Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Ἡμεὶς Θεὸν λέγομεν , οὐ ἐστιν τὸ ἴδιον ἄλλῳ προςεῖναι μὴ δυνάμενον. ὥσπερ γὰρ ἄπειρος ὤν πανταχόθεν διὰ τοῦτο λέγεται ἀπέραντος, καὶ ἀνάγκη πᾶσα, ἑτέρου μὴ δυναμένου ὡς αὐτὸς ἀπείρῳ εἶναι, τὸ καλεῖσθαι ἀπέραντος, (εἰ δέ τις λέγει δυνατὸν εἶναι ψεύδεται· δύο γὰρ πανταχόθεν ἄπειρα συνυπάρχειν οὐ δύνανται· περαιοῦται γὰρ τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου), οὕτως φύσις ἐστὶν, ἕν εἶναι τὸ ἀγέννητον. εἰ δὲ ἐν σχήματί ἐστιν, καὶ οὕτως ἕν ἐστιν τὸ ἀσύγκριτον. διὰ τοῦτο καὶ ὕψιστος λέγεται, ὅτι πάντων ἀνώτερος ὤν τὰ πάντα αὐτῷ ὑποκείμενα ἔχει.

Καὶ ὁ Σίμων· μὴ γὰρ τοῦτό ἐστιν αὐτοῦ ἀπόῤῥητον ὄνομα, τὸ Θεὸς, ὅπερ πάντες λέγουσιν, ὅτι τοσοῦτον καὶ περὶ ὀνόματος διισχυρίζῃ, ἵνα μὴ ἄλλῳ δοθῇ; καὶ ὁ Πέτρος ἔφη· ἐπίσταμαι ὅτι τοῦτο οὐκ ἔστιν αὐτῷ τι ἀπόῤῥητον ὄνομα, ἀλλὰ τὸ κατὰ συνθήκην ἀνθρώπων λεγόμενον, ὅπερ εἰ ἑτέρῳ δώσεις, καὶ τὸ μὴ λεγόμενον

ἑτέρῳ προσάψεις, τῷ τῆς προαιρέσεως λόγῳ. τὸ λεγόμενον ὄνομα τοῦ μὴ λεγομένου πρόοδός ἐστιν. τούτῳ τῷ λόγῳ ἡ ὕβρις καὶ εἰς τὸ μήπω ῥηθὲν λογίζεται, ᾧ λόγῳ ἡ πρὸς τὸ ἐγνωσμένον τιμὴ εἰς τὸ μήπω ἐγνωσμένον ἀναφέρεται.

Καὶ ὁ Σίμων ἔφη· ἤθελον εἰδέναι Πέτρε, εἰ ἀληθῶς πιστεύεις, ὅτι ἡ ἀνθρώπου μορφὴ πρὸς τὴν ἐκείνου μορφὴν διατετύπωται. καὶ ὁ Πέτρος ἀληθῶς, ὦ Σίμων, οὕτως ἔχειν πεπληροφόρημαι. καὶ ὁ Σίμων· πῶς θάνατος τὸ σῶμα λύειν δύναται, σφραγίδι μεγίστῃ διατετυπωμένον; καὶ ὁ Πέτρος· Θεοῦ δικαίου ἐστὶν μορφή. ἐπὰν οὖν ἀδικεῖν ἄρξηται, ἡ ἐν αὐτῷ εἰδέα φεύγει, καὶ οὕτως τὸ σῶμα λύεται, ἵνα ἡ μορφὴ ἀφανὴς γένηται, ὅπως μὴ δικαίου Θεοῦ μορφὴν ἄδικον ἔχῃ σῶμα. ἡ μέντοι λύσις οὐ περὶ τὴν σφραγίδα γίνεται, ἀλλὰ περὶ τὸ σφραγισθὲν σῶμα. ἄνευ δὲ τοῦ σφραγίσαντος τὸ σφραγισθὲν οὐ λύεται. οὕτως ἄνευ κρίσεως οὐδὲ τὸ ἀποθανεῖν ἔξεστιν. καὶ ὁ Σίμων· τίς οὖν ἀνάγκη ἦν, τὴν τοιούτου μορφὴν τῷ ἀπὸ γῆς ἐγερθέντι δοῦναι ἀνθρώπῳ; καὶ ὁ Πέτρος· διὰ τὴν τοῦ πεποιηκότος Θεοῦ φιλανθρωπίαν γέγονεν, ἐπεὶ γὰρ τῷ κατ᾽ οὐσίαν λόγῳ πάντα κρείττονα τυγχάνει τῆς ἀνθρώπου σαρκός, λέγω δὴ τὸν αἰθέρα, τὸν ἥλιον, τὴν σελήνην, τοὺς ἀστέρας, τὸν ἀέρα, τὸ ὕδωρ, τὸ πῦρ, ἑνὶ λόγῳ καὶ τὰ λοιπὰ πάντα, ἅ τινα εἰς ὑπηρεσίαν ἀνθρώπου γενόμενα καὶ κατ᾽ οὐσίαν κρείττονα ὄντα ἡδέως ὑπομένει δουλεύειν τῷ κατ᾽ οὐσίαν χείρονι, διὰ τὴν τοῦ κρείττονος μορφήν. ὡς γὰρ οἱ πήλινον ἀνδριάντα βασιλέως τιμῶντες τὴν τιμὴν ἀναφερομένην ἔχουσιν εἰς ἐκεῖνον, οὗπερ ὁ πηλὸς τὴν μορφὴν τυγχάνει ἔχων, οὕτως καὶ ἡ πᾶσα κτίσις τῷ ἀπὸ γῆς γενομένῳ ἀνθρώπῳ χαίρουσα δουλεύει, εἰς τὴν ἐκείνου ἀφορῶσα τιμήν.

