Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Καὶ ὁ Πέτρος ἔφη· μέμνημαι ἐμαυτοῦ, ὡς ἐπηγγειλάμην δεῖξαι, καὶ ἀγράφως καὶ ἐγγράφως περὶ τούτου τὴν ἀπόδειξιν παρέχειν. καὶ νῦν λέγοντος ἄκουε. ἴσμεν πολλοὺς, εἴ γε εὐγνωμονεῖς (ἐπεί γε τοὺς παρεστῶτας κριτὰς ἔχω), εἴδωλα σέβοντας καὶ μοιχεύοντας καὶ κατὰ πάντα ἁμαρτάνοντας ὁράματα καὶ ἀληθεῖς ὀνείρους ὁρῶντας, ἐνίους δὲ καὶ δαιμόνων ὀπτασίας. τὴν ἄσαρκον εἰδέαν οὐ λέγω δύνασθαι πατρὸς ἢ υἱοῦ ἰδεῖν, διὰ τὸ μεγίστῳ φωτὶ καταυγάζεσθαι τοὺς θνητῶν ὀφθαλμούς. ὅθεν τὸ μὴ ὁρασθῆναι τῷ εἰς σάρκα τετραμμένῳ ἀνθρώπῳ οὐ φθονοῦντός ἐστιν Θεοῦ, ἀλλ᾽ ἐῶντος. ὁ γὰρ

ἰδὼν ζῆν οὐ δύναται. ἡ γὰρ ὑπερβολὴ τοῦ φωτὸς τὴν τοῦ ὁρῶντος ἐκλύει σάρκα, ἐκτὸς εἰ μὴ Θεοῦ ἀποῤῥήτῳ δυνάμει ἡ σὰρξ εἰς φύσιν τραπῇ φωτός, ἵνα φῶς ἰδεῖν δυνηθῇ, ἢ ἡ τοῦ φωτὸς οὐσία εἰς σάρκα τραπῇ, ἵνα ὑπὸ σαρκὸς ὁραθῆναι δυνηθῇ. τὸ γὰρ ἀτρέπτως πατέρα ἰδεῖν υἱοῦ μόνου ἐστίν. δικαίων δὲ οὐχ ὁμοίως· ἐν γὰρ τῇ ἀναστάσει τῶν νεκρῶν, ὅτ᾽ ἄν τραπέντες εἰς φῶς τὰ σώματα ἰσάγγελοι γένωνται, τότε ἰδεῖν δυνήσονται. πέρας γοῦν κἄν ἀγγέλων τις ἀνθρώπῳ ὀφθῆναι πεμφθῇ, τρέπεται εἰς σάρκα, ἵνα ὑπὸ σαρκὸς ὀφθῆναι δυνηθῇ. ἄσαρκον γὰρ δύναμιν, οὐ μόνον υἱοῦ, οὐδ’ ἀγγέλου τις δύναται. εἰ δὲ ἴδῃ τις ὀπτασίαν, κακοῦ δαίμονος ταύτην εἶναι νοείτω.

Πλὴν ὅτι καὶ ἀσεβεῖς ὁράματα καὶ ἐνύπνια ἀληθῆ βλέπουσιν, δῆλόν ἐστιν, καὶ ἐγγράφως ἀποδεῖξαι δύναμαι. πέρας γοῦν ἐν τῷ νόμῳ γέγραπται, ὡς ὁ Ἀβιμέλεχ ἀσεβὴς ὤν, τὴν τοῦ δικαίου Ἀβραὰμ γυναῖκα ἐπὶ κοινωνίᾳ μιᾶναι θελήσας, ἤκουσεν παρὰ τοῦ Θεοῦ καθ᾽ ὕπνον, ὡς ἡ γραφὴ λέγει, μὴ θιγεῖν αὐτῆς, ὅτι ἀνδρὶ συνῳκηκυῖά ἐστιν. ἀλλὰ καὶ ὁ Φαραὼ, ἀσεβὴς ἀνὴρ, ἑώρακεν ὄνειρον περί τε πυρῶν εὐφορίας καὶ ἀφορίας, ᾧ ὁ Ἰωσὴφ ἐπιλύων παρὰ Θεοῦ ἔφη τὸν ὄνειρον γεγενῆσθαι. Ναβουχοδονόσορ δὲ, ὁ εἴδωλα σέβων, καὶ τοὺς Θεὸν σέβοντας εἰς πῦρ κελεύσας βληθῆναι, ὄνειρον ὅλου μήκους αἰῶνος ὁρᾷ. καὶ μὴ λεγέτω τις· ἀλλ᾽ ὅραμα ἐγρηγορὼς οὐδεὶς ἀσεβῶν θεωρεῖ. ψεῦδός ἔστιν. αὐτὸς γοῦν ὁ Ναβουχοδονόσορ τρεῖς ἄνδρας κελεύσας βληθῆναι εἰς πῦρ , ἐνιδὼν τῇ καμίνῳ τέταρτον ἔφη· τὸν τέταρτον ὁρῶ ὡς υἱὸν θεοῦ. καὶ ὅμως ὀπτασίας τε καὶ ὁράματα καὶ ἐνύπνια ὁρῶντες ἀληθῆ, ἀσεβεῖς ἦσαν. οὕτως οὐ πάντως ἐκ τοῦ ὁρᾶν τινα ὁράματα καὶ ἐνύπνια καὶ ὀπτασίας πάντως εὐσεβής ἐστιν. τῷ γὰρ εὐσεβεῖ ἐμφύτῳ καὶ καθαρῷ ἀναβλύζει τῷ νῷ τὸ ἀληθὲς, οὐκ ὀνείρῳ σπουδαζόμενον, ἀλλὰ συνέσει ἀγαθοῖς διδόμενον.

