Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Ταῦτα αὐτοῦ εἰπόντος, ἀπεκρινάμην· ἥδη εὐχαριστῶ τῷ Θεῷ· ὡς γὰρ ἐβουλόμην πληροφορηθῆναι, οὕτως μοι καὶ παρέσχεν. πλὴν τὰ περὶ ἐμοῦ τοσοῦτον ἀμέριμνος ἴσθι, ὅτι οὐ πώποτε ἐνδοιάσω, τοσοῦτον, ὅσον εἰ καὶ αὐτὸς σὺ βουληθείης ποτὲ τῆς προφητικῆς ὑποθέσεως ἐκστῆσαί με, ἀδύνατον ἠδυνήσῃ, τοσοῦτον οἶδα ὅ παρείληφα. καὶ μή τοι νόμιζέ μέ σοι μέγα ἐπαγγέλλεσθαι, τοῦτο αὐτὸ τὸ μὴ ἐνδοιάσαι ποτέ· ἀλλ᾽ οὔτ᾽ αὐτὸς ἐγὼ, οὔτε τις ἀνθρώπων τὸν περὶ προφήτου λόγον ἐπακούσας ἐνδοιάσαι ποτὲ δυνήσεται περὶ τῆς ἀληθοῦς ὑποθέσεως, πρότερον ἐπακούσας καὶ νοήσας, τίς ἐστιν προφητικῆς ἐπαγγελίας ἀλήθεια. διὸ θάῤῥει τῷ θεοβουλήτῳ δόγματι πᾶσα γὰρ τέχνη κακίας νενίκηται. πρὸς γὰρ προφητείαν οὐδὲν δύνανται οὔτε τέχναι λόγων, οὔτε σοφισμάτων ἐπίνοιαι, οὐ συλλογισμοί, οὐκ ἄλλη τις μηχανή· ἐάν γε ὁ ἐπακούσας προφήτου ἀληθοῦς ἀληθείας ὄντως ὀρέγεται, καὶ οὐ προφάσει ἀληθείας ἕτερόν τι περιβλέπεται. ὥστε, κύριέ μου Πέτρε, μὴ ἀθύμει, ὡς ἀναισθήτῳ τὸ μέγιστον δωρησάμενος ἀγαθόν. αἰσθομένῳ γὰρ χάριτος ἐδώρησας, καὶ μὴ δυναμένῳ ἀπατηθῆναι ἀπὸ τοῦ δοθέντος ἀληθοῦς. οἶδα γὰρ ὅτι ἕν ἐστιν

ὧν βούλεταί τις καὶ ταχέως λαβεῖν καὶ βραδέως μὴ τυχεῖν· οἶδα οὖν μὴ καταφρονεῖν τοῦ δοθέντος μοι, διὰ τὸ τάχος, ἀσυγκρίτου καὶ μόνου ἀσφαλοῦς.

Ταῦτά μου εἰπόντος ὁ Πέτρος ἔφη χάριν ὁμολογῶ τῷ Θεῷ καὶ περὶ τῆς σῆς σωτηρίας καὶ περὶ τῆς ἐμῆς ἀπολαύσεως. ἀληθῶς γὰρ ἥδομαι εἰδὼς ὅτι ἐπέγνως τί ποτ᾽ ἔστιν προφητείας μέγεθος. ἐπεὶ οὖν, ὡς ἔφης, οὐδ᾽ ἄν αὐτὸς ἐγὼ θελήσω ποτέ, ὅπερ ἀπείη, εἰς ἕτερόν σε μεταστῆσαι δόγμα, οὐχ ἱκανὸς ἔσομαι πεῖσαί σε, ἄρξαι τοῦ λοιποῦ ἀπὸ τῆς αὔριον παρεῖναί μοι ἐν ταῖς τῶν ἀντικειμένων ζητήσεσιν. ἔστι δέ μοι ἡ αὔριον πρὸς Σίμωνα μάγον. καὶ ταῦτα εἰπὼν καὶ τροφῆς αὐτὸς μεταλαβὼν ἰδίᾳ κᾀμὲ μεταλαβεῖν ἐκέλευσεν. εὐλογήσας δὲ ἐπὶ τῆς τροφῆς καὶ εὐχαριστήσας, μετὰ τὸ κορεσθῆναι καὶ αὐτοῦ τούτου τὸν λόγον μοι ἀποδοὺς ἐπήγαγεν λέγων· δῴη σοι ὁ Θεὸς κατὰ πάντα ἐξομοιωθῆναί μοι, καὶ βαπτισθέντα τῆς αὐτῆς μοι μεταλαβεῖν τραπέζης. ταῦτα εἰπὼν ἡσυχάζειν μοι προσέταξεν. ἤδη γάρ που καὶ τὸν ὕπνον ἀπῄτει ἡ τοῦ σώματος φύσις.