Ἰδέ, οἵῳ Θεῷ, Σίμων, ἀχαριστεῖν ἡμᾶς πεῖσαι θέλεις· καὶ βαστάζει σε ἡ γῆ, ἴσως δὲ ἰδεῖν βουλομένη, τίς σοι τὰ ὅμοια φρονεῖν τολμήσοι. πρῶτος γὰρ ἐτόλμησας, ὃ μηδεὶς ἐτόλμησεν, πρῶτος ἐφθέγξω, ἃ πρώτως ἠκούσαμεν. πρῶτοι καὶ μόνοι ἡμεῖς ἐπὶ τοιαύτῃ σου ἀσεβείᾳ τὴν ἄπειρον τοῦ Θεοῦ μακροθυμίαν ἱστορήσαμεν, καὶ οὐκ ἄλλου τινὸς, ἢ τοῦ κτίσαντος τὸν κόσμον, εἰς ὃν ἀσεβεῖν ἐτόλμησας. καὶ χάσματα γῆς οὐκ ἐγενήθη, καὶ πῦρ ἀπ᾽ οὐρανοῦ οὐ κατεπέμφθη, καὶ εἰς ἐμπρησμὸν ἀνδρῶν οὐκ ἐπεξῆλθεν, καὶ ὑετὸς οὐκ ἐπεσχέθη, καὶ θηρῶν πλῆθος ἀπὸ δρυμῶν οὐκ

ἐπέμφθη, καὶ ἐπ᾽ αὐτοὺς ἡμᾶς δἰ ἕνα ἁμαρτάνοντα ὡς ἐπὶ μοιχείας πνευματικῆς, τῆς κατὰ σάρκα χείρονος ὑπαρχούσης, ἡ Θεοῦ ὀργὴ ὀλέθριος οὐκ ἤρξατο. οὐ γάρ ἐστιν ὁ τότε ἐπεξελθὼν τὰ ἁμαρτήματα οὐρανοῦ καὶ γῆς κτίστης Θεός; ἐπεὶ καὶ νῦν τὰ μέγιστα βλασφημούμενος τὰ μέγιστα ἐπεξήρχετο. ἀλλὰ τοὐναντίον μακροθυμεῖ, εἰς μετάνοιαν καλεῖ, συντελοῦντα βέλη πρὸς συντέλειαν τῶν ἀσεβῶν ἐν τοῖς θησαυροῖς ἀποκείμενα ἔχων, ἅ τινα ἐπαφήσει ὡς ζῶα ἔμψυχα, ὅταν ἀνταποδοῦναι κρίσιν τοῖς ἐχθροῖς αὐτοῦ προκαθεσθῇ. διὸ φοβηθῶμεν Θεὸν δίκαιον, οὗ τὴν μορφὴν πρὸς τιμὴν τοῦ ἀνθρώπου βαστάζει σῶμα.