Οὕτως γὰρ κἀμοὶ ἀπὸ τοῦ πατρὸς ἀπεκαλύφθη ὁ υἱός. διὸ οἶδα τίς δύναμις ἀποκαλύψεως, ἀφ᾽ ἑαυτοῦ μαθών. ἅμα γὰρ τῷ τὸν κύριον εἰπεῖν, τίνα αὐτὸν λέγουσιν, καὶ ἄλλους ἄλλο τι λέγοντας αὐτὸν ἀκηκοότος ἐμοῦ, ἐπὶ τῆς καρδίας ἀνέβη· οὐκ οἶδα οὖν πῶς εἶπον σὺ εἶ ὁ υἱὸς τοῦ ζῶντος Θεοῦ. τὸν δὲ μακαρίσαντά με μηνῦσαί μοι, τὸν ἀποκαλύψαντα πατέρα εἶναι, ἐμὲ δὲ ἔκτοτε μαθεῖν, ὅτι τὸ ἀδιδάκτως, ἄνευ ὀπτασίας καὶ ὀνείρων μαθεῖν

ἀποκάλυψίς ἐστιν. καὶ ἀληθῶς οὕτως ἔχει. ἐν γὰρ τῇ ἐν ἡμῖν ἐκ Θεοῦ τεθείσῃ σπερματικῶς πᾶσα ἔνεστιν ἡ ἀλήθεια, Θεοῦ δὲ χειρὶ σκέπεται καὶ ἀποκαλύπτεται, τοῦ ἐνεργοῦντος τὸ κατ᾽ ἀξίαν ἑκάστου εἰδότος. τὸ δὲ ἔξωθεν δι᾽ ὀπτασιῶν καὶ ἐνυπνίων δηλωθῆναί τι ὅτι οὐκ ἔστιν ἀποκαλύψεως, ἀλλ᾽ ὀργῆς, φαίνεται. πέρας γοῦν γέγραπται ἐν τῷ νόμῳ ὅτι ὀργισθεὶς ὁ Θεὸς Ἀαρὼν καὶ Μαριὰμ ἔφη· ἐὰν ἀναστῇ προφήτης ἐξ ὑμῶν, δι᾽ ὁραμάτων καὶ ἐνυπνίων αὐτῷ γνωρισθήσομαι, οὐχ οὕτως δὲ ὡς Μωυσῇ τῷ θεράποντί μου, ὅτι ἐν εἴδει καὶ οὐ διὰ ἐνυπνίων λαλήσω πρὸς αὐτὸν, ὡς εἴτις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον. ὁρᾷς πῶς τὰ τῆς ὀργῆς δι᾽ ὁραμάτων καὶ ἐνυπνίων, τὰ δὲ πρὸς φίλον στόμα κατὰ στόμα, ἐν εἴδει, καὶ οὐ δἰ αἰνιγμάτων καὶ ὁραμάτων καὶ ἐνυπνίων, ὡς πρὸς ἐχθρόν.

Εἰ μὲν οὖν καὶ σοὶ ὁ Ἰησοῦς ἡμῶν δἰ ὁράματος ὀφθεὶς ἐγνώσθη καὶ ὡμίλησεν, ὡς ἀντικειμένῳ ὀργιζόμενος, διὸ δι᾽ ὁραμάτων καὶ ἐνυπνίων ἢ καὶ δἰ ἀποκαλύψεων ἔξωθεν οὐσῶν ἐλάλησεν. εἴ τις δὲ δι᾽ ὀπτασίαν πρὸς διδασκαλίαν σοφισθῆναι δύναται; καὶ εἰ μὲν ἐρεῖς· δυνατόν ἐστιν, διὰ τί ὅλῳ ἐνιαυτῷ ἐγρηγορόσιν παραμένων ὡμίλησεν ὁ διδάσκαλος; πῶς δέ σοι καὶ πιστεύσομεν αὐτὸ, κἄν ὅτι ὤφθη σοι; πῶς δέ σοι καὶ ὤφθη, ὁπότε αὐτοῦ τὰ ἐναντία τῇ διδασκαλίᾳ φρονεῖς; εἰ δὲ ὑπ᾽ ἐκείνου μιᾶς ὥρας ὀφθεὶς καὶ μαθητευθεὶς ἀπόστολος ἐγένου, τὰς ἐκείνου φωνὰς κήρυσσε, τὰ ἐκείνου ἑρμήνευε, τοὺς ἐκείνου ἀποστόλους φίλει, ἐμοὶ τῷ συγγενομένῳ αὐτῷ μὴ μάχου. πρὸς γὰρ στερεὰν πέτραν ὄντα με, θεμέλιον ἐκκλησίας, ἐναντίος ἀνθέστηκάς μοι. εἰ μὴ ἀντικείμενος ἦς, οὐκ ἄν με διαβάλλων τὸ δἰ ἐμοῦ κήρυγμα ἐλοιδόρεις, ἵνα ὅ παρὰ τοῦ κυρίου αὐτὸς παρὼν ἀκήκοα, λέγων μὴ πιστεύωμαι, δῆλον ὅτι ὡς ἐμοῦ καταγνωσθέντος καὶ ἐμοῦ εὐδοκιμοῦντος. ἢ εἰ κατεγνωσμένον με λέγεις , Θεοῦ τοῦ ἀποκαλύψαντός μοι τὸν Χριστὸν κατηγορεῖς, καὶ τοῦ ἐπὶ ἀποκαλύψει μακαρίσαντός με καταφέρεις. ἀλλ᾽ ἐπεί περ ἀληθῶς τῇ ἀληθείᾳ συνεργῆσαι θέλεις, μάθε πρῶτον παρ᾽ ἡμῶν, ἅ ἡμεῖς παρ᾽ ἐκείνου ἐμάθομεν, καὶ μαθητὴς ἀληθείας γεγονὼς γένου ἡμῖν συνεργός.

