Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
CXX. Καὶ ὁ Πέτρος ἔφη· ταῦτα μὲν ἐποίησας, ὡς ἐβουλεύσω. περὶ δὲ γενέσεως ἄρα ψευδόμενος διϊσχυρίζου, ἢ ὡς ἀληθεύων ἐβεβαίους; καὶ ὁ πατὴρ ἔφη· οὐ ψεύσομαι πρὸς σέ. ἀληθῶς ὡς οὔσης γενέσεως ἐβεβαίουν. εἰμὶ γὰρ οὐκ ἀμύητος τοῦ θεωρήματος· πλὴν συνῆν μοί τις ἀστρολόγων ἄριστος ἀνὴρ Αἰγύπτιος Ἀννουβίων ὀνόματι, ὅστις ἐν ταῖς ἀποδημίαις κατ’ ἀρχάς μοι φιληθεὶς τὸν τῆς ἐμῆς συμβίου μετὰ τῶν τέκνων θάνατον ἐδήλου.
καὶ ὁ Πέτρος ἔφη· οὐκοῦν ἔργῳ πέπεισαι, ὅτι οὐ συνέστηκεν τὰ κατὰ τὴν γένεσιν; καὶ ὁ πατὴρ ἀπεκρίνατο· ἀνάγκη με πάντα τὰ ὑποτρέχοντά μοι εἰς τὸν νοῦν ἐκτίθεσθαί σοι, ἵνα πρὸς αὐτὰ ἀκούων μανθάνειν ἔχω. πολλὰ πταίειν οἶδα τοὺς ἀστρολόγους, πολλὰ δὲ καὶ ἀληθεύειν. καὶ ὑποπτεύω οὖν, μήπως ἃ μὲν ἀκριβοῦσιν, ἀληθεύωσι, ἃ δὲ πταίουσιν, ἀμαθίᾳ πάσχουσιν, ὡς ὑπονοεῖν με, τὸ μὲν μάθημα συνεστάναι, τοὺς δὲ δι’ ἀμαθίαν ψεύδεσθαι διὰ τὸ μὴ πάντως περὶ πάντων ἀκριβοῦν δύνασθαι. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἄπεχε, μή πως περὶ ὧν ἀληθεύουσιν, ἐπιτυγχάνουσιν, καὶ οὐχὶ ἀκριβοῦντες λέγουσιν. ἀνάγκη γὰρ πᾶσα ἐκ πολλῶν τῶν λεγομένων ἀποβαίνειν τινά. καὶ ὁ γέρων ἔφη· πῶς οὖν ἐστιν περὶ τούτου πληροφορηθῆναι, τὸ εἴτε συνέστηκεν τὸ κατὰ τὴν γένεσιν ἢ οὔ;Ἀμφοτέρων οὖν σιωπώντων ἔφην ἐγώ· ἐπειδὴ τὸ μάθημα ἀκριβῶς ἐπίσταμαι, ὁ δὲ κύριος καὶ ὁ πατὴρ οὐχ οὕτως, ἤθελον εἰ αὐτὸς Ἀννουβίων παρῆν ἐπὶ τοῦ πατρὸς ἐποιησάμην λόγον. οὕτω γὰρ ἂν τὸ πρᾶγμα εἰς φανερὸν ἐλθεῖν ἠδύνατο, τεχνίτου πρὸς ὁμότεχνον τὴν ζήτησιν ἐσχηκότος. καὶ ὁ πατὴρ ἀπεκρίνατο· ποῦ οὖν δυνατόν ἐστιν Ἀννουβίωνι συντυχεῖν; καὶ ὁ Πέτρος ἔφη· ἐν Ἀντιοχείᾳ, ἐκεῖ γὰρ μανθάνω Σίμωνα τὸν μάγον ὄντα, ᾧ Ἀννουβίων παρεπόμενος ἀχώριστός ἐστιν. ὡς ἂν οὖν ἐκεῖ ἐγενώμεθα, ἐάν γε καταλάβωμεν αὐτοὺς, ἡ ζήτησις γενέσθαι δύναται. καὶ ὁμῶς πολλὰ διαλεχθέντες καὶ ἐπὶ τῷ ἀναγνωρισμῷ χαρᾶς πλησθέντες καὶ θεῷ εὐχαριστήσαντες ἑσπέρας ἐπικαταλαβούσης εἰς ὕπνον ἐτράπημεν.