Ταῦτα τοῦ Πέτρου εἰπόντος ὁ Σίμων ἀπεκρίνατο· ἐπειδὴ ὁρῶ σε σοφῶς αἰνισσόμενον ὅτι τὰ γεγραμμένα κατὰ τοῦ δημιουργοῦ ποτε ἐν βίβλοις οὐκ ἀληθῆ τυγχάνει, αὔριον ἀπὸ τῶν τοῦ διδασκάλου σου λόγων δείξω τὸ δημιουργὸν μὴ ἀνώτατον λέγοντα εἶναι Θεόν. καὶ ὁ Σίμων ταῦτα εἰπὼν ἐξῆλθεν. ὁ δὲ Πέτρος τοῖς παρεστῶσιν ὄχλοις ἔφη· ὁ Σίμων κἄν μηδὲν ἕτερον περὶ Θεοῦ βλάψαι ἡμᾶς δυνηθῇ, ἀλλ᾽ οὖν γε ἐμποδίζει ὑμῖν ἀκούειν τοὺς τὴν ψυχὴν δυναμένους καθαίρειν λόγους. ταῦτα τοῦ Πέτρου εἰπόντος πολὺς ψιθυρισμὸς ἐγένετο τῶν ὄχλων λεγόντων· τίς δὲ ἀνάγκη ἐᾶν αὐτὸν ἐνταῦθα εἰσιόντα τὰς κατὰ τοῦ Θεοῦ βλασφημίας λέγειν; καὶ ὁ Πέτρος ἀκούσας ἔφη· γένοιτο μέχρι Σίμωνος ἀρκετὸν γενέσθαι τὸν κατὰ τοῦ Θεοῦ πρὸς πειρασμὸν ἀνθρώπων λόγον. ἔσονται γὰρ, ὡς ὁ κύριος εἶπεν, ψευδαπόστολοι, ψευδεῖς προφῆται, αἱρέσεις, φιλαρχίαι· αἵ τινες, ὡς στοχάζομαι, ἀπὸ τοῦ τὸν Θεὸν βλασφημοῦντος Σίμωνος τὴν ἀρχὴν λαβοῦσαι εἰς τὸ τὰ αὐτὰ τῷ Σίμωνι κατὰ τοῦ Θεοῦ λέγειν συνεργήσουσιν. καὶ ταῦτα εἰπὼν μετὰ δακρύων, τῇ χειρὶ προσεκαλεῖτο τοὺς ὄχλους, οἷς προσελθοῦσιν τὰς χεῖρας ἐπιτιθεὶς καὶ εὐχόμενος ἀπέλυεν, λέγων ὀρθριαίτερον συνέρχεσθαι. ταῦτα εἰπὼν καὶ στενάζων εἰσελθὼν, οὔτε τροφῆς μεταλαβὼν ὕπνωσεν.

Τῆς μὲν οὖν ἄλλης ἡμέρας ὁ Πέτρος πρὸς Σίμωνα ζητεῖν μέλλων ὀρθριαίτερον ἐξυπνισθεὶς ηὔξατο, καὶ ἅμα τῷ παύσασθαι ὁ Ζακχαῖος εἰσῄει λέγων· Σίμων ἔξω καθέζεται, μετὰ ἰδίων αὑτοῦ

τινων ὡς τριάκοντα διαλεγόμενος. καὶ ὁ Πέτρος ἔφη· ἐάσθω λαλεῖν, μέχρις ὅτε πλῆθος γένηται, καὶ τότε ζητεῖν ἀρξώμεθα, ἵνα οὕτως ἡμεῖς τὰ ὑπ᾽ αὐτοῦ λεγόμενα ἀκούσαντες, πρὸς αὐτὰ ἁρμοσάμενοι, ἐξελθόντες διαλεχθῶμεν. καὶ δὴ οὕτως ἐγένετο. ἐκβὰς οὖν καὶ μετ᾽ οὐ πολὺ πάλιν εἰσελθὼν ὁ Ζακχαῖος ἀντέβαλλεν τῷ Πέτρῳ τοὺς ὑπὸ Σίμωνος κατὰ Πέτρου ῥηθέντας λόγους.