Ταῦτα ὁ Σίμων ἀκούσας ἔφη· ἀπείη μοι, εἴτε ἐκείνου, εἴτε σου γενέσθαι μαθητήν. οὐδὲ γὰρ ἀγνοῶ ἃ δεῖ γινώσκειν· ἅ

δὲ ὡς μανθάνων ἐπυθόμην, ἵνα εἰδῶ εἰ δύνασαι ὀπτασίαν ἐναργείας ἐναργεστέραν δεῖξαι. σὺ δὲ ὡς ἠθέλησας, εἶπες, οὐκ ἔδειξας. καὶ νῦν αὔριόν σοι εἰς τὸν περὶ Θεοῦ, οὗ διισχυρίζῃ δημιουργοῦ, ἐλθὼν καὶ διαλεχθεὶς δείξω μὴ αὐτὸν εἶναι ἀνώτατον ἀγαθὸν, καὶ τὸν σὸν δὲ διδάσκαλον τὰ αὐτά μοι εἰρηκέναι, σὲ δὲ μὴ νενοηκέναι ἐλέγξω. καὶ ταῦτα εἰπὼν ἐξῄει, εἰς ἃ προέτεινεν οὐ θελήσας ἀκοῦσαι.

Ὄρθρου δὲ, προελθόντος τοῦ Πέτρου εἰς τὸ διαλεχθῆναι, ὁ Σίμων προλαβὼν ἔφη· ἐχθὲς ἀπαλλασσόμενος εἰς τὴν σήμερον ὑπεσχόμην σοι ἐπανελθὼν καὶ συζητήσας δεῖξαι, ὅτι οὐκ ἔστιν ὁ τὸν κόσμον δημιουργήσας ἀνώτατος Θεὸς, ἀλλ᾽ ἕτερος, ὅς καὶ μόνος ἀγαθὸς ὤν καὶ μέχρι τοῦ δεῦρο ἄγνωστός ἐστιν. αὐτίκα γοῦν τὸν δημιουργὸν αὐτὸν καὶ νομοθέτην φῂς εἶναι, ἢ οὔ; εἰ μὲν οὖν νομοθέτης ἐστὶν, δίκαιος τυγχάνει, δίκαιος δὲ ὤν ἀγαθὸς οὐκ ἔστιν. εἰ δὲ οὐκ ἔστιν, ἕτερον ἐκήρυσσεν ὁ Ἰησοῦς τῷ λέγειν· μή με λέγε ἀγαθόν· ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς. οὐ συμφωνεῖ δὲ τῷ νομοθέτῃ δικαίῳ ὄντι καὶ ἀγαθῷ. καὶ ὁ Πέτρος ἔφη· πρῶτον ἡμῖν εἰπέ, ἐπὶ ποίαις πράξεσιν δοκεῖ σοι ὁ ἀγαθὸς εἶναι, ἐπὶ ποίαις δὲ καὶ ὁ δίκαιος, ἵνα οὕτως κατὰ σκοποῦ τοὺς λόγους πέμπωμεν. καὶ ὁ Σίμων· σὺ πρῶτον εἰπὲ, τί σοι δοκεῖ τὸ ἀγαθὸν, ἢ καὶ τὸ δίκαιον.

Καὶ ὁ Πέτρος· ἵνα μὴ ἐριστικώτερον διαλεγόμενος δαπανῶ τοὺς χρόνους, ἀπαιτῶν δικαίως τῶν ἐμῶν προτάσεών σε τὰς ἀποκρίσεις ποιεῖσθαι, ὥς σοι δοκεῖ αὐτὸς ὧν ἐπυθόμην ποιήσομαι τὰς ἀποκρίσεις. ἐγώ φημι ἀγαθὸν εἶναι τὸν παρεκτικόν, οἷον ὡς αὐτὸν ὁρῶ ποιοῦντα τὸν δημιουργὸν, παρέχοντα τὸν ἥλιον ἀγαθοῖς καὶ κακοῖς, καὶ τὸν ὑετὸν δικαίοις καὶ ἀδίκοις. καὶ ὁ Σίμων ἔφη· τοῦτο ἀδικώτατον, ὅτι τὰ αὐτὰ δικαίοις καὶ ἀδίκοις παρέχει. καὶ ὁ Πέτρος· σὺ οὖν ἡμῖν τοῦ λοιποῦ λέγε, πῶς ποιῶν ἀγαθὸς ἄν ἦν. καὶ ὁ Σίμων· σὲ δεῖ λέγειν. καὶ ὁ Πέτρος· ἐγὼ λέξω. εἰ μὲν τὰ αὐτὰ παρέχων ἀγαθοῖς καὶ δικαίοις, εἴ τε κακοῖς καὶ ἀδίκοις, κατὰ σὲ οὐδὲ δίκαιός ἐστιν, καὶ εἰ ἀγαθοῖς ἀγαθὰ παρεῖχεν,

κακοῖς τε κακά, δίκαιον ἄν αὐτὸν εὐλόγως ἔλεγες. ποίᾳ οὖν ἔτι πράξει χρώμενος ἂν ἦν, εἰ μὴ ταύτῃ χρῆται ὁδῷ, κακοῖς μὲν παρέχων τὰ πρόσκαιρα, ἐὰν ἄρα μεταβάλλωνται, ἀγαθοῖς δὲ αἰώνια, ἐάν γε ἐμμείνωσιν; καὶ οὕτως τῷ μὲν πᾶσιν παρέχειν, διαφόροις δὲ χαρίζεσθαι τὸ δίκαιον αὐτοῦ ἀγαθόν ἐστιν , καὶ μακρόθυμον ταύτῃ μᾶλλον, εἰ ἁμαρτωλοῖς μὲν μετανοοῦσιν χαρίζεται τὰ ἁμαρτήματα, εὖ πράξασιν δὲ καὶ ζωὴν αἰώνιον ὑπογράφει. κρίνων δὲ εἰς τέλος, καὶ τὸ κατ᾽ ἀξίαν ἀπονέμων ἑκάστῳ δίκαιός ἐστιν. εἰ μὲν οὖν ταῦτα ὀρθῶς οὕτως ἔχῃ, ὁμολόγησον.