Ὄρθρου δὲ γενομένου ὁ πατὴρ μετὰ τῆς μητρὸς ἡμῶν καὶ τῶν τριῶν υἱῶν εἰσελθὼν ἔνθα ὁ Πέτρος ἦν, προσαγορεύσας ἐκαθέσθη, ἔπειτα καὶ ἡμεῖς αὐτοῦ κελεύσαντος. καὶ ὁ Πέτρος τῷ πατρὶ προσβλέψας ἔφη· σπεύδω ὁμόφρονά σε γενέσθαι γυναικὶ καὶ τέκνοις, ὅπως αὐτοῖς καὶ ἐνταῦθα ὁμοδίαιτος ᾖς, κἀκεῖ μετὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος συνόντα ἄλυπον ἔσεσθαι. ἢ γὰρ οὐ τὰ μέγιστά σε λυπεῖ καὶ αὐτοὺς τὸ μὴ ἀλλήλοις συνεῖναι; καὶ ὁ πατήρ· καὶ πάνυ γε. καὶ ὁ Πέτρος· εἰ οὖν ἐνταῦθα τὸ ἀλλήλων κεχωρίσθαι λυπεῖ, μετὰ θάνατον πάντως ὀφειλόμενον ὑμῖν μετ’ ἀλλήλων μὴ εἶναι, πόσῳ γε μᾶλλον οὐ λυπήσει σὲ μὲν ἄνδρα σοφὸν ὄντα τῷ τῆς γνώμης σου λόγῳ τῶν σῶν κεχωρίσθαι, αὐτοὺς δὲ πολὺ μᾶλλον ὀδυνᾶσθαι τῷ εἰδέναι, ὅτι σε ἄλλα φρονοῦντα αἰώνιος μένει κόλασις ῥητοῦ δόγματος ἀποφάσει;
Καὶ ὁ πατὴρ ἕφη· ἀλλ’ οὐκ ἔστιν, ὦ φίλτατε, τὸ ἐν ᾅδου ψυχὰς κολάζεσθαι, αὐτῆς ἅμα τῷ ἀποστῆναι τοῦ σώματος εἰς ἀέρα λυομένης. καὶ ὁ Πέτρος ἔφη· μέχρις οὖν ὅτε περὶ τούτου πείσωμέν σε, ἀπόκριναί μοι· οὐ δοκεῖ σοι, σὲ μὲν ἀπιστοῦντα τὴν κόλασιν μὴ λυπεῖσθαι, ἐκείνους δὲ πεπεισμένους ἀνάγκην ἔχειν περὶ σοῦ ἀνιᾶσθαι; καὶ ὁ πατήρ· ἀκολούθως λέγεις. καὶ ὁ Πέτρος· διὰ τί δὲ αὐτοὺς οὐκ ἀπαλλάξεις μεγίστης περὶ σοῦ λύπης τῇ πίστει συνθέμενος, οὐ δυσωπίᾳ λέγω, ἀλλ’ εὐγνωμοσύνῃ, περὶ τῶν λεγομένων σοι ὑπ’ ἐμοῦ ἀκούων καὶ κρίνων, [εἰ] ταῦτα οὕτως ἔχει, ἢ οὔ; καὶ εἰ μὲν οὕτως ἔχει, ὡς λέγομεν, καὶ ᾧδε συναπολαύσεις τοῖς φιλτάτοις, κἀκεῖ συναναπαύσῃ. εἰ δὲ ἐν τῆ τῶν λόγων σκέψει δείξεις τὰ ὑφ’ ἡμῶν λεγόμενα μῦθόν τινα καὶ ψευδῆ εἶναι, καὶ οὕτως καλῶς ποιήσεις, αὐτοὺς γὰρ ὁμογνώμονάς σου εἰληφὼς, καὶ τοῦ κεναῖς ἐλπίσιν ἐπερείδεσθαι παύσεις καὶ ψευδῶν φόβων ἀπαλλάξεις.
Καὶ ὁ πατήρ· πολλὰ φαίνῃ μοι εὔλογα λέγων. καὶ ὁ Πέτρος ἔφη· τί οὖν ἐστι τὸ κρατοῦν σε, μη εἰς τὴν ἡμετέραν πίστιν ἐλθεῖν; οἶδα γὰρ, ὅτι πολλά ἐστι τὰ κρατοῦντα· τοὺς μὲν πεπεισμένους ἀσχολίαι ἀγορασμῶν, πράξεων, γεωργιῶν, φροντίδων καὶ ὅσα τοιαῦτα· ἀπιστοῦσι δὲ πολλοὶ, ὡς καὶ σὺ ὑπολαμβάνεις, ἤ θεοὺς τοὺς οὐκ ὄντας εἶναι λέγοντες, ἢ τὸ γενέσει τὰ πάντα ὑποκεῖσθαι ἢ αὐτοματισμῷ, ἢ τὰς ψυχὰς θνητὰς, ἢ τὸν ἡμέτερον λόγον ψευδῆ, ὡς οὐκ οὔσης προνοίας. ἐγὼ δὲ προνοίᾳ θεοῦ τὰ πάντα διοικεῖσθαι ἐκ τῶν περί σε γινομένων καὶ προνοίας εἶναι λέγω τὸ τοσούτοις ἔτεσι τὴν διάστασίν σού τε καὶ τῶν σῶν γενέσθαι. εἰ γὰρ σὺν σοὶ ἐτύγχανον ὄντες, ἴσως τὸν τῆς θεοσεβείας λόγον οὐκ ἂν ἐπήκουσαν. διὰ τοῦτο ᾠκονομήθη σὺν τῇ μητρὶ τῶν τέκνων ἡ ἀποδημία καὶ ναυαγία καὶ θανάτου ὑπόνοια· ἔτι τε καὶ ἐκπαιδευθῆναι αὐτοὺς τὰ Ἑλλήνων δόγματα, ἵνα μᾶλλον ὡς εἰδότες ταῦτα ἀνασκευάζειν δυνατοὶ ᾦσιν ἐπὶ τούτοις τὸ φιλῆσαι τὸν τῆς θεοσεβείας λόγον, καὶ ἐμοὶ ἑνωθῆναι πρὸς τὸ συλλαμβάνεσθαί μου τῷ κηρύγματι· ἔτι μὴν συνελθεῖν καὶ τὸν ἀδελφὸν Κλήμεντα καὶ οὕτως τὴν μητέρα ἐπιγνωσθῆναι καὶ ὑπὸ θεραπείας πληροφορηθῆναι, καὶ μετ’ οὐ πολὺ εὐθὺ τὰ δίδυμα τέκνα ἐπιγνωσθέντα καὶ ἐπιγνόντα, καὶ τῇ ἄλλῃ ἡμέρᾳ σοὶ συντυχεῖν καὶ τοὺς σοὺς ἀπολαβεῖν. τοσαύτην οὖν ταχεῖαν ἁρμονίαν πανταχόθεν συνδραμοῦσαν εἰς ἕνα γνώμης σκοπὸν οὐκ οἶμαι ἀπρονόητον εἶναι.