Ἔλεγεν δέ· αἰτιᾶταί σε, Πέτρε, ὡς κακίας ὄντα ὑπηρέτην, καὶ μαγείᾳ πολὺ δυνάμενον, καὶ εἰδωλολατρείας χεῖρον τὰς τῶν ἀνθρώπων φαντασιοῦντα ψυχάς. εἰς τὸ μὲν οὖν μάγον εἶναί σε ταύτην ἐδόκει φέρειν ἀπόδειξιν, λέγων· σύνοιδα ἐμαυτῷ, ὅτι ὧν κατ᾽ ἐμαυτὸν σκέπτομαι, ἐλθὼν συζητεῖν αὐτῷ, οὐδ᾽ ἕνα μνημονεύω λόγον. αὐτοῦ γὰρ διαλεγομένου, κἀμοῦ τὸν νοῦν ἀσχολοῦντος εἰς τὸ ἀναπολῆσαι, τίνα ἐστὶν ἅ ἐλογισάμην ἐλθὼν λέγειν πρὸς αὐτόν, οὐδ᾽ ὁτιοῦν ὧν λέγει ἐπακούω. ἐπεὶ οὖν ἐπ᾽ ἄλλου τινὸς τοιοῦτό τι οὐ πάσχω, ἢ ἐπ᾽ αὐτοῦ μόνου , πῶς οὐχὶ μαγευόμενος ὑπ᾽ αὐτοῦ τυγχάνω; τὸ δὲ ὅτι ἃ ἄν διδάσκῃ, εἰδωλολατρείας χείρονά ἐστιν, τῷ γε νοῦν ἔχοντι, ἐμοῦ μηνύσαντος σαφὲς ἔσται. οὐθὲν γὰρ ἕτερον ὠφεληθῆναι ἔστιν, ἢ τὸ τὴν ψυχὴν εἰδώλων παντοδαπῶν ἐλευθέραν γενέσθαι. φανταζομένη γὰρ εἶδος δεσμεῖται φόβῳ, καὶ φρονοῦσα εὐπαθεῖν τι μαραίνεται καὶ ἀλλοιοῦται ἢ δαιμονᾷ, καὶ δαιμονῶσα τοῖς πολλοῖς σωφρονεῖν δοκεῖ.

Τοῦτο ὑμῖν Πέτρος ὑποσχέσει τοῦ σωφρονίζειν παρέχει. προφάσει γὰρ ἑνὸς Θεοῦ δοκεῖ μὲν ὑμᾶς πολλῶν ἀψύχων ἀπαλλάσσειν εἰδώλων, ἅ οὐ πάνυ τοὺς σέβοντας ἀδικεῖ, τῷ αὐτοῖς ὀφθαλμοῖς ὁρᾶσθαι λίθινα ὄντα ἢ χάλκεα ἢ χρύσεα ἢ καὶ ἐξ ἄλλης τινὸς ἀψύχου ὕλης. διὸ τῷ εἰδέναι ὅτι τὸ βλεπόμενον οὐδέν ἐστιν, οὐχ ὁμοίως τῷ ὁρατῷ ὑπὸ φόβου φαντασιοῦσθαι δύναται ἡ ψυχή. πλάνῳ δὲ διδασκαλίᾳ εἰς φοβερὸν Θεὸν ἀποβλέπουσα τῶν κατὰ φύσιν ἐκβαθρεύεται. καὶ ταῦτα ἐγὼ λέγω, οὐχ ὅτι ὑμᾶς εἴδωλα σέβειν παραινῶ, ἀλλ᾽ ὅτι Πέτρος φοβερῶν εἰδεῶν δοκῶν ἀπαλλάσσειν ὑμῶν τὰς ψυχὰς, φοβερωτέρᾳ εἰδέᾳ τὸν ἕκαστον ὑμῶν ἐνθουσιᾶν ποιεῖ νοῦν, Θεὸν ἐν μορφῇ εἰσηγούμενος, καὶ ταῦτα ἄκρως δίκαιον, ᾧ ἔπεται τὸ φοβερὸν καὶ τῇ συννοούσῃ ψυχῇ τὸ φρικῶδες, δυνάμενον καὶ τῶν ὀρθῶν λογισμῶν ἐκλῦσαι τοὺς τόνους. ἐν γὰρ τοιούτῳ καθεστὼς χειμῶνι ὁ νοῦς ὡς βυθὸς ὑπ᾽ ἀνέμου σφοδροῦ θολοῦται

τὸ λαμπρόν. διὸ εἰ ἐπ᾽ ὠφελείᾳ ὑμῶν προσέρχεται, μὴ ὑμῶν τοὺς ἐξ ἀψύχων μορφῶν ἠπίως γινομένους φόβους ἐκλύειν δοκῶν φοβερὰν Θεοῦ ἀντεισφερέτω μορφήν. μορφὴν δὲ ἔχει Θεός; εἰ δὲ ἔχῃ, ἐν σχήματί ἐστιν. ἐν σχήματι δὲ ὤν πῶς οὐ περιόριστός ἐστιν; περιόριστος δὲ ὤν ἐν τόπῳ ἐστίν. ἐν τόπῳ δὲ ὢν ἥττων ἐστὶν τοῦ περιέχοντος αὐτὸν τόπου. ἥττων δέ τινος ὤν πῶς πάντων ἐστὶν ἤ μείζων ἢ ἀνώτατος; καὶ ταῦτα μὲν οὕτως.

