδελφῶν αἰφνιδίως λαβόμενός μου τῆς χειρὸς ἐγερθεὶς ἐπὶ τῆς ἐκκλησίας ἔφη·Ἀκούσατέ μου, ἀδελφοὶ καὶ σύνδουλοι· ἐπεὶ, ὡς ἐδιδάχθην ἀπὸ τοῦ ἀποστείλαντός με κυρίου τε καὶ διδασκάλου Ἰησοῦ Χριστοῦ, αἱ τοῦ θανάτου μου ἠγγίκασιν ἡμέραι, Κλήμεντα τοῦτον ἐπίσκοπον ὑμῖν χειροτονῶ, ᾧ τὴν ἐμὴν τῶν λόγων πιστεύω καθέδραν, τῷ ἀπ’ ἀρχῆς μοι μέχρι τέλους συνοδεύσαντι καὶ οὕτως πασῶν μου τῶν ὁμλιῶν ἐπακούσαντι, ὃς ἐν πᾶσι πειρασμοῖς μου κοινωνήσας τῇ πίστει προσκαρτερῶν εὑρέθη, ὃν πλεῖον πάντων πεπείραμαι θεοσεβῆ, σώφρονα, φιλάνθρωπον, ἀγαθὸν, πολυμαθῆ, ἁγνὸν, δίκαιον, μακρόθυμον, καὶ γενναίως εἰδότα φέρειν τὰς ἐνίων τῶν κατηχουμένων ἀχαριστίας. διὸ αὐτῷ μεταδίδωμ τὴν ἐξουσίαν τοῦ δεσμεύειν καὶ λύειν, ἵνα περὶ παντὸς οὗ ἂν χεροτονήσῃ ἐπὶ τῆς γῆς ἔσται δεδογματισμένον ἐν οὐρανοῖς. δήσει γὰρ ὃ δεῖ δεθῆναι, καὶ λύσει ὃ δεῖ λυθῆναι, ὡς τὸν τῆς ἐκκλησίας εἰδὼς κανόνα. αὐτοῦ οὖν ἀκούσατε ὡς γνόντες, ὅτι ὁ τὸν ἀληθείας προκαθεζόμενον λυπῶν, εἰς Χριστὸν ἁμαρτάνει, καὶ τὸν πατέρα τῶν ὅλων παροργίζει· οὗ εἵνεκεν οὐ ζήσεται. καὶ αὐτὸν οὖν δεῖ τὸν προκαθεζόμενον ἰατροῦ τόπον ἐπέχειν, οὐ θηρίου ἀλόγου θυμὸν ἔχειν.
Αὐτοῦ ταῦτα λέγοντος ἐγὼ προσπεσὼν ἐδεόμην αὐτοῦ, παραιτούμενος τὴν τῆς καθέδρας τιμήν τε καὶ ἐξουσίαν. ὁ δὲ ἀπεκρίνατο· περὶ τούτου μή με ἀξίου· τοῦτο γὰρ γενέσθαι δέδοκταί μοι, ὅτι ἡ τοιαύτη καθέδρα οὐ φιλακαθεδροῦντος τολμηροῦ χρείαν ἔχει, ἀλλ’ εὐλαβοῦς τὸν τρόπον καὶ φιλομαθοῦς τὸν λόγον. δὸς δὲ τὸν κρείττονα, ὃς ἐμοί σου πλέον συνώδευσε καὶ τῶν λόγων ἐπήκουσε καὶ τὴν διοίκησιν τῆς ἐκκλησίας ἐκμεμάθηκε, καὶ οὐκ ἀναγκάσω σε καλῶς ποιεῖν οὐ θέλοντα. ἀλλ’ οὐ δυνήσῃ νῦν τὸν σοῦ κρείττονα παρασχεῖν. σὺ γὰρ δ’ ἐμοῦ τῶν σωζομένων ἐθνῶν ἡ κρείττων ἀπαρχή. πλὴν καὶ τὸ ἕτερον λόγισαι, ὅτι εἰ κίνδυνον τῆς ἁμαρτίας φοβούμενος οὐκ ἀναδέχει τῆς ἐκκλησίας τὴν διοίκησιν εὖ ἴσθι εἰδὼς ὅτι πλεῖον ἁμαρτάνεις, ὃς τοῖς θεοσεβέσιν ὥσπερ πλέουσι καὶ κινδυνεύουσι βοηθεῖν δυνάμενος οὐ θέλεις διασκοπῶν μόνον τὸ ἴδιον καὶ οὐ τὸ κοινῇ πᾶσι συμφέρον. ὅτι δὲ τὸν κίνδυνον πάντως ἀναδέξασθαί σε δεῖ, ἐμοῦ τοῦτο ἀξιοῦντος καὶ μὴ παυομένου εἰς τὴν τῶν πάντων βοήθειαν, ὀρθῶς ἐπίστασαι. ὅσῳ οὖν μοι ταχύτερον συνευδοκήσεις, τοσοῦτόν με τῆς ἀθυμίας κουφίσεις.