Καὶ ὁ πατὴρ τῷ Πέτρῳ ἤρξατο λέγειν· μὴ νόμιζε, φίλτατέ μοι Πέτρε, ἐν ἐννοίᾳ μὴ ἔχειν περὶ τοῦ ὑπὸ σοῦ κηρυσσομένου λόγου. πέρας γοῦν ταύτης τῆς παρωχηκυίας νυκτὸς πολλὰ τοῦ Κλήμεντος προτρεπομένου με τῇ ὑπό σου κηρυσσομένῃ ἀληθείᾳ συνθέσθαι, ἀπεκρινάμην· τί γὰρ καινότερον ἐντέλλεσθαι δύναταί τις παρ’ ὃ οἱ ἀρχαῖοι παρήνεσαν; ὁ δὲ ἠρέμα γελάσας ἔφη· πολλὴ διαφορὰ, πάτερ, μεταξὺ τῶν θεοσεβείας λόγων καὶ τῶν τῆς φιλοσοφίας. ὁ γὰρ τῆς ἀληθείας ἀπόδειξιν ἔχει τὴν ἐκ προφητείας, ὁ δὲ τῆς φιλοσοφίας καλλιλογίας παρέχων ἐκ στοχασμῶν δοκεῖ παριστᾶν τὰς ἀποδείξεις. καὶ ὅμως ταῦτα εἰπὼν δείγματος χάριν τὸν περὶ φιλανθρωπίας μοι ἐξέθετο λόγον, ὅνπερ αὐτῷ ὑφηγήσω, ὃς ἀδικώτατός μοι μᾶλλον ἐφαίνετο. καὶ τὸ πῶς ἐρῶ. δίκαιον ἔφασκεν εἶναι καὶ τῷ τύπτοντι αὑτοῦ τὴν σιαγόνα παρατιθέναι καὶ τὴν ἄλλην, καὶ τῷ αἴροντι αὑτοῦ τὸ ἱμάτιον, προσδιδόναι καὶ τὸ μαφώριον, ἀγγαρεύοντι δὲ μίλιον ἓν συναπέρχεσθαι δύο, καὶ ὅσα τοιαῦτα.
Καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἀλλ’ ἐνόμισας ἄδικον, ὅ,τι δικαιότατόν ἐστιν. ἃ εἴ σοι φίλον ἐστὶν ἄκουσον. καὶ ὃς ἔφη· πάνυ μοι φίλον. καὶ ὁ Πέτρος· οὐ δοκεῖ σοι, δύο ἐχθρῶν βασιλέων ὄντων καὶ διηφρημένας τὰς χώρας ἐχόντων, εἴ τις ἐκ τῶν τοῦ ἑνὸς ὑπηκόων ἐν τῇ τοῦ ἑτέρου χώρᾳ φωραθείη, καὶ διὰ τοῦτο θάνατον ὀφείλοι, ἐὰν ῥαπίσματι καὶ μὴ θανάτῳ τῆς τιμωρίας ἀπολυθῇ, οὐ φαίνεται ὁ ἀπολύσας φιλάνθρωπος εἶναι; καὶ ὁ πατὴρ ἔφη· καὶ πάνυ. καὶ ὁ Πέτρος ἔφη· τί δαὶ εἰ καὶ ἴδιόν τί τινος αὐτὸς οὗτος ἀφέληται ἢ καὶ ἀλλότριον, καὶ ἐπὶ τούτῳ συλληφθεὶς ἐὰν διπλάσιον δῷ τετραπλάσιον ὀφείλων, καὶ τὸ θανεῖν ὡς ἐν τοῖς τοῦ ἐναντίου ἁλοὺς ὅροις, οὐ δοκεῖ σοι, ὅτι ὁ λαβὼν τὸ διπλάσιον καὶ θανάτου αὐτὸν ἀπολύσας φιλάνθρωπος τυγχάνει; καὶ ὁ πατὴρ πρὸς ταῦτα ἀπεκρίνατο· νῦν με πέπεικας,
ὅτι οἱ ἀδικοῦντες αὐτοὶ μᾶλλον ἀδικοῦνται, οἱ δὲ ἀδικούμενοι μᾶλλον πλεονεκτοῦσιν, ἔτι μᾶλλον ἀδικώτατον ὅλον μοι φαίνεται τὸ πρᾶγμα, ὅτι οἱ μὲν δοκοῦντες ἀδικεῖν πολλὰ τοῖς [τὰ ἐσόμενα] ἑλομένοις συγχωροῦσιν, οἱ δὲ δοκοῦντες ἀδικεῖσθαι αὐτοὶ ἀδικοῦσιν, ὅτι τὰ ὅμοια οὐ παρέχουσιν ἐκεῖ τοῖς ἐνταῦθα αὐτοῖς συγκεχωρηκόσιν, ἃ αὐτοὶ αὐτοῖς συνεχώρησαν. καὶ ὁ Πέτρος· οὐδὲ τοῦτο ἄδικον διὰ τὸ ἐξουσίαν ἔχειν ἕκαστον τὰ παρόντα αἱρεῖσθαι ἢ τὰ μέλλοντα, καὶ τὰ εἴτε μικρὰ εἴη εἴτε μεγάλα. ἰδίᾳ κρίσει καὶ βουλῇ ὁ ἑλόμενος οὐκ ἀδικεῖται, λέγω δὲ οὐδ’ ἂν τὰ μικρὰ ἕληται, ἐπεὶ καὶ προέκειτο τὰ μεγάλα. προέκειτο γὰρ αὐτῷ καὶ τὰ μικρά.