Καὶ ὁ Σίμων ἔφη· ἅπαξ ἔφην· πᾶς νομοθέτης, εἰς τὸ δίκαιον ἀφορῶν, δίκαιός ἐστιν. καὶ ὁ Πέτρος· εἰ ἀγαθοῦ ἐστιν μὴ θεῖναι νόμον, δικαίου δὲ τὸ θέσθαι, καὶ οὕτως ὁ δημιουργὸς ἀγαθός ἐστιν καὶ δίκαιος. ἀγαθὸς μὲν, ὅτι ἀπὸ τῶν χρόνων Ἀδὰμ μέχρι Μωυσέως ἐγγράφως οὐ φαίνεται τεθεικὼς τὸν νόμον· ἀπὸ δὲ Μωυσέως εἰς τοὺς δεῦρο χρόνους, ὡς γέγραπται, καὶ δίκαιός ἐστιν. καὶ ὁ Σίμων· ἀπὸ τῶν τοῦ διδασκάλου σου φωνῶν δεῖξον, ὅτι τοῦ αὐτοῦ ἐστιν, ἀγαθὸν εἶναι καὶ δίκαιον. ἐμοὶ γὰρ ἀδύνατον φαίνεται, τὸν νομοθέτην ἀγαθὸν ὄντα τὸν αὐτὸν καὶ δίκαιον εἶναι. καὶ ὁ Πέτρος· ὅτι τὸ ἀγαθὸν αὐτὸ καὶ δίκαιόν ἐστιν, ἐπάκουσον. αὐτὸς ὁ διδάσκαλος ἡμῶν τῷ εἰπόντι Φαρισαίῳ· τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; πρῶτον ἔφη· μή με λέγε ἀγαθόν· ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς· εὐθὺς ἐπάξας λέγει· εἰ δὲ θελήσεις τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς. τοῦ δὲ εἰπόντος, ποίας; ἐπὶ τὰς τοῦ νόμου ἔπεμψεν. οὐκ ἂν δὲ ἕτερόν τινα ἀγαθὸν σημαίνων ἐπὶ τὰς δικαίου ἀνέπεμπεν ἐντολάς. ὅτι δὲ τὸ δίκαιον ἄλλο ἐστὶν, καὶ τὸ ἀγαθὸν ἕτερον, καὶ αὐτὸς ὁμολογῶ, ἀλλ᾽ ὅτι τοῦ αὐτοῦ ἐστιν τὸ ἀγαθὸν εἶναι καὶ δίκαιον, ἀγνοεῖς. ἀγαθὸς γάρ ἐστιν μετανοοῦσι νῦν μακροθυμῶν καὶ ἀποδεχόμενος αὐτούς, δίκαιος δέ ἐστιν, ὅτ᾽ ἄν κρίνων τὸ κατ᾽ ἀξίαν ἑκάστῳ ἀπονέμῃ.

Καὶ ὁ Σίμων ἔφη· πῶς οὖν ἐγνωσμένου τοῦ δημιουργοῦ, τοῦ καὶ τὸν Ἀδὰμ πλάσαντος, καὶ τοῖς κατὰ νόμον δικαίοις ἐγνωσμένου, προσέτι δικαίοις καὶ ἀδίκοις καὶ ὅλῳ τῷ κόσμῳ, ὁ διδάσκαλός σου μετὰ πάντας ἐκείνους ἐληλυθὼς λέγει οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν, εἰ μὴ ὁ πατὴρ, καὶ οἷς ἄν βούληται ὁ υἱὸς ἀποκαλύψαι; ταῦτα δὲ οὐκ ἄν ἔλεγεν, εἰ

μὴ πατέρα τινὰ ἐν ἀποῤῥήτοις ὄντα ἀνήγγελλεν, ὃν καὶ ὕψιστον ὁ νόμος λέγει, ἀφ᾽ οὗ οὔτε ἀγαθὴ οὔτε κακὴ ἠκούσθη φωνή (ὡς ἐν τοῖς Θρήνοις καὶ Ἰερεμίας μαρτυρεῖ), ὅστις κατ᾽ ἀριθμὸν τῶν υἱῶν Ἰσραὴλ, οἳ εἰσῆλθον εἰς Αἴγυπτον, οἵ εἰσιν ἑβδομήκοντα, καὶ πρὸς τὰ ὅρια τῶν ἐθνῶν περιγράψας γλώσσαις ἑβδομήκοντα, τῷ αὑτοῦ υἱῷ τῷ καὶ κυρίῳ λεγομένῳ, οὐρανὸν καὶ γῆν διακοσμήσαντι, τοὺς Ἑβραίους ἔδωκεν μερίδα, καὶ αὐτὸν Θεὸν θεῶν εἶναι διώρισεν, θεῶν δὴ λέγω, οἵ τινες τὰς ἄλλας τῶν ἐθνῶν εἰλήφασιν μερίδας. νόμοι οὖν προῆλθον ἀπό τε πάντων τῶν λεχθέντων θεῶν ταῖς αὐτῶν μερίσιν, ἅ τινά ἐστιν τὰ λοιπὰ ἄλλα ἔθνη. ὁμοίως δὲ καὶ ἀπὸ τοῦ υἱοῦ τοῦ πάντων κυρίου ὁ παρὰ Ἑβραίοις κείμενος προῆλθε νόμος. τοῦτο δὲ οὕτως ἔχειν ὡρίσθη, ἵνα εἴ τις νόμῳ τινὸς προςφύγῃ, ἀπὸ τῆς ἐκείνου γένηται μερίδος, οὗ δὴ καὶ τὸν νόμον πράττειν ἀνεδέξατο. οὐδεὶς ἔγνω τὸν ἐν ἀποῤῥήτοις ὕψιστον πατέρα ὄντα, ὡς οὐδὲ τὸν τούτου υἱὸν, ὅτι υἱός ἐστιν. αὐτίκα γοῦν σὺ τὰ τοῦ ἀποῤῥήτου ὑψίστου ἴδια διδοὺς τῷ υἱῷ οὐκ οἶδας ὅτι υἱός ἐστιν, πατὴρ ὑπάρχων τοῦ Ἰησοῦ τοῦ καθ᾽ ὑμᾶς λεγομένου Χριστοῦ.