Ὅτι δὲ ἀληθῶς οὐδὲ τὰ ὑπὸ τοῦ διδασκάλου αὐτοῦ ῥηθέντα πιστεύει, φανερόν ἐστιν. τὰ γὰρ ἐναντία αὐτῷ κηρύσσει. ἐκείνου γὰρ εἰπόντος τινὶ, ὡς μανθάνῳ· μή με λέγε ἀγαθόν, ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν· ἀγαθὸν δὲ εἰπὼν οὐκ ἔτι ἐκεῖνον λέγει τὸν δίκαιον, ὅν αἱ γραφαὶ κηρύσσουσιν, ὅς ἀποκτείνει καὶ ζωοποιεῖ, ἀποκτείνει μὲν τοὺς ἁμαρτάνοντες, ζωοποιεῖ δὲ τοὺς κατὰ γνώμην αὐτοῦ βιοῦντας. ὅτι δὲ ὄντως οὐ τὸν δημιουργὸν ἔλεγεν ἀγαθὸν, τῷ διανοηθῆναι δυναμένῳ σαφές ἐστιν. τοῦ γὰρ δημιουργοῦ ἐγνωσμένου καὶ τῷ πλασθέντι Ἀδὰμ, καὶ τῷ εὐαρεστήσαντι αὐτῷ Ἑνὼχ, καὶ τῷ ὑπ᾽ αὐτοῦ δικαίῳ ὁραθέντι Νῶε, ὁμοίως καὶ τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἀλλὰ καὶ Μωυσῇ καὶ λαῷ καὶ ὅλῳ τῷ κόσμῳ, ὁ διδάσκαλος αὐτοῦ Πέτρου Ἰησοῦς ἐλθὼν ἔλεγεν· οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν εἰ μὴ ὁ πατὴρ, καὶ οἷς ἄν βούληται ὁ υἱὸς ἀποκαλύψαι. εἰ οὖν αὐτὸς υἱὸς ἦν ὁ παρὼν, ἀπὸ τῆς αὐτοῦ παρουσίας οἷς ἐβούλετο τὸν πᾶσιν ἄγνωστον ἀπεκάλυπτεν. καὶ οὕτως τοῖς πρὸ αὐτοῦ πᾶσιν ἄγνωστος ἦν ὁ πατήρ, οὐχ οὕτως ὤν ὁ πᾶσιν ἐγνωσμένος.

Καὶ τοῦτο εἰπὼν Ἰησοῦς οὐδὲ αὐτὸς ἑαυτῷ συμφωνεῖ. ἐνίοτε γὰρ ἄλλαις φωναῖς τῶν ἀπὸ τῶν γραφῶν φοβερὸν καὶ δίκαιον συνίστησι Θεὸν λέγων· μὴ φοβηθῆτε ἀπὸ τοῦ ἀποκτείνοντος τὸ σῶμα, τῇ δὲ ψυχῇ μὴ δυναμένου τι ποιῆσαι φοβήθητε τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν εἰς τὴν γέενναν τοῦ πυρὸς βαλεῖν. ναὶ λέγω ὑμῖν, τοῦτον φοβήθητε. ὅτι δὲ ὄντως τοῦτον φοβηθῆναι ἔλεγεν ὡς δίκαιον Θεὸν, πρὸς ὅν καὶ ἀδικουμένους βοᾶν λέγει, παραβολὴν εἰς τοῦτο εἰπὼν ἐπάγει τὴν ἑρμηνείαν λέγων· εἰ οὖν ὁ κριτὴς τῆς ἀδικίας ἐποίησεν οὕτως, διὰ τὸ ἑκάστοτε ἀξιωθῆναι, πόσῳ μᾶλλον ὁ πατὴρ ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός; ἢ διὰ τὸ μακροθυμεῖν αὐτὸν ἐπ᾽ αὐτοῖς δοκεῖτε ὅτι οὐ ποιήσει; λέγω ὑμῖν,