Καὶ ὁ πατὴρ ἔφη· ὀρθῶς ἔφης καὶ γὰρ εἴρηταί τινι Ἑλλήνων σοφῷ· αἰτία ἑλομένων, θεὸς ἀναίτιος. ἀλλ’ ἔτι μὴν καὶ τοῦτόν μοι δίελθε τὸν λόγον. μέμνημαι τὸν Κλήμεντα εἰπόντα μοι, ὅτι τὰ ἀδικήματα καὶ τὰ πάθη εἰς ἄφεσιν ἁμαρτιῶν πάσχομεν. καὶ ὁ Πέτρος· ὀρθῶς ἔχει καὶ οὕτως. ἡμεῖς γὰρ οἱ ἑλόμενοι [τὰ ἐσόμενα], ἃ κεκτήμεθα πλείονα, εἴτε ἐσθῆτα, εἴτε βρώματα, εἴτε ποτὰ, εἴτε ἄλλα τινὰ, ἁμαρτίας κεκτήμεθα, διὰ τὸ δεῖν μηδὲν ἔχειν, ὡς μικρῷ τάχιον διεῖλον τὸν λόγον. πᾶσι τὰ κτήματα ἁμαρτήματα. ἡ τούτων δὲ ὅπως ποτὲ στέρησις ἁμαρτιῶν ἐστιν ἀφαίρεσις. καὶ ὁ πατῆρ ἔφη· ἀκολούθως ἔχει. καὶ ὁ Πέτρος· δικαιότατα. ἐπεὶ γὰρ τῶν σωζομένων ἐστίν, ὡς ἔφην, τοῦ μηδενὶ μηδὲν ὑπάρχειν, ὑπαρχει δὲ πολλὰ πολλοῖς κτήματα, τούτου χάριν ἐξ ὑπερβαλλούσης θεοῦ φιλανθρωπίας ἐπάγονται παιδεῖαι τοῖς μὴ εἰλικρινῶς πολιτευομένοις, ἵνα διὰ τὸ ποσῶς φιλόθεον διὰ προσκαίρων τιμωριῶν αἰωνίων σωθῶσι κολάσεων. καὶ ὁ πατήρ· οὐ πολλοὺς ἀσεβεῖς ὁρῶμεν πένητας; παρὰ τοῦτο οὖν καὶ οὗτοι τῶν σωζομένων εἰσίν; καὶ ὁ Πέτρος· οὐ πάντως. οὐ γὰρ ἀποδεκτὴ ἡ τοῦ πένητος πενία, ἐὰν ὀρέγηται, ὧν οὐ χρή· ὥστε τινὲς τῇ προαιρέσει πλουτοῦσιν χρήμασι, καὶ ὡς πλεονεκτεῖν ἐπιθυμοῦντες τιμωροῦνται. ἀλλ’ οὐδὲ ἐν τῷ πένητα εἶναί τινα πάντως δίκαιός ἐστιν. δύναται γὰρ πτωχὸς μὲν τοῖς χρήμασιν εἶναι, ἐπιθυμεῖν δὲ ἢ καὶ πράττειν, ὃ προηγουμένως οὐ χρή. ἢ γὰρ εἴδωλα σέβει, ἢ βλασφημεῖ, ἢ πορνεύει, ἢ ἀδιαφόρως ζῇ, ἢ ἐπιορκῶν, ἢ ψευδόμενος, ἢ ἀπίστως βιούς. πλὴν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ υἳος τοῦ θεοῦ τοῦ ζῶντος, ἔφη· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ ὁ πατήρ· ἀληθῶς πάνυ κατὰ τὴν ὑπόθεσιν ὀρθῶς ἔχειν τὰ πράγματα φαίνεται· διὸ καὶ προαιρέσεως ἐγενόμην, τῇ τάξει παντὸς ἐπακοῦσαι τοῦ λόγου.
Καὶ ὁ Πέτρος· οὐκοῦν τοῦ λοιποῦ σπεύδοντί σοι καὶ τὰ κατὰ τὴν ἡμετέραν πίστιν μαθεῖν, ὀφείλοντι τῇ τάξει τὸν λόγον ἐκθήσομαι, ἀπ’ αὐτοῦ ἀρχόμενος τοῦ θεοῦ καὶ δεικνὺς, ὅτι αὐτὸν μόνον δεῖ λέγειν θεόν, ἑτέρους δὲ μήτε λέγειν, μήτε νομίζειν, καὶ ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίως ἔχει κολασθῆναι, ὡς εἰς αὐτὸν τὸν τῶν ὅλων δεσπότην ἀσεβήσας τὰ μέγιστα. καὶ τοῦτο εἰπὼν καὶ τοῖς ὑπὸ παθῶν ὀχλουμένοις καὶ νοσοῦσι καὶ δαιμονῶσι τὰς χεῖρας ἐπιθεὶς, καὶ εὐξάμενος καὶ ἰασάμενος ἀπέλυσε τοὺς ὄχλους. καὶ εἶθ’ οὕτως εἰσιὼν τῶν συνήθων ἀλῶν μεταλαβὼν ὕπνωσεν.