Ταῦτα τοῦ Σίμωνος εἰπόντος ὁ Πέτρος ἔφη πρὸς αὐτόν· δύνασαι αὐτὸν ἐκεῖνον διαμαρτύρασθαι, ὅτι οὕτως πιστεύεις, οὐχ ὃν νῦν ἐν ἀποῤῥήτοις λέγεις, ἀλλ᾽ ὃν σὺ πιστεύων οὐχ ὁμολογεῖς; ἄλλα γὰρ ἀντ᾽ ἄλλων ὁρίζων φλυαρεῖς. διὸ ἐὰν διαμαρτύρῃ ὅτι ἃ λαλεῖς ταῦτα πιστεύεις, ἀποκρίνομαί σοι. εἰ δὲ ἕστηκας συζητῶν ἐμοὶ ἃ μὴ πιστεύεις, κατὰ κενοῦ με παίειν ἀναγκάζεις. καὶ ὁ Σίμων ἔφη παρά τινος τῶν σῶν μαθητῶν ἀκήκοα. καὶ ὁ Πέτρος ἔφη· μὴ ψευδομαρτύρει. καὶ ὁ Σίμων ἔφη μή με λοιδόρει, προπετέστατε. καὶ ὁ Πέτρος μέχρις ἂν εἴπῃς τὸν εἰπόντα, ψεύστης εἶ. καὶ ὁ Σίμων· νόμιζε ἐμὲ ταῦτα πλάσαι ἢ καὶ παρὰ ἄλλου ἀκηκοέναι· πρὸς ταῦτα μοι ἀπόκριναι. ἐὰν γὰρ ἀνατραπῆσαι μὴ δυνηθῇ, ἔμαθον τοῦτο εἶναι τὴν ἀλήθειαν. καὶ ὁ Πέτρος εἰ ἀνθρώπινόν ἐστιν πλάσμα, οὐκ ἀποκρίνομαι εἰς αὐτό· εἰ δὲ ὑπονοίᾳ αὐτοῦ κεκράτησαι ὡς ἀληθοῦς, τοῦτο αὐτό μοι ὁμολόγησον, καὶ ἔχω τι καὶ αὐτὸς περὶ τούτου λέγειν. καὶ ὁ Σίμων ἅπαξ μοι δοκεῖ τοῦτο ἔχειν. σὺ πρὸς ταῦτα ἔχῃς τι λέγειν, ἀπόκριναι.

Καὶ ὁ Πέτρος ἔφη· εἰ τοῦτο οὕτως ἔχῃ, τὰ μέγιστα

ἀσεβεῖς. εἰ γὰρ υἱοῦ ἐστιν τοῦ οὐρανὸν καὶ γῆν διακοσμήσαντος τὸ ᾧ βούλεται ἀποκαλύπτειν τὸν ἐν ἀποῤῥήτοις αὐτοῦ πατέρα, σὺ μέγιστα, ὡς ἔφην, ἀσεβεῖς ἀποκαλύπτων οἷς ἐκεῖνος οὐκ ἀπεκάλυψεν. καὶ ὁ Σίμων· ἀλλ᾽ αὐτός με βούλεται ἀποκαλύπτειν. καὶ ὁ Πέτρος· οὐ νοεῖς ἃ λέγω, Σίμων. πλὴν ἀκούσας σύνες· τῷ εἰπεῖν, οἷς ἄν βούληται ὁ υἱὸς ἀποκαλύψει, οὐ διδασκαλίᾳ τινὰ τοιοῦτον μαθεῖν λέγει, ἀλλ᾽ ἀποκαλύψει μόνον. ἀποκάλυψίς ἐστιν τὸ ἐν πάσαις καρδίαις ἀνθρώπων ἀποῤῥήτως κείμενον κεκαλυμμένον, ἄνευ φωνῆς ταῖς αὐτοῦ βουλαῖς ἀποκαλυπτόμενον. καὶ οὕτως γίνεται γνῶναι, οὐ διδαχθέντα, ἀλλὰ συνέντα. τῷ μέντοι συνέντι οὐκ ἔξεστιν, ἄλλῳ τοῦτο ἀποδεῖξαι, ἐπεὶ μηδ᾽ αὐτὸς ἐδιδάχθη, οὔτε ἀποκαλύψαι δύναται, ἐπεὶ μὴ αὐτός ἐστιν ὁ υἱός, ἐκτὸς εἰ μὴ ἑαυτὸν λέγει εἶναι τὸν υἱόν. σὺ δὲ οὐκ εἶ ὁ ἑστὼς υἱός. εἰ γὰρ υἱὸς ἦς, πάντως ἄν ᾔδης τῆς τοιαύτης ἀποκαλύψεως τοὺς ἀξίους. σὺ δὲ οὐκ οἶδας. εἰ γὰρ ἠπίστασο, τὰ τῶν ἐπισταμένων ἄν ἐποίεις.