ποιήσει, καὶ ἐν τάχει. ὁ δὲ ἐκδικοῦντα καὶ ἀμειβόμενον λέγων Θεὸν δίκαιον αὐτὸν τῇ φύσει συνίστησιν, καὶ οὐκ ἀγαθόν. ἔτι δὲ καὶ ἐξομολογεῖται τῷ κυρίῳ οὐρανοῦ καὶ γῆς. εἰ δὲ κύριός ἐστιν οὐρανοῦ καὶ γῆς, ὁμολογεῖται δημιουργός, δημιουργὸς δὲ ὢν δίκαιός ἐστιν. ποτὲ μὲν ἀγαθὸν λέγων, ποτὲ δὲ δίκαιον, οὐδ’ οὕτως συμφωνεῖ. τρίτον δὲ ὁ σοφὸς αὐτοῦ μαθητὴς ἐχθὲς δασχυρίζετο, ἐνάργειαν ὀπτασίας ἱκανωτέραν εἶναι, οὐκ εἰδὼς ὅτι ἡ ἐνάργεια ἀνθρωπεία εἶναι δύναται, ἡ δὲ ὀπτασία θεότητος εἶναι ὁμολογεῖται.

Ταῦτα καὶ τὰ τούτοις ὅμοια, Πέτρε, ὁ Σίμων τοῖς ὄχλοις ἔξω ἑστὼς καὶ διαλεγόμενος, ταράσσειν μοι δοκεῖ τοὺς πλείονας. διὸ ἐξαυτῆς ἔξιθι, ἀληθείας δυνάμει τοὺς αὐτοῦ ψευδεῖς ἐκλύων λόγους. ταῦτα τοῦ Ζακχαίου εἰπόντος ὁ Πέτρος συνήθως εὐξάμενος ἐξῄει, καὶ εἰς τὸν πρὸ μιᾶς τόπον στάς, καὶ τῷ τῆς θεοσεβείας ἔθει προσαγορεύσας τοὺς ὄχλους, τοῦ λέγειν ἤρξατο οὕτως· ἀληθὴς ὢν προφήτης ὁ κύριος ἡμῶν Ἰησοῦς, ὡς ἐπὶ καιροῦ καὶ περὶ τούτου πληροφορήσω, περὶ τῶν τῇ ἀληθείᾳ διαφερόντων συντόμως τὰς ἀποφάσεις ἐποιεῖτο, διὰ δύο ταῦτα, ὅτι πρὸς θεοσεβεῖς ἐποιεῖτο τὸν λόγον, εἰδότας τὰ ἀποφάσει ὑπ᾽ αὐτοῦ ἐκφερόμενα πιστεύειν· οὐδὲ γὰρ ἦν ξένα τῆς αὐτῶν συνηθείας τὰ λεγόμενα. δεύτερον δὲ ὅτι προθεσμίαν ἔχων κηρῦξαι τῷ τῆς ἀποδείξεως οὐκ ἐχρῆτο λόγῳ, ἵνα μὴ εἰς λόγους τὸν πάντα τῆς προθεσμίας δαπανῷ χρόνον, καὶ οὕτως αὐτῷ συμβήσεται, εἰς ὀλίγων λόγων ἐπιλύσεις ἀσχολεμένῳ, τῶν ὑπὸ πόνου ψυχῆς νοεῖσθαι δυναμένων, τοὺς ἀληθείᾳ διαφέροντας μὴ ἐπὶ πλεῖον εἰσφέρειν λόγους. ἐπειδὴ περὶ ὧν ἤθελεν ἀπεφαίνετο, ὡς λαῷ νοεῖν δυναμένῳ, ἀφ᾽ ὧν ἐσμεν καὶ ἡμεῖς, οἳ ὁπότε κατὰ τὸ σπάνιον οὐκ ἐνοήσαμεν τῶν ὑπ᾽ αὐτοῦ ῥηθέντων, ἰδίᾳ ἐπυνθανόμεθα, μὴ ἡμῖν τι τῶν ὑπ᾽ αὐτοῦ ῥηθέντων ἀνόητον ᾖ.