Ὄρθρου δὲ ἐξιὼν ὁ Πέτρος καὶ ἐπιστὰς ἐπὶ τὸν συνήθη τοῦ διαλέγεσθαι τόπον ὄχλον πολὺν συνεστῶτα εἶδεν. καὶ ἅμα τῷ μέλλειν
διαλέγεσθαι αὐτὸν εἰσῄει τις τῶν αὐτοῦ διακόνων λέγων· Σίμων ἀπὸ Ἄντιοχείας εἰσεληλυθὼς ἐπ’ αὐτῆς ἑσπέρας, μαθὼν ὑποσχόμενόν σε τὸν περὶ μοναρχίας ποιεῖσθαι λόγον, ἕτοιμός ἐστιν μετὰ Ἀθηνοδώρου τοῦ Ἐπικουρείου διαλεγομένῳ σοι ἐπελθεῖν πρὸς τὸ ἀντιλέγειν δημοσίᾳ πᾶσι τοῖς ὑπὸ σοῦ ὑπὲρ μοναρχίας λεγομένοις λόγοις.Ταῦτα τοῦ διακόνου λέγοντος, ἰδοὺ αὐτὸς εἰσῄει Σίμων μετὰ Ἀθηνοδώρου καὶ ἄλλων τινῶν ἑταίρων. καὶ πρὸ τοῦ τι τὸν Πέτρον φθέγξασθαι, αὐτὸς προλαβὼν ἔφη· ἔμαθον ὡς ὑπέσχου χθὲς τῷ Φαύστῳ, εἰ τὴν σήμερον δεῖξαι τῇ τάξει τὸν λόγον ποιούμενος καὶ ἀπ’ αὐτοῦ ἀρχόμενος τοῦ τῶν ὅλων δεσπότου, ὅτι αὐτὸν δεῖ μόνον λέγειν θεὸν, ἄλλους δὲ μήτε λέγειν, μήτε νομίζειν, ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίως κολασθῆναι ἔχει. πρὸ πάντων δὴ ἀληθῶς καταπέπληγμαί σου τὴν ἀπόνοιαν, ὅτι ἤλπισας εἰς τὴν σὴν βούλησιν μεταπεῖσαι ἄνδρα σοφὸν, καὶ ταῦτα πρεσβύτην. ἀλλ’ οὐκ ἐπιτεύξῃ τῶν σῶν βουλευμάτων, ταύτῃ μᾶλλον παρόντος ἐμοῦ καὶ τοὺς ψευδεῖς σου διελέγχοντος λόγους. ἴσως γὰρ ἐμοῦ μὴ παρόντος ἠπατήθη ἂν ὁ σοφὸς γέρων, ἰδιώτης ὢν τῶν παρὰ Ἰουδαίοις δημοσίᾳ πεπιστευμένων βίβλων. καὶ τὸ νῦν τοὺς πολλοὺς ὑπερθήσομαι λόγους, ἵνα τῆς ὑποσχέσεώς σου τάχιον τὸν ἔλεγχον ποιήσωμαι. διὸ ἐφ’ ἡμῶν αὐτῶν τῶν τὰς γραφὰς εἰδότων ὁ ὑπέσχου λέγειν ἄρξαι. εἰ δὲ τὸν ἔλεγχον αἰδούμενος ἐφ’ ἡμῶν αὐτῶν τὴν ὑπόσχεσιν παραλιπεῖν θέλεις, αὐτάρκης καὶ οὕτως ἡ ἀπόδειξις ὅτι ψευδὴς, καθ’ ὅτι ἐπὶ τῶν τὰς γραφὰς εἰδότων εἰπεῖν οὐκ ἐτόλμησας. καὶ νῦν δὲ τί σε ἀναμένω λέγειν μέγιστον ἕχων μάρτυρα τῆς ὑποσχέσεώς σου τὸν παρεστῶτα γέροντα; καὶ ταῦτα εἰπὼν ἐμβλέψας τῷ πατρὶ ἔφη· εἰπέ μοι, ἀνδρῶν ἀπάντων τιμιώτατε, οὐχὶ οὗτος ὁ ἀνὴρ ὑπέσχετό σοι δεῖξαι σήμερον, ὅτι εἷς ἐστὶ θεὸς καὶ οὐ χρὴ ἕτερόν τινα λέγειν ἢ νομίζειν θεὸν, ὁ δὲ παρὰ ταῦτα ποιῶν αἰωνίως κολασθῆναι ἔχει;
Καὶ ὁ πατὴρ ἔφη· καλῶς ἂν τὴν μαρτυρίαν παρ’ ἐμοῦ ἀπῄτεις, Σίμων, εἰ πρότερον ἠρνεῖτο Πέτρος. νῦν δὲ οὐκ αἰδεσθήσομαι λέγειν, ἃ δεῖ λέγειν. οἶμαί σε ὀργῇ πεπρησμένον διαλεχθῆναι θέλειν, ὅπερ ἀνοίκειόν σοί ἐστιν τοῦτο ποιεῖν, καὶ ἡμῖν τοιούτων ἐπακούειν, ὅτι μάχην ἐστὶν ἱστορῆσαι, καὶ οὐ πρὸς ἀλήθειαν ὠφελεῖσθαι. καὶ νῦν ἐξ ἑλληνικῆς παιδείας, ὡς χρὴ τοὺς ζητοῦντας ποιεῖν, εἰδὼς ὑπομνήσω. ἑκάτερος ὑμῶν τὸ ἑαυτοῦ δόγμα ἐκθέσθω, καὶ εἰς ἕτερον οἱ λόγοι γενέσθωσαν. ἐὰν δὲ μόνος Πέτρος ἐκθῆται τὸ ἑαυτοῦ φρόνημα, σὺ δὲ τὸ σὸν σιωπᾷς, ἐνδέχεταί τινα λόγον ὑπό σου ῥηθέντα θλίβειν τὸ αὐτοῦ καὶ τὸ σὸν φρόνημα, καὶ ἀμφοτέρους ὑμᾶς ὑπὸ τοῦ λόγου ἡττηθέντας μὴ φαίνεσθαι ἡττημένους, ἀλλὰ τὸν ἐκθέμενον τὸ φρόνημα, τὸν δὲ μὴ ἐκθέμενον ὁμοίως ἡττημένον μὴ πρόδηλον εἶναι, ἀλλὰ καὶ νενικηκέναι νομίζεσθαι. καὶ ὁ Σίμων ἀπεκρίνατο· ποιήσω ὡς λέγεις, ἀθυμῶ δὲ, μήπως ἤδη προειλημμένος αὐτοῦ τοῖς λόγοις οὐ φιλαλήθης ἔσῃ κριτής.