Καὶ ὁ Σίμων ἔφη· ὁμολογῶ, οὐ συνῆκα πῶς λέγεις, τὰ τῶν ἐπισταμένων ἂν ἐποίεις. καὶ ὁ Πέτρος· εἰ οὐ συνῆκας, οὐδὲ τὸν ἑκάστου νοῦν εἰδέναι δύνῃ, καὶ εἰ ἀγνοεῖς, οὐδὲ τοὺς ἀξίους τῆς ἀποκαλύψεως ἐπίστασαι, εἰ δὲ οὐκ ἐπίστασαι, οὐκ εἶ υἱός· ὁ δὲ υἱὸς οἶδεν· διὸ οἷς βούλεται ὡς ἀξίοις οὐσιν ἀποκαλύπτει. καὶ ὁ Σίμων ἔφη· μὴ ἀπατῶ, οἶδα τοὺς ἀξίους, καὶ υἱὸς οὐκ εἰμί. τοῦτο μέντοι, τί ποτ᾽ ἔστιν, οἷς βούλεται ἀποκαλύπτει, οὐ συνῆκα ὡς λέγεις· τὸ δὲ μὴ συνιέναι οὐχ ὡς μὴ εἰδὼς εἶπον, ἀλλ᾽ ὡς εἰδὼς ὅτι οἱ παρεστῶτες οὐ συνῆκαν, ἵνα αὐτὸ σαφέστερον εἴπῃς, ὅπως νοήσωσιν ὧν ἕνεκεν καὶ τὴν ζήτησιν ποιούμεθα. καὶ ὁ Πέτρος· ἐγὼ σαφέστερον αὐτὸ εἰπεῖν οὐ δύναμαι, σὺ αὐτὸς ὡς νοήσας φράσον. καὶ ὁ Σίμων· ἐγὼ τὰ σὰ οὐκ ἀνάγκην ἔχω λέγειν. καὶ ὁ Πέτρος· φαίνῃ μοι, Σίμων, μὴ συνιεὶς αὐτὸ, καὶ ὁμολογεῖν μὴ θέλων, ἵνα μὴ ἐν ἀγνοίᾳ φωραθεὶς ἐλεγχθῇς μὴ ὤν σὺ ὁ ἑστὼς υἱός. τοῦτο γὰρ αἰνίσσῃ, κἄν σαφῶς αὐτὸ εἰπεῖν μὴ θέλῃς· ὥστε ἐγὼ μὲν τὰς σὰς βουλὰς ἐξ ὧν αἰνίσσῃ ἐπίσταμαι, προφήτου ἀληθοῦς μαθητὴς ὤν, οὐ προφήτης. σὺ δὲ καὶ τὰ σαφῶς λεγόμενα μὴ συνιὼν υἱὸν ἑαυτὸν εἰπεῖν θέλεις, ἀνθεστὼς ἡμῖν. καὶ ὁ Σίμων· ἀρῶ σου πᾶσαν πρόφασιν· ὁμολογῶ, αὐτὸ οὐ συνῆκα, τί ποτ᾽ ἔστιν, καὶ οἷς ἄν βούληται ὁ υἱὸς ἀποκαλύπτει. λέγε τοίνυν αὐτὸ σαφέστερον.

Καὶ ὁ Πέτρος· ἐπειδὴ κἂν σχήματι αὐτὸ ὡμολόγησας μὴ συνιέναι , πρὸς ὃ πυνθάνομαί σου, ἀπόκριναί μοι, καὶ μαθήσῃ. λέγε μοι· φῂς τὸν υἱὸν δίκαιον εἶναι, ὅστις ποτ᾽ ἔστιν, ἢ οὔ; καὶ ὁ Σίμων ἔφη· δικαιότατον. καὶ ὁ Πέτρος· δίκαιος δὲ ὢν διὰ τί μὴ πᾶσιν ἀποκαλύπτει, ἀλλ᾽ οἷς βούλεται; καὶ ὁ Σίμων· ὅτι δίκαιος ὢν τοῖς ἀξίοις ἀποκαλύπτειν βούλεται. καὶ ὁ Πέτρος οὐκ οὖν ἀνάγκη αὐτὸν εἰδέναι τὸν ἑκάστου νοῦν, ἵνα ἀξίοις ἀποκαλύπτῃ; καὶ ὁ Σίμων· ἀνάγκη πᾶσα οὕτως ἔχειν. καὶ ὁ Πέτρος· οὐκοῦν αὐτὸς μόνος εὐλόγως ἀποκαλύπτειν ὡρίσθη, μόνος τὸν ἑκάστου νοῦν εἰδὼς, καὶ οὐ σὺ ὁ μηδὲ τὰ ὑφ᾽ ἡμῶν λεγόμενα δυνάμενος συνιέναι.

Τοῦτο τοῦ Πέτρου εἰπόντος ἀπὸ μὲν τῶν ὄχλων ἔπαινος ἐγένετο. ὁ δὲ Σίμων κατάφωρος γεγονὼς, αἰδεσθεὶς ἠρυθρίασε, καὶ τὸ μέτωπον τρίψας ἔφη· ἀλλ᾽ ἐμὲ μάγον λέγουσιν ὑπὸ Πέτρου νικώμενον, ἀλλὰ καὶ συλλογιζόμενον. οὐκ εἴ τις δὲ συλλογισθείη, συναρπασθεὶς τὴν ἐν αὐτῷ ἀλήθειαν νενικημένην ἔχει. οὐ γὰρ ἡ ἀσθένεια τοῦ ἐκδικοῦντος ἀλήθειά ἐστιν τοῦ νικωμένου. πλήν φημί σοι, ὅτι ἐγὼ τοὺς παρεστῶτας πάντας ἀξίους ἔκρινα γνῶναι τὸν ἐν ἀποῤῥήτοις πατέρα. διὸ δημοσίᾳ μου αὐτοῖς ἀποκαλύπτοντος, σὺ αὐτὸς διὰ φθόνον ἐμοὶ τῷ εὐεργετεῖν αὐτοὺς θέλοντι χαλεπαίνεις.

Καὶ ὁ Πέτρος ἔφη· ἐπειδὴ ἀρεσκόντως τοῖς παροῦσιν ὄχλοις οὕτως ἔφης, ἐγὼ ἐρῶ οὐκ ἀρεσκόντως, ἀλλ᾽ ἀληθῶς. λέγε μοι, πῶς ἀξίους ἐπίστασαι τοὺς παρεστῶτας πάντας, ὅπου σοι ἐκφαίνοντι οὐδ’ εἷς συνέθετο; τὸ γὰρ ἐμοὶ ποιήσασθαι κατὰ σοῦ τὸν ἔπαινον οὐκ ἔστιν συγκαταθεμένων σοὶ, ἀλλ᾽ ἐμοὶ, ᾧ καὶ τὸν ἔπαινον ὡς ὀρθῶς εἰρηκότι ἀπένειμαν. ἀλλ᾽ ἐπειδὴ ὁ Θεὸς δίκαιος ὢν βραβεύει τὸν ἑκάστου νοῦν, ὃ φῂς ἀληθὲς εἶναι, οὐκ ἂν ἐβουλήθη διὰ τῆς ἀριστερᾶς τοῖς δεξιοῖς τοῦτο δοθῆναι , ᾧ λόγῳ ὁ παρὰ κλέπτου τι λαβὼν καὶ αὐτὸς ὑπεύθυνός ἐστιν. ὥστε τούτου ἕνεκεν τὸ ὑπὸ σοῦ φερόμενον οὐκ ἠθέλησεν αὐτοὺς λαβεῖν, ἀλλὰ διὰ τοῦ εἰς τὸ ἀποαλύπτειν ὡρισμένου υἱοῦ. τίνι γὰρ εὔλογόν ἐστιν ἀποκαλύπτειν τὸν πατέρα, ἢ υἱῷ μόνῳ, διὰ τὸ εἰδέναι τῆς τοιαύτης ἀποκαλύψεως τὸν ἄξιον; οὕτως οὐκ ἔστιν τοῦτο διδάξαι ἢ διδαχθῆναι, ἀλλ᾽ ἀφράστῳ χειρὶ ἀποκαλυφθῆναι τῷ τοῦτο εἰδέναι ἀξίῳ.