Εἰδὼς οὖν ἡμᾶς εἰδότας πάντα τὰ ὑπ᾽ αὐτοῦ ῥηθέντα καὶ τὰς ἀποδείξεις παρασχεῖν δυναμένους, εἰς τὰ ἀμαθῆ ἔθνη ἀποστέλλων ἡμᾶς, βαπτίζειν αὐτοὺς εἰς ἄφεσιν ἁμαρτιῶν, ἐνετείλατο ἡμῖν πρότερον διδάξαι αὐτούς· ἀφ᾽ ὧν ἐντολῶν αὕτη πρώτη καὶ μεγάλη τυγχάνει, τὸ φοβηθῆναι κύριον τὸν Θεὸν καὶ αὐτῷ μόνῳ λαρεύειν. Θεὸν δὲ φοβεῖσθαι ἐκεῖνον εἶπεν, οὗ οἱ ἄγγελοι οἱ τῶν ἐν ἡμῖν ἐλαχίστων πιστῶν ἐν τῷ οὐρανῷ ἑστήκασιν θεωροῦντες τὸ πρόσωπον τοῦ πατρὸς διαπαντός. μορφὴν γὰρ ἔχει, διὰ πρῶτον καὶ

μόνον κάλλος· καὶ πάντα μέλη, οὐ διὰ χρῆσιν· οὐ γὰρ διὰ τοῦτο ὀφθαλμοὺς ἔχει, ἵνα ἐκεῖθεν βλέπῃ· πανταχόθεν γὰρ ὁρᾷ, τοῦ ἐν ἡμῖν βλεπτικοῦ πνεύματος ἀπαραβλήτως λαμπρότερος ὤν τὸ σῶμα, καὶ παντὸς φωτὸς στιλπνότερος, ὡς πρὸς σύγκρισιν αὐτοῦ τὸ ἡλίου φῶς λογισθῆναι σκότος. ἀλλ᾽ οὐδὲ διὰ τοῦτο ὦτα ἔχει, ἵνα ἀκούῃ, πανταχόθεν γὰρ ἀκούει, νοεῖ, κινεῖ, ἐνεργεῖ, ποιεῖ. τὴν δὲ καλλίστην μορφὴν ἔχει δἰ ἄνθρωπον, ἵνα οἱ καθαροὶ τῇ καρδίᾳ αὐτὸν ἰδεῖν δυνηθῶσιν, ἵνα χαρῶσιν δἰ ἅ τινα ταῦτα ὑπέμειναν. τῇ γὰρ αὐτοῦ μορφῇ ὡς ἐν μεγίστῃ σφραγίδι τὸν ἄνθρωπον διετυπώσατο, ὅπως ἁπάντων ἄρχῃ καὶ κυριεύῃ, καὶ πάντα αὐτῷ δουλεύῃ. διὸ κρίνας εἶναι τὸ πᾶν αὐτὸν, καὶ τὴν αὐτοῦ εἰκόνα τὸν ἄνθρωπον, αὐτὸς ἀόρατος, ἡ δὲ αὐτοῦ εἰκὼν ὁ ἄνθρωπος, ὁ αὐτὸν σέβειν θέλων τὴν ὁρατὴν αὐτοῦ τιμᾷ εἰκόνα, ὅπερ ἐστὶν ἄνθρωπος. ὅ τι ἂν οὖν τις ποιήσει ἀνθρώπῳ, εἴτε ἀγαθὸν εἴτε κακὸν, εἰς ἐκεῖνον ἀναφέρεται. διὸ καὶ ἡ ἐξ αὐτοῦ κρίσις πᾶσιν κατ᾽ ἀξίαν ἀπονέμουσα ἑκάστῳ προελεύσεται. τὴν γὰρ αὐτοῦ μορφὴν ἐκδικεῖ.