Οἶδα δὲ καὶ αὐτὸς, ὦ Κλήμη, λύπας καὶ ἀθυμίας καὶ κινδύνους καὶ ψόγους τοὺς ἐξ ἀπαιδεύτων ὄχλων σοι συμβησομένους, οὓς
δυνήσῃ γενναίως φέρειν ἐνορῶν τῆς ὑπομονῆς τὸν ἐκ θεοῦ σοι μέγαν ἀποδιδόμενον μισθόν. ἀλλὰ καὶ δικαίως ἐνθυμήθητι· πότε σου τῆς ξυμμαχίας χρείαν ἔχει ὁ Χριστὸς, νῦν ὅτε ὁ πονηρὸς κατὰ τῆς αὐτοῦ νύμφης πόλεμον ἤρατο, ἢ εἰς τὸν ἐπιόντα χρόνον, ὅτε νικήσας βασιλεύει, μηδεμίας τοῦ λοιποῦ χρείαν ἔχων βοηθείας; οὐχὶ καὶ τῷ βραχὺν νοῦν ἔχοντι δῆλον, ὅτι νῦν; πάσῃ οὖν τῇ προαιρέσει ἐν τῷ τῆς παρούσης ἀνάγκης χρόνῳ τάχυνον ξυμμαχῆσαι βασιλεῖ ἀγαθῷ μισθοὺς μεγάλους μετὰ νίκην ἀποδιδόναι πεφυκότι. χαίρων οὖν ἐπισκόπησον, εὐκαίρως ταύτῃ μᾶλλον, ὡς διοίκησιν ἐκκλησίας παρ’ ἐμοῦ μεμαθηκὼς εἰς τὴν τῶν ἡμῖν προσφευγόντων ἀδελφῶν σωτηρίαν.Πλὴν καὶ βραχεῖα ἐπὶ πάντων διὰ πάντας τὰ τῆς διοικήσεως ὑπομνῆσαι θέλω. σὲ μὲν χρὴ ἀνεπιλήπτως βιοῦντα σπουδῇ μεγίστῃ πάσας τὰς τοῦ βίου ἀσχολίας ἀποσείεσθαι, μήτε ἐγγυητὴν γινόμενον, μήτε συνήγορον, μηδὲ ἑτέρῳ τινὶ βιωτικῷ παραπεπλεγμένον πράγματι. οὐ γὰρ κριτὴν καὶ δικαστὴν χρημάτων ἢ ἀσχολημάτων καθεστάναι σε θέλει τῶν νῦν βιωτικῶν πραγμάτων ὁ Χριστὸς, ἵνα συνεχόμενος εἰς τὰς νῦν τῶν ἀνθρώπων φροντίδας μὴ εὐσχολῇς χωρίζειν λόγῳ ἀληθείας ἀνθρώπων τοὺς κρείττονας ἀπὸ τῶν χειρόνων. ἀλλὰ ταῦτα μὲν οἱ μανθάνοντες ἀλλήλοις παρεχέτωσαν, καὶ ἀπὸ τῶν σώζειν δυναμένων λόγων μὴ ἀσχολείτωσαν. ὡς γὰρ σοὶ ἀσεβές ἐστιν τὰς βιωτικὰς φροντίδας ἀναδέξασθαι, καταλείψαντι ποιεῖν ὃ ἐκελεύσθης, οὕτως ἑκάστῳ λαϊκῷ ἁμαρτία ἐστὶν, εἰ μὴ ἀλλήλοις καὶ ἐν ταῖς βιωτικαῖς χρείαις παρίστανται. καὶ σὲ δὲ περὶ τούτων χρὴ ἀμέριμνον εἶναι, ἵνα μόνης τῆς ἐκκλησίας τὴν φροντίδα ἔχῃς, πρός τε τὸ διοικεῖν αὐτὴν καλῶς καὶ τὸ τοὺς ἀληθείας λόγους παρέχειν.