Καὶ ὁ πατὴρ ἀπεκρίνατο· μὴ με βιάζου ἀκρίτως συνθέσθαι σοι, ἵνα δόξω φιλαλήθης εἶναι κριτής. εἰ δὲ τἀληθῆ ἀκοῦσαι θέλεις, τῷ σῷ φρονήματι μᾶλλον προείλημμαι. καὶ ὁ Σίμων· πῶς προείληψαι οὐκ εἰδὼς, ὅ φρονῶ; καὶ ὁ πατήρ· τοῦτο ῥᾴδιόν ἐστιν εἰδέναι, καὶ πῶς ἄκουσον. ἐλέγξειν ὑπέσχου Πέτρον ἓνα θεὸν λέγοντα εἶναι, ὅτι ψεύδεται. ὁ δὲ ἕνα λέγοντα
ἐλέγξαι ἐπαγγελλόμενος, ὡς ἀληθεύων τὸ αὐτὸ οὐ λέγει. εἰ γὰρ τῷ καταψευδομένῳ τὸ αὐτὸ λέγει, καὶ αὐτὸς ψεύδεται, εἰ δὲ τὰ ἐναντία λέγων ἀποδείκνυσιν, τότε ἀληθεύει. οὐ καλῶς οὖν τὸν ἕνα θεὸν εἶναι λέγοντα ψεύστην λέγεις, εἰ μή τι ἂν ὅτι πολλοὺς δοξάζεις θεούς. θεοὺς δὲ πολλοὺς εἶναι καὶ ἐγὼ λέγω. τὸ αὐτὸ οὖν σοι πρὸ τῆς ζητήσεως λέγων σοὶ μᾶλλον προείλημμαι. καὶ κατὰ τοῦτο ἀγωνιᾶν περὶ ἐμοῦ οὐκ ὀφεῖλεις, ἀλλὰ Πέτρος, ὅτι ἀκμὴν αὐτῷ τὰ ἐναντία φρονῶ. ὅπερ μετὰ τὴν ὑμετέραν ζήτησιν ἐλπίζω φλαλήθης ὢν κριτὴς, πρόληψιν ἀποδυσάμενος τῷ ἐπικρατοῦντι. συνθέσθαι λόγῳ. ταῦτα τοῦ πατρὸς εἰπόντος ἠρέμα βοή τις ἐπαίνου ἐκ τῶν ὄχλων ἐγένετο ἐπὶ τῷ οὕτως τὸν πατέρα διαλεχθῆναι.Καὶ ὅμως ὁ Πέτρος τὸ ἑαυτοῦ περὶ θεοῦ ἐξέθετο φρόνημα, καὶ πολλὰ περὶ μοναρχίας διαλεχθεὶς μετὰ δακρύων τῇ χειρὶ προσεκαλεῖτο τοὺς ὄχλους, οἷς προσελθοῦσι τὰς χεῖρας ἐπιτιθεὶς καὶ εὐχόμενος παρεκάλει πάντας, καὶ εὐλογήσαμεν ἅπαντες τὸν θεόν. ὑπεισέδραμεν δέ τις λέγων πρὸς Σίμωνα· Ἀππίων ὁ Πλειστονίκης σὺν Ἀννουβίωνι ἧκεν ἀρτίως πρὸς Ἀντιοχείας. καὶ ταῦτα ἀκούσας Σίμων ἐξῆλθεν τοῦ ὑποδέξασθαι αὐτούς. ὁ δὲ πατὴρ ἀκούσας καὶ χαρεὶς ἔφη τῷ Πέτρῳ· εἴ μοι ἐπιτρέπεις, πορεύσομαι κἀγὼ προσαγορεύσων Ἀππίωνα καὶ Ἀννουβίωνα ἐκ πρώτης ἡλικίας φίλους μοι γεγενημένους τυχὸν γὰρ Ἀννουβίωνα πείσω Κλήμεντι διαλεχθῆναι περὶ γενέσεως. καὶ ὁ Πέτρος ἐπιτρέπω ἔφη, καὶ ἐπαινῶ τὰ φίλων σε πληροῦντα μέρη. πλὴν ἐννόει μοι, ὡς κατὰ πρόνοιαν θεοῦ πανταχόθεν συντρέχει τὰ πρὸς τὴν σὴν πληροφορίαν, οἰκείαν ἀποτελοῦντα τὴν ἁρμονίαν. τοῦτο δὲ εἶπον διὰ τὴν Ἀννουβίωνος χρησίμως σοι γενομένην ἐπιδημίαν. καὶ ὁ πατὴρ ἔφη· ἀληθῶς συνορῶ τοῦτο οὕτως ἔχον.
Καὶ ταῦτα εἰπὼν ἐπορεύθη πρὸς Σίμωνα. καὶ εὑρὼν Ἀππίωνα καὶ Ἀννουβίωνα προσαγορεύσας αὐτοὺς ἐκαθέσθη. ὁ δὲ Σίμων ἀκούσας ἐπιδημήσειν τινὰς ἐκ προσταγῆς βασιλικῆς ἐπιζητοῦντας αὐτὸν, καὶ φάσκοντας καθότι Καῖσαρ πολλοὺς μάγους ἀνελὼν καὶ τὰ κατὰ τὸν Σίμωνα μαθὼν εἰς ἐπιζήτησιν αὐτοῦ ἔπεμψεν, ὅπως καὶ αὐτὸν ὡς καὶ τοὺς πρὸ αὐτοῦ μάγους κολάσῃ, πρὸς Ἀππίωνα καὶ Ἀννουβίωνα ἔφη· Φαύστου πρὸς ἡμᾶς ἐλθόντος ἁλῶν αὐτὸν συμμετασχεῖν ἡμῖν ποιήσατε· ἐγὼ δὲ μύρον τι σκευάσω, ἵνα δειπνήσας καὶ ἀναλαβὼν, τὸ ἴδιον χρίσας πρόσωπον τὴν ἐμὴν πᾶσιν ἔχειν δόξῃ μορφήν.