Καὶ ὁ Σίμων ἔφη· πολὺ συμβάλλεται πρὸς νίκην τῷ πολεμοῦντι τὸ ἰδίοις χρήσασθαι  ὅπλοις. ὃ γὰρ φιλεῖ τις, καὶ

γνησίως ἐκδικεῖν δύναται, γνησίως δὲ ἐκδικούμενον οὐ τὴν τυχοῦσαν ἰσχὺν ἔχει. διὸ τοῦ λοιποῦ ὅπερ ὄντως φρονῶ ἐκθήσομαι. φημί τινα δύναμιν ἐν ἀποῤῥήτοις εἶναι ἄγνωστον πᾶσι, καὶ αὐτῷ τῷ δημιουργῷ, ὡς καὶ αὐτὸς ὁ Ἰησοῦς εἴρηκεν, οὐκ ἐπιστάμενος ὃ ἐφθέγξατο. οὐκ πολυλαλιᾶς γὰρ ἐνίοτε εὐστοχεῖ τις πρὸς τὸ ἀληθὲς, οὐκ εἰδὼς ὃ λέγει. λέγω δὲ καὶ περὶ τούτου, οὗ εἴρηκεν· οὐδεὶς ἔγνω τὸν πατέρα. καὶ ὁ Πέτρος σὺ τὰ ἐκείνου εἰδέναι μηκέτι ἐπαγγέλλου. καὶ ὁ Σίμων· τὰ ἐκείνου οὐκ ἐπαγγέλλομαι πιστεύειν, εἰς δὲ τὰ ἐπιτετευγμένα αὐτῷ διαλέγομαί σοι. καὶ ὁ Πέτρος· ἵνα μή σοι δῶ πρόφασιν εἰς φυγὴν, ζητήσω σοι ὡς θέλεις. πλὴν μαρτύρομαι πάντας ὅτι οὐδὲ ὃν νῦν ἔφης λόγον, οὐ πιστεύεις. οἶδα γὰρ ἃ φρονεῖς καὶ ἵνα μή με δόξῃς ψεύδεσθαι, ἀνοίξομαί σοι τὰ σὰ, ἵνα εἰδῇς ὅτι πρὸς εἰδότα διαλέγῃ.

Ἡμεῖς, ὦ Σίμων, ἐκ τῆς μεγάλης δυνάμεως, ἔτι τε καὶ τῆς κυρίας λεγομένης, οὐ λέγομεν δύο ἀπεστάλθαι ἀγγέλους, τὸν μὲν ἐπὶ τῷ κτίσαι κόσμον, τὸν δὲ ἐπὶ τῷ θέσθαι τὸν νόμον· οὐδ᾽ ὅτι ἑαυτὸν ἕκαστος ἐλθὼν, ἐφ᾽ οἷς ἐποίησεν αὐτὸς, ὡς αὐθέντην αὐτὸς ἤγγειλεν· οὐδ’ ὁ ἑστὼς στησόμενος ἀντικείμενος. μάθε, πῶς ἀπιστεῖς, καὶ τὴν ὑπόθεσιν ταύτην. ἣν φὴς δύναμιν ἐν ἀποῤῥήτοις εἶναι, ἀγνοίας γέμει. τὴν γὰρ ἀγνωμοσύνην τῶν ὑπ᾽ αὐτῆς ἀποσταλέντων ἀγγέλων οὐ προεγίνωσκεν. καὶ ὁ Σίμων τοῦ Πέτρου ταῦτα λέγοντος μεγάλως ὀργισθεὶς ἐπέκοψεν λέγοντα, εἰπών· τί φλυαρεῖς, τολμηρὲ καὶ πάντων προπετέστατε, ἐπ᾽ ὄχλων ἀμαθῶς ἐκφαίνων ἀτεχνῶς τὰ ἀπόῤῥητα; καὶ ὁ Πέτρος· τί φθονεῖς εὐεργετεῖσθαι τοὺς παρόντας ἀκροατάς; καὶ ὁ Σίμων· οὐκ οὖν ὁμολογεῖς τὴν τοιαύτην ἐπίγνωσιν εὐεργεσίαν εἶναι; καὶ ὁ Πέτρος· ὁμολογῶ. τὸ γὰρ ψεῦδος γνωσθὲν εὐεργετεῖ, ἀγνοίας αἰτίᾳ μὴ περιπεσεῖν αὐτῷ. καὶ ὁ Σίμων φαίνῃ μοι μὴ δύναμενος εἰπεῖν εἰς ἃ προέτεινά σοι. λέγω δὴ ὅτι καὶ ὁ διδάσκαλός σου ἐν ἀποῤῥήτοις τινὰ λέγει εἶναι πατέρα.