Ἐπεὶ ἐὰν βιωτικαῖς μερίμναις ἀσχοληθῇς, καὶ σεαυτὸν καὶ τοὺς ἀκροατὰς ἐνεδρεύσεις· τὰ γὰρ συμφέροντα ἐφοδιάζειν διὰ τὴν ἀσχολίαν οὐ δυνηθεῖς, καὶ σὺ ὡς μὴ διδάξας τὸ συμφέρον κολασθήσῃ, οἱ δὲ μὴ μαθόντες ἀγνοίας αἰτίᾳ ἀπολοῦνται. διὸ σὺ μὲν αὐτοῖς εὐσχολῶν προκαθέσθητι πρὸς τὸ εὐκαίρως παρέχειν τοὺς σώζειν αὐτοὺς δυναμένους λόγους· καὶ οὗτοι ἐπακουέτωσάν σοι, εἰδότες ὅτι ὁ τῆς ἀληθείας πρεσβευτὴς ὃ ἐὰν δήσῃ ἐπὶ γῆς, δέδεται καὶ ἐν οὐρανῷ, ὃ δ’ ἂν λύσῃ, λέλυται. σὺ δὲ δήσεις ἃ δεῖ δεθῆναι, καὶ λύσεις ἃ δεῖ λυθῆναι. καὶ τὰ μὲν κατὰ σὲ τὸν παρεστῶτα καὶ ταῦτά ἐστιν καὶ τὰ τούτοις ὅμοια.
Τὰ δὲ κατὰ τοὺς πρεσβυτέρους ἔστω τάδε. πρὸ πάντων τοὺς νέους πρὸς γάμον ζευγνύτωσαν ἐν τάχει προλαμβάνοντες τῆς νεαζούσης ἐπιθυμίας τὰ παγιδεύματα. ἀλλὰ μηδὲ τῶν ἤδη γερόντων περὶ γάμου ἀμελείτωσαν· ἐνίοις γὰρ καὶ γηράσασιν ἀκμαία ἐστὶν ἡ ἐπιθυμία. ἵνα οὖν μὴ ἡ πορνεία νομὴν λαβοῦσα καθ’ ὑμῶν εἰς ὑμᾶς τὸν αὐτῆς ἐμβάλλῃ λοιμὸν προασφαλίζεσθε, καὶ ἐρευνᾶτε, μήπως τὸ τῆς μοιχείας λανθανόντως ἐν ὑμῖν ἀναφθῇ πῦρ. πολὺ γὰρ δεινὸν ἡ μοιχεία καὶ τοσοῦτον, ὅσον τὰ δευτερεῖα ἔχειν αὐτὴν τῆς κολάσεως, ἐπεὶ τὰ πρωτεῖα τοῖς ἐν πλάνῃ οὖσιν ἀποδίδοται, κἂν σωφρονῶσιν. διὸ ὑμεῖς ὡς ἐκκλησίας πρεσβύτεροι ἐξασκήσατε τῇ Χριστοῦ νύμφῃ εἰς
σωφροσύνην. νύμφην δὲ λέγω τῆς ἐκκλησίας τὸ σύστημα. ἐὰν γὰρ σώφρων καταληφθῇ ὑπὸ νυμφίου βασιλέως, τιμῆς μεγίστης τεύξεται, καὶ ὑμεῖς μεγάλης εὐφρασίας ὡς κλητοὶ γάμων ἀπολαύσετε. ἐὰν δὲ ἠμαρτηκυῖα φωραθῇ, αὐτὴ μὲν ἔκβλητός ἐστιν, ὑμεῖς δὲ δίκην δώσετε, εἴ πως παρὰ τὴν ὑμετέραν ἀμέλειαν γέγονεν ἡ ἁμαρτία.