Καὶ τοῦ Σίμωνος ταῦτα εἰπόντος Ἀππίων καὶ Ἀννουβίων ἔφη· τί νῦν σοι ἐκ τῆς μηχανῆς ταῦτης ἔσται κέδρος; καὶ ὁ Σίμων ἔφη· πρῶτον μὲν συλλαβόντες αὐτὸν οἱ ἐμὲ ζητοῦντες παύσονται τῆς κατ’ ἐμοῦ ζητήσεως. εἰ δὲ καὶ ὑπὸ βασιλικῆς χειρὸς ἀναιρεθείη, μέγιστον πένθος ἕξουσιν οἱ τούτου παῖδες, οἵ,τινες ἐμὲ καταλιπόντες προσφυγόντες τῷ Πέτρῳ συνεργοῦσιν. Ἀννουβίων δὲ καὶ Ἀππίων κατ’ ἰδίαν τὸν Φαῦστον εὑρόντες τὴν ἐπιβουλὴν ἐξέφηναν. ὁ δὲ Φαῦστος οὐκ ἐπίστευσεν ἀληθῇ εἶναι τὰ λεγόμενα. συνδειπνήσας δὲ ὁ πατὴρ μετὰ Σίμωνος καὶ Ἀππίωνος καὶ Ἀννουβίωνος ἔλαβεν ἐκ χειρὸς τοῦ Σίμωνος τὸ μύρον, καὶ τὸ ἴδιον χρίσας πρόσωπον, τὴν
τοῦ Σίμωνος προσελάβετο μορφήν. πλὴν ἐν μέσῃ γε νυκτὶ ἀναστὰς ὁ Σίμων τὴν ἐπὶ Ἰουδαίαν ἐποιεῖτο φυγήν.Ήμεῖς δὲ οἱ συνόντες τῷ Πέτρῳ δἰ ὅλης νυκτὸς ἐπαλλήλῶς πυνθανόμενοι ὑπό τε ἡδονῆς καὶ χαρᾶς τῶν λεγομένων νήφοντες ἐνυκτερεύσαμεν. ἤδη δέ πως νυκτὸς ὑπαυγαζομένης Πέτρος ἐμβλέψας ἐμοί τε καὶ τοῖς ἀδελφοῖς μου ἔφη· διαπορῶ, τί ἔδοξεν τῷ ὑμετέρῳ πατρί καὶ λέγοντος τοῦτο ἧκεν ὁ πατὴρ αὐτόθι τὸν Πέτρον ἡμῖν περὶ αὐτοῦ διαλεγόμενον καταλαβών· καὶ ἀθυμοῦντα ἰδών, προσαγορεύσας ἀπελογήσατο, δι’ ἣν αἰτίαν ἔξω κεκοίμηται. ἡμεῖς δὲ ἐμβλέποντες αὐτῷ ἐξεστήκειμεν τὸ εἶδος Σίμωνος ὁρῶντες, φωνῆς δὲ τοῦ πατρὸς ἡμῶν ἀκούοντες Φαύστου. καὶ δὴ φευγόντων ἡμῶν αὐτὸν ἐξεπέπληκτο ὁ πατὴρ ἐπὶ τῷ οὕτως ἀπηνῶς καὶ ἐχθρωδῶς αὐτῶ χρῆσθαι. μόνος δὲ Πέτρος τὴν κατὰ φύσιν αὐτοῦ ὁρῶν μορφὴν πρὸς ἡμᾶς ἔφη· τίνος ἕνεκα βδελυσσόμενοι ἀπωθεῖσθε τὸν ὑμέτερον πατέρα; ἡμεῖς δὲ καὶ ἡ μήτηρ ἔφαμεν· Σίμων ἡμῖν οὗτος φαίνεται φωνὴν ἔχων τοῦ ἡμετέρου πατρός. καὶ ὁ Πέτρος ἔφη· ὑμῖν μὲν ἡ ἀμάγευτος αὐτοῦ φωνὴ μόνη γνώριμός ἐστιν, ἐμοῦ δὲ τοῖς ἀμαγεύτοις ὀφθαλμοῖς καὶ τὸ εἶδος αὐτοῦ ὡς ἔστιν ὁρᾶται, ὅτι μή ἐστιν Σίμων, ἀλλὰ Φαῦστος ὁ ὑμέτερος πατήρ. τότε δὴ προσεμβλέψας καὶ τῷ πατρὶ ἔφη· τὸ γνήσιόν σου εἶδος αὐτοῖς οὐ φαίνεται, ἀλλὰ Σίμωνος τοῦ ἀσεβεστάτου καὶ ἡμῖν ἐχθίστου.