Καὶ ὁ Πέτρος ἔφη· ἀποκρινοῦμαι εἰς ὃ θέλεις, περὶ τοῦ· οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱόν τις οἶδεν, εἰ μὴ ὁ πατήρ, καὶ οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι. πρῶτον μὲν θαυμάζω, πῶς τοῦ λόγου τούτου μυρίας ἔχοντος ἐκδοχὰς σὺ τὸ ἐπικινδυνότερον ἐξελέξω μέρος, πρὸς ἀγνωσίαν τοῦ δημιουργοῦ καὶ τῶν ὑπ᾽ αὐτοῦ πάντων φήσας εἰρῆσθαι τὸν λόγον. πρῶτον μὲν γὰρ δύναται

ὁ λόγος εἰρῆσθαι πρὸς πάντας Ἰουδαίους, τοὺς πατέρα νομίζοντας εἶναι Χριστοῦ τὸν Δαβὶδ, καὶ αὐτὸν δὲ τὸν Χριστὸν υἱὸν ὄντα, καὶ υἱὸν Θεοῦ μὴ ἐγνωκέναι. διὸ καὶ οἰκείως εἴρηται· οὐδεὶς ἔγνω τὸν πατέρα, ἐπεὶ ἀντὶ τοῦ Θεοῦ τὸν Δαβὶδ πάντες ἔλεγον, τὸ δὲ ἐπάζαντα εἰπεῖν, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν, ἐπεὶ αὐτὸν υἱὸν ὄντα οὐκ ᾔδεισαν, καὶ τὸ εἰπεῖν, οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι, ὀρθῶς εἴρηται, ὁ γὰρ ἀπ᾽ ἀρχῆς ὢν υἱὸς μόνος ὡρίσθη, ἵνα οἷς βούλεται ἀποκαλύψῃ. καὶ οὕτως δύναται Ἀδὰμ ὁ πρωτόπλαστος αὐτὸν μὴ ἀγνοεῖν, οὐδὲ Ἑνὼχ ὁ εὐαρεστήσας μὴ εἰδέναι, οὔτε Νῶε ὁ δίκαιος μὴ ἐπίστασθαι, οὔτε Ἀβραὰμ ὁ φίλος μὴ συνιέναι, οὐκ Ἰσαὰκ μὴ νενοηκέναι, οὐκ Ἰακὼβ ὁ παλαίσας μὴ πεπιστευκέναι, καὶ πᾶσιν τοῖς ἐν τῷ λαῷ ἀξίοις μὴ ἀποκεκαλύφθαι.

Εἰ δὲ, ὡς φῄς, ἔσται διὰ τὸ εἰδέναι διὰ τοῦ Ἰησοῦ νῦν πᾶσιν ἀποκαλύπτεσθαι, πῶς οὐκ ἀδικώτατον λέγεις, ἐκείνους μὴ ἐγνωκέναι, ἑπτὰ στύλους ὑπάρξαντας κόσμῳ, καὶ δικαιοτάτῳ Θεῷ εὐαρεστῆσαι δυναμένους, καὶ τοσούτους δὲ νῦν ἀπὸ τῶν ἐθνῶν ἀσεβεῖς ὄντας κατὰ πάντα γνῶναι; οὗτοι παντὸς κρείττονες γνῶναι οὐ κατηξιώθησαν; καὶ πῶς ἐστι τοῦτο ἀγαθὸν, ὃ μὴ δίκαιόν ἐστιν; ἐκτὸς εἰ μὴ ἀγαθὸν θέλῃς λέγειν οὐ τὸν εὐεργετοῦντα τοὺς δικαιοπραγήσαντας, ἀλλὰ τὸν ἀγαπῶντα κἂν μὴ πιστεύωσιν, οἷς καὶ τὰ ἀπόῤῥητα ἀποκαλύπτειν, ἃ δικαίοις ἀποκαλύψαι οὐκ ἠθέλησεν. τὸ γὰρ τοιοῦτον οὔτε ἀγαθῷ, οὔτε δικαίῳ προσήκει, ἀλλὰ τῷ εὐσεβεῖς μεμσηκότι. μή τι σὺ εἶ, Σίμων, ὁ ἑστὼς ὁ ταῦτα οὕτως μή ποτε ῥηθέντα εἰπεῖν ἀποθρασυνόμενος;

Καὶ ὁ Σίμων ἐπὶ τούτῳ ἀγανακτήσας ἔφη· τὸν σὸν διδάσκαλον αἰτιῶ εἰπόντα· ἐξομολογοῦμαί σοι κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἅπερ ἦν κρυπτὰ σοφοῖς, ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν. καὶ ὁ Πέτρος· οὕτω μὲν, ἔφη, ὁ λόγος οὐκ ἐλέχθη· ἐρῶ δὲ πρῶτον, ὡς οὕτως εἰρημένον ὥσπερ σοι ἔδοξεν. ὁ κύριος ἡμῶν, εἴπερ καὶ εἰρήκει, ἅ τινα ἦν κρυπτὰ σοφοῖς, ταῦτα νηπίοις ἀπεκάλυψεν ὁ πατὴρ, οὐδ’ οὕτως ἄλλον Θεὸν καὶ πατέρα σημαίνειν ἐνομίζετο παρὰ τὸν κτίσαντα τὸν κόσμον. ἐνδέχεται γὰρ αὐτοῦ εἶναι τοῦ δημιουργοῦ τὰ κρυπτα ἃ ἔλεγεν, τῷ καὶ τὸν Ἠσαΐαν εἰπεῖν· ἀνοίξω τὸ στόμα μου ἐν παραβολαῖς, καὶ ἐξερεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου. νῦν προφήτην ὁμολογεῖς, ὃς τὰ κεκρυμμένα οὐκ

ἠγνόει, ἅ τινα ὁ Ἰησοῦς ἀπὸ σοφῶν κεκρύφθαι λέγει, νηπίοις δὲ ἀποκεκαλύφθαι; πῶς δὲ ὁ δημιουργὸς ἠγνόει, τοῦ προφήτου αὐτοῦ μὴ ἀγνοοῦντος ̓Ἠσαίου; ὁ δὲ Ἰησοῦς ἡμῶν τῷ ὄντι οὐκ εἶπεν, ἅ τινα ἦν κρυπτὰ, ἀλλὰ τὸ δοκοῦν τραχύτερον εἴρηκεν , εἶπεν γάρ· ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν. τὸ δὲ εἰπεῖν, ἀπέκρυψας, ὥς ποτε ἐγνωσμένων αὐτοῖς. παρ᾽ αὐτοῖς γὰρ ἡ κλεὶς τῆς βασιλείας τῶν οὐρανῶν ἀπέκειτο, τουτέστιν ἡ γνῶσις τῶν ἀποῤῥήτων.