Διὸ πρὸ πάντων περὶ σωφροσύνης φροντίζετε. λίαν γὰρ παρὰ τῷ θεῷ χαλεπὴ ὥρισται ἡ πορνεία. πορνείας δὲ εἴδη πολλὰ, ὡς καὶ αὐτὸς Κλήμης ὑμῖν διηγήσεται. πλὴν πρώτη μοιχεία ἐστὶν τὸ ἄνδρα μὴ ἰδίᾳ μόνῃ χρήσασθαι γυναικὶ, καὶ γυναῖκα μὴ ἰδίῳ μώνῳ χρήσασθαι ἀνδρί. ἐὰν σωφρονῇ τις, καὶ φιλάνθρωπος γενέσθαι δύναται, οὗ εἵνεκεν ἐλέους αἰωνίου τεύξεται. ὡς δὲ ἡ μοιχεία μέγα κακὸν, οὕτως ἡ φιλανθρωπία μέγιστον ἀγαθόν. διὸ ἀγαπᾶτε πάντας ὑμῶν τοὺς ἀδελφοὺς σεμνοῖς καὶ ἐλεήμοσιν ὀφθαλμοῖς, τοῖς μὲν ὀρφανοῖς ποιοῦντες τὰ γονέων, ταῖς δὲ χήραις τὰ ἀνδρῶν, παρέχοντες μετὰ πάσης εὐφροσύνης τὰς τροφάς, τοῖς ἀκμαίοις τοὺς γάμους, καὶ τοῖς αὐτῶν ἀτέχνοις διὰ τῶν ἐπιτηδευμάτων ἐννοούμενοι τὰς προφάσες τῆς ἀναγκαίας τροφῆς, τεχνίτῃ ἔργον, ἀδρανεῖ ἔλεος.
Οἶδα δὲ ταῦτα ποιήσειν ὑμᾶς, ἐὰν ἀγάπην εἰς τὸν ὑμέτερον ἱδρύσητε νοῦν. πρὸς δὲ τὴν αὐτῆς εἴσοδον μία τίς ἐστιν ἱκανὴ πρόφασις, ἡ κοινὴ τῶν ἁλῶν μετάληψις. διὸ σπουδάζετε πυκνότερον συνέστιοι ἀλλήλων γίνεσθαι ὡς δύνασθε, ὅπως αὐτὴν μὴ ἀπεμπολήσητε· αἰτία γάρ ἐστιν τῆς εὐποιΐας, ἡ δὲ εὐποιΐα τῆς σωτηρίας. κοινοὺς οὖν πάντες πᾶσιν τοῖς κατὰ θεὸν ἀδελφοῖς τοὺς ἑαυτῶν παρέχετε βίους, εἰδότες ὅτι πρόσκαιρα δωρούμενοι αἰώνια λήψεσθε. πολλῷ μᾶλλον πεινῶντας τρέφετε, καὶ διψῶσι παρέχετε ποτὸν, γυμνοῖς ἔνδυμα, τοὺς νοσοῦντας ἐπισκέπτεσθε, τοῖς ἐν φυλακαῖς ἐπιφαινόμενοι ὡς δύνασθε βοηθῆτε, τοὺς ξένους μετὰ πάσης προθυμίας εἰς τοὺς ἑαυτῶν οἴκους λαμβάνετε. πλὴν ἵνα μὴ τὸ κατ’ εἶδος λέγω, πᾶν καλὸν ἡ φιλανθρωπία ὑμᾶς ποιεῖν διδάξει, ὥσπερ ἡ μισανθρωπία τοῖς μὴ βουλομένοις σώζεσθαι τὴν κακοπραξίαν ὑποδείκνυσιν.