CXXXVII. Ταῦτα τοῦ Πέτρου διαλεγομένου ἐπεισῄει τις τῶν προόδων ἀπὸ τῆς Ἀντιοχείας ἐληλυθὼς λέγων Πέτρῳ· εἰδέναι σε θέλω, κύριέ μου, ὅτι Σίμων ἐν τῇ Ἀντιοχείᾳ ὅτε ὑπῆρχεν, δημοσίᾳ πολλὰ τεράστια ποιῶν οὐδὲν ἄλλο προσδιελέγετο ἤ σε πρὸς αὐτοὺς πρὸς μῖσος ποιῶν, μάγον τε ὀνομάζων καὶ γόητα καὶ μιαιφόνον, καὶ πρὸς τοσοῦτον αὐτοὺς μῖσος παρεσκεύασεν, ὡς γλίχεσθαι πάντα ἄνθρωπον τῶν ἐκεῖ ἐπιδημησάντων τῶν σαρκῶν αὐτῶν ἀπογεύσασθαί σου. ἡμεῖς δὲ πολὺ κατὰ σοῦ βρύχουσαν τὴν πόλιν ἑωρακότες ἤλθομεν τοῦ ἀπαγγεῖλαί σοι, ἀλλὰ καὶ ὑπὸ Καίσαρος πεμφθεὶς βασιλικὸς πρὸς τὸν τῆς ἐπαρχίας ἡγούμενον εἰς ἀναζήτησιν Σίμωος μαθὼν, ὅτι φυγὰς εἰς; Ἰουδαίαν ἐπορεύθη, καὶ αὐτὸς εἰς ἀναζήτησιν αὐτοῦ ἀπῆλθεν, ἴνα κατὰ τὴν πρόσταξιν Καίσαρος τιμωρήσηται αὐτόν.
Ταῦτα ἀκούσας ὁ Πέτρος ἔφη πρὸς τὸν πατέρα· αὐτὸς ἰδίοις ὠσὶν ἀκήκοας τῶν προόδων ἀπὸ Ἀντιοχείας ἐληλυθότων καὶ εἰπόντων, ὡς ἐκεῖ γεγονὼς Σίμων ἰσχύρως τοὺς ὄχλους κατ’ ἐμοῦ παρώξυνε, μάγον καὶ μιαιφόνον, πλάνον τε καὶ γόητα ἀποκαλῶν. ποίησον οὖν ὡς ἐγώ σοι λέγω, καταλιπὼν Κλήμεντα παρ’ ἐμοὶ, καὶ προλαβὼν ἡμᾶς εἰς Ἀντιόχειαν μετὰ τῆς συμβίου σου, ἔτι δὲ καὶ Φαυστίνου καὶ Φαυστινιανοῦ τῶν υἱῶν σου. συνέσονται δέ σοι καὶ ἄλλοι τινὲς, οὓς ἐγὼ κρινῶ δυνατοὺς ὑπουρῆσαι τῷ ἐμῷ θελήματι. μετὰ τούτων ἐν Ἀντιοχείᾳ γενόμενος, ἐν ὅσῳ ὡς Σίμων φαίνῃ, δημοσίᾳ κήρυξον τὴν σεαυτοῦ μετάνοιαν.
Ταῦτα τοῦ Πέτρου εἰπόντος οἶδα, φή ὁ πατὴρ, ὅτι βούλῃ, διὸ μὴ κάμνε. ἐμοὶ γὰρ οὐχ ἧττον μελήσει ἐκεῖσε ἐλθόντι διαλεχθῆναι, ἃ χρὴ περὶ σοῦ διαλέγεσθαι. καὶ δὴ τοῦ πατρὸς ὑπὸ νύκτα μεθ’ ὧν ἐκέλευσεν Πέτρος σὺν τῷ Ἀννουβίωνι ὁρμήσαντος ἐπὶ τὴν πλησίον Ἀντιόχειαν ἦλθεν. καὶ στὰς ἐν μέσῳ τῆς ἀγορᾶς εἶπεν πρὸς τὸ πλῆθος τοῦ λαοῦ· ἐγὼ Σίμων ταῦτα ὑμῖν κηρύσσω· ὁμολογῶ ἀδίκως καταψεύσασθαι Πέτρου· οὐκ ἔστι πλάνος, οὐ μιαιφόνος, οὐ γόης, οὐδε ὅσα περὶ αὐτοῦ ποτὲ φαῦλα ἔλεγον.
δέομαι ὑμῶν αὐτὸς ἐγὼ, ὁ τοῦ πρὸς ὑμᾶς μίσους αἴτιος αὐτῷ γεγονώς, παῦσασθε μισοῦντες αὐτόν. τοῦ γὰρ πρὸς σωτηρίαν κόσμου ἐπιφανέντος υἱοῦ τοῦ θεοῦ ἀψευδής ἐστιν ἀπόστολος. διὸ καὶ αὐτὸς συμβουλεύω αὐτῷ ὑμᾶς πείθεσθαι περὶ ὧν κηρύσσει, ἐπεὶ πᾶσα ὑμῶν ἡ πόλις ἄρδην ἀπολεῖται. δι’ ἣν δὲ αἰτίαν ὑμῖν ταῦτα ὡμολόγησα, εἰδέναι ὑμᾶς θέλω. ταύτῃ τῇ νυκτὶ ἄγγελοί με τοῦ θεοῦ τὸν ἀσεβῆ, ὡς ἐχθρὸν ὄντα τῷ τῆς ἀληθείας κήρυκι, δεινῶς ἐμαστίγουν. παρακαλῶ οὖν μηδ’ ἂν αὐτὸς ἐγὼ ἄλλοτε ἐλθὼν κατὰ Πέτρου ἐπιχειρῶ λέγειν ἀποδέξησθέ με. ἐξομολογοῦμαι γὰρ ὑμῖν· ἐγὼ μάγος, ἐγὼ πλάνος, ἐγὼ γόης, ἀλλὰ μετανοῶ. ἔξεστι γὰρ ἴσως μετανοίᾳ ἀπολοῦσαι τὰ προπεπραγμένα μοι ἁμαρτήματα.