Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Τῇ μὲν οὖν ἐπιούσῃ ἡμέρᾳ ἐγὼ Κλήμης, ἔτι τῆς νυκτὸς οὔσης διυπνισθεὶς, καὶ μαθὼν τὸν Πέτρον ἐγρηγορότα καὶ τοῖς συνοῦσι περὶ θεοσεβείας διαλεγόμενον· οἵ ἦσαν δέκα ἕξ, ὧν καὶ τὰ ὀνόματα, ὡς ἕκαστον ἑξῆς χρόνου μαθὼν, ἐκθεῖναι ἐβουλευσάμην, ὅπως ἐπιγνῶς καὶ τίνες ἦσαν· ὧν πρῶτος Ζακχαῖος ὅ ποτε τελώνης, καὶ Σοφωνίας ὁ ἀδελφὸς αὐτοῦ, Ἰώσηφός τε καὶ ὁ τούτου σύντροφος Μιχαίας, προσέτι δὲ Θωμᾶς καὶ Ἐλιέζερος οἱ δίδυμοι, ἀλλὰ καὶ Ἀινείας καὶ Λάζαρος οἱ ἱερεῖς, προσέτι μήν τε καὶ Ἐλισσαῖος, Βενιαμίν τε καὶ ὁ τοῦ Σαφρᾶ, ὁμοίως γε Ρούβιλος καὶ Ζαχαρίας οἱ οἰκοδόμοι, Ἀνανίας τε καὶ Ἀγγαῖος οἱ Ἰαμμηνοὶ, ἔτι τε Νικήτης καὶ Ἀκύλας οἱ ἑταῖροι· πλὴν ἐπεισιὼν καὶ προσαγορεύσας ἐκαθέσθην, αὐτοῦ κελεύσαντος.

Ὁ δὲ τὸν προκείμενον ἐκκόψας λόγον, ὥσπερ ἀπολογούμενος ἐπληροφόρει τίνος ἕνεκεν οὐκ ἐξύπνισέν με, ὅπως τῶν λόγων ἐπακούσω, αἰτίαν τιθέμενος τὸν ἐκ τοῦ πλοῦ σκυλμόν· ἐκεῖνον πεφθῆναί μοι θέλων ἡσυχάζειν εἴασεν. ὁπότ᾽ ἂν ἡ ψυχὴ περὶ τὸ

λεῖπον τῷ σώματι ἀσχολεῖται, τὰ προσφερόμενα μαθήματα οὐ κατ᾽ ἀξίαν προσίεται. τούτου ἕνεκα διαλέγεσθαι οὐ βούλομαι, οὔτε πάνυ διά τινα συμφορὰν λυπουμένοις, ἢ ἀμέτρως ὀργιζομένοις, ἢ πρὸς λύσσαν ἔρωτος ἐκτετραμμένοις, ἢ ὑπὸ βιωτικῶν φροντίδων περιωθουμένοις, ἢ ἄλλοις τισὶ πάθεσιν ὀχλουμένοις, οἷς ἡ ψυχή, ὡς ἔφην, ὑποπίπτουσα, καὶ τῷ σώματι πάσχοντι συναλγοῦσα, καὶ τὴν αὑτῆς φρόνησιν ἀσχολεῖ.