Οἱ πράγματα ἔχοντες ἀδελφοὶ ἐπὶ τῶν ἐξουσιῶν κοσμικῶν μὴ κρινέσθωσαν, ἀλλ’ ὑπὸ τῶν τῆς ἐκκλησίας πρεσβυτέρων συμβιβαζέσθωσαν παντὶ τρόπῳ, ἑτοίμως αὐτοῖς πειθόμενοι. πλὴν καὶ τὴν πλεονεξίαν οὕτως φεύγετε, ὡς προφάσει προσκαίρου κέρδους ἀπὸ τῶν αἰωνίων ἀγαθῶν ζημιοῦν δυναμένην. ζυγὰ, μέτρα, στάθμα, τὰ τῶν τόπων δίκαια ἐπιμελῶς φυλάσσετε, πρὸς τὰς παραθήκας εὐγνωμονεῖτε. πλὴν ταῦτα καὶ τὰ τούτοις παραπλήσια μέχρι τέλους ποιεῖν ὑπομονεῖτε, ἐὰν ἀχώριστον μνήμην περὶ τῆς ἐκ θεοῦ γινομένης κρίσεως ἐν ταῖς καρδίαις ἔχητε. τίς γὰρ ἂν ἁμαρτήσῃ πεπληροφορημένος, ὅτι ἐκ θεοῦ δικαίου τοῦ νῦν μόνου μακροθύμου καὶ ἀγαθοῦ ἐπὶ τῇ τοῦ βίου συντελείᾳ γενέσθαι ὡρισθῇ κρίσις, ἵνα οἱ μὲν ἀγαθοὶ τοῦ λοιποῦ τῶν ἀποῤῥήτων ἀγαθῶν ἀϊδίως ἀπολαύσωσιν, οἱ δὲ ἁμαρτωλοὶ εὑρεθέντες ὡς κακοὶ ἀποῤῥήτου κολάσεως τεύξωνται τῆς αἰωνίου;
Καὶ ταῦτα μὲν οὕτως ἔχει. διὸ, ὦ Κλήμη, ἑκάστῳ κατὰ τὸ δυνατὸν προκαθέσθητι βοηθὸς τὰς πάντων φορτισθεὶς φροντίδας. ὅθεν τό σε οἰκονομεῖν ἀναδέξασθαι χάριν οἶδα εἰληφὼς, οὐ δεδωκώς· ἀλλὰ θάῤῥει καὶ γεναίως φέρε, ὡς εἰδὼς ὅτι ἀποδώσει σοι ὁ θεὸς εἰς τὸν λιμένα τῆς ἀναπαύσεως καταντήσαντι τὸ μέγιστον τῶν ἀγαθῶν, ἀναφαίρετον μισθὸν, καθότι
ὑπὲρ τῆς τῶν πάντων σωτηρίας τὸν μείζονα ἀνεδέξω κάματον. ὥστε ἐάν σε πολλοὶ τῶν ἀδελφῶν διὰ τὴν ἐπ’ ἄκρον δικαιοσύνην μισήσωσι, τὸ αὐτῶν μὲν μῖσος οὐδέν σε βλάψει, ἡ δὲ τοῦ δικαίου θεοῦ φιλία πολύ σε ὀνήσει. ὥστε πειρῶ τὸν ἐξ ἀδικίας γινόμενον ἔπαινον ἀποσείεσθαι, διὰ δὲ δικαίαν διοίκησιν τὸν ἐκ θεοῦ ἐπωφελῆ θηρεύειν ἔπαινον.Ταῦτα εἰπὼν καὶ τὰ τούτων πλείονα πάλιν τῷ πλήθει προσβλέψας εἶπεν· καὶ ὑμεῖς δὲ, ἀγαπητοί μου ἀδελφοὶ καὶ σύνδουλοι, τῷ προκαθεζομένῳ τῆς ἀληθείας κατὰ πάντα ὑπείξατε τοῦτο εἰδότες, ὅτι ὁ τοῦτον λυπήσας Χριστὸν, οὗ τὴν καθέδραν πεπίστευται, οὐκ ἐδέξατο, καὶ ὁ Χριστὸν μὴ δεξάμενος ὡς ἀθετήσας τὸν πατέρα λογισθήσεται· διὸ τῆς ἀγαθῆς βασιλείας ἀποβληθήσεται. οὗ εἵνεκεν πειρᾶσθε ἐν πάσαις συνόδοις συνέρχεσθαι, ἵνα μὴ ὡς λειποτάκται ὑπὸ τῆς τοῦ ταξιάρχου ἀθυμίας ἁμαρτίας ἔγκλημα λάβητε. διὸ πρὸ πάντων οἱ πάντες τὰ ὑπὲρ αὐτοῦ φρονεῖτε τοῦτο ειδότες, ὅτι δι’ ἕκαστον ὑμῶν ὁ πονηρὸς αὐτῷ μόνῳ τὸ πλεῖον ἐχθραίνων προσπολεμεῖ. ὑμεῖς οὖν πειρᾶσθε τῇ πρὸς αὐτὸν στοργῇ καὶ τῇ πρὸς ἀλλήλους εὐνοίᾳ διατελεῖν καὶ αὐτῷ ἐπακούειν, ἵνα καὶ αὐτὸς κουφίζηται καὶ ὑμεῖς σωθῆναι δυνηθῆτε.
Ἔνια δὲ καὶ ἀφ’ ἑαυτῶν νοεῖν ὀφείλετε, διὰ τὸ αὐτὸν μὴ δύνασθαι ἐν φανερῷ λέγειν διὰ τὰς ἐπιβουλάς· οἷον ἐὰν ἐχθραίνῃ τινὶ, μὴ ἀναμένετε αὐτὸν εἰπεῖν, τῷ δὲ μὴ προσαμίλλασθε, ἀλλὰ φρονίμως ἕπεσθε αὐτοῦ τῷ βουλήματι, ἐχθροὶ γινόμενοι οἷς ἐχθραίνει, καὶ μὴ ὀμιλοῦντες οἷς μὴ ὁμιλεῖ, ἵνα ἕκαστος ἐπιδικαζόμενος τῷ πάντας φίλους ἔχειν αὐτὸν διαλλάττων σώζηται τῆς αὐτοῦ ἐπακούων ὁμιλίας. εἰ δέ τις φίλος μὲν ᾖ οἷς αὐτὸς ἐχθραίνει, καὶ λαλεῖ οἷς αὐτὸς οὐχ ὁμιλεῖ, εἷς ἐστιν καὶ αὐτὸς τῶν ὀλοθρεύειν θελόντων τὴν ἐκκλησίαν· ὁ γὰρ τῷ σώματι συνὼν ὑμῖν καὶ τῇ γνώμῃ μὴ ὢν μεθ’ ὑμῶν, καθ’ ὑμῶν ἐστιν, πολλῶ χείρων τῶν ἔξωθεν φαινομένων ἐχθρῶν, μετὰ δοκούσης φιλίας σκορπίζων τοὺς ἔσω.
Καὶ ταῦτα εἰπὼν ἐν μέσῳ ἐπὶ πάντων μοι τὰς χεῖρας ἐπιθεὶς εἰς τὴν αὑτοῦ καθέδραν καθεσθῆναί με ἐδυσώπησεν. καθεσθέντι δὲ τοῦτό μοι εὐθέως ἔφη· ἀξιῶ σε ἐπὶ πάντων μου τῶν συμπαρόντων ἀδελφῶν, ὅπως ὁπόταν τοῦ ἐνταῦθα, ὡς ἐμοὶ ὀφείλεται, ἀπαλλάξω βίου, σὲ Ἰακώβῳ τῷ ἀδελφῷ τοῦ κυρίου διαπέμψαι ἐν ἐπιτομῇ ἀναγραψάμενον μέχρι καὶ τῶν ἐκ παιδός σου λογισμῶν, καὶ ὡς ἀπ’ ἀρχῆς μέχρι τοῦ νῦν συνώδευσάς μοι, ἐπακούων τῶν κατὰ πόλιν ὑπ’ ἐμοῦ κηρυχθέντων λόγων τε καὶ πράξεων· ἔπειτα πρὸς τῷ τέλει καὶ τὴν τοῦ θανάτου μου πρόφασιν, ὡς προεῖπον, δηλῶσαι μὴ ὀκνήσῃς. οὐ γὰρ αὐτὸν λυπήσει τοῦτο εἰδότα, ὅτι ὃ πάντως ἔδει με παθεῖν εὐσεβῶς ἀπεδόμην· μεγίστης δὲ παραμυθίας τεύξεται μαθὼν, ὅτι μετ’ ἐμὲ οὐκ ἀμαθὴς ἀνὴρ καὶ ζωοποιοὺς λόγους ἀγνοῶν καὶ ἐκκλησίας κανόνα οὐκ εἰδὼς τὴν τοῦ διδάσκοντος ἐπιστεύθη καθέδραν. πλάνος γὰρ ὁμιλία τῶν ἀκουόντων ὄχλων ἀναιρεῖ τὰς ψυχάς.
Ὅθεν ἐγὼ, κύριέ μου Ἰάκωβε, αὐτοῦ ταῦτα εἰπόντος ὑποσχόμενος οὐκ ὤκνησα, ὡς ἐκελεύθην, τὸ πολὺ τῶν κατὰ πόλιν λόγων τῶν ἥδη σοι προγραφέντων καὶ ὑπ’ αὐτοῦ διαπεμφθέντων ἐν βίβλοις ἐπὶ κεφαλαίων ποιῆσαι, ὥσπερ σημείου χάριν, καὶ οὕτως διαπέμψαι σοι ἐπιγράψας Κλήμεντος τῶν Πέτρου ἐπιδημιῶν κηρυγμάτων ἐπιτομή.