Ἀλλ’ ἐρεῖ τις· εἰ μορφὴν ἔχῃ, καὶ σχῆμα ἔχει καὶ ἐν τόπῳ ἐστίν· ἐν τόπῳ δὲ ὤν καὶ ὑπ᾽ αὐτοῦ περιεχόμενος ὡς ἥττων, πῶς ὑπὲρ πάντα ἐστὶν μέγας; πῶς δὲ καὶ πανταχῆ εἶναι δύναται, ἐν σχήματι ὤν; πρὸς τὸν ταῦτα λέγοντα πρῶτον ἔστιν εἰπεῖν· τοιαῦτα περὶ αὐτοῦ αἱ γραφαὶ φρονεῖν πείθουσιν καὶ πιστεύειν, ἡμεῖς δὲ ἀληθεῖς γινώσκομεν τὰς μαρτυρουμένας ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὗ κατὰ κέλευσιν τὰς ἀποδείξεις ὑμῖν τοῦ οὕτως ἔχειν ἀνάγκη παρέχειν. πρῶτον δὲ περὶ τόπου ἐρῶ. καὶ Θεοῦ τόπος ἐστὶν τὸ μὴ ὄν, Θεὸς δὲ τὸ ὄν· τὸ δὲ μὴ ὄν τῷ ὄντι οὐ συγκρίνεται. πῶς γὰρ τόπος ὤν εἶναι δύναται; ἐκτὸς εἰ μὴ δευτέρα χώρα εἴη, οἷον οὐρανὸς, γῆ, ὕδωρ, ἀὴρ, καὶ εἰ ἄλλο τί ἐστιν σῶμα, ὅ ἂν καὶ αὐτοῦ πληροῦν τὸ κενόν, ὅ διὰ τοῦτο κενὸν λέγεται, ὅτι οὐδέν ἐστιν. τοῦτο γὰρ αὐτῷ, τὸ οὐδὲν, οἰκειότερον ὄνομα. τὸ γὰρ λεγόμενον κενόν τί ποτ᾽ ὡς σκεῦός ἐστιν οὐδὲν ἔχον, πλὴν αὐτὸ τὸ σκεῦος κενόν, εἴ περ σκεῦος ἔστιν. ἀνάγκη γὰρ πᾶσα τὸ ὄν ἐν τῷ μηδὲν ὄντι εἶναι. τοῦτο δὲ, τὸ μὴ ὄν, λέγω ὅ ὑπό τινων τόπος λέγεται, οὐδὲν ὄν. οὐδὲν δὲ ὄν τῷ ὄντι πῶς συγκρίνεται; ἐκτὸς εἰ μὴ ἐν τοῖς ἐναντίοις, ἵνα τὸ μὲν ὄν μὴ ᾖ, τὸ δὲ μὴ ὂν τόπος λέγηται. εἰ δὲ καὶ ἔστιν τι, πολλῶν παραδειγμάτων σπευδόντων ἐξ ἐμοῦ προελθεῖν εἰς ἀπόδειξιν

ἑνὶ μόνῳ χρήσασθαι θέλω, ἵνα δείξω, ὅτι οὐ πάντως τὸ περιέχον τοῦ περιεχομένου κρεῖττόν ἐστιν. ὁ ἥλιος σχῆμά ἐστιν περιφερὲς καὶ ὑπὸ ἀέρος ὅλος περιέχεται, ἀλλὰ τοῦτον ἐκλαμπρύνει, τοῦτον θερμαίνει, τοῦτον τέμνει, κἄν ἀπῇ αὐτοῦ, σκότῳ περιβάλλεται, καὶ οὗ ἄν αὐτοῦ μέρους ἀπὼν γένηται, ὡς νεκρούμενον ψύχεται, ὑπὸ δὲ τῆς αὐτοῦ ἀνατολῆς πάλιν φωτίζεται, καὶ ὅπου ἂν αὐτῷ παραθάλπηται, καὶ κάλλει τῷ μείζονι κοσμεῖται. καὶ ταῦτα ποιεῖ τῇ αὑτοῦ μετουσίᾳ, τὴν οὐσίαν περιωρισμένην ἔχων. τί οὖν ἔτι κωλύει τὸν Θεὸν, ὡς τούτου καὶ πάντων δημιουργὸν καὶ δεσπότην ὄντα, αὐτὸν μὲν ἐν σχήματι καὶ μορφῇ καὶ κάλλει ὄντα, τὴν ἀπ᾽ αὐτοῦ μετουσίαν ἀπείρως ἐκτεταμένην ἔχειν;

Εἶς οὖν ἐστιν ὁ ὄντως Θεὸς, ὅς ἐν κρείττονι μορφῇ προκαθέζεται, τοῦ ἄνω τε καὶ κάτω δὶς ὑπάρχων καρδία, καὶ ἀπ᾽ αὑτοῦ ὥσπερ ἀπὸ κέντρου βρύουσα τὴν ζωτικὴν καὶ ἀσώματον δύναμιν, τὰ πάντα σύν τε ἄστροις καὶ νομοῖς οὐρανοῦ, ἀέρος, ὕδατος, γῆς, πυρὸς καὶ εἰ ἄλλο τί ἐστιν, δείκνυται οὐσία ἄπειρος εἰς ὕψος, ἀπέραντος εἰς βάθος, ἀμέτρητος εἰς πλάτος, τρὶς ἐπ᾽ ἄπειρον τὴν ἀπ᾽ αὐτοῦ ζωοποιὸν καὶ φρόνιμον ἐκτείνουσα φύσιν. τοῦτο οὖν τὸ ἐξ αὐτοῦ πανταχόθεν ἄπειρον ἀνάγκη εἶναι καρδίαν, ἔχον τὸν ὄντως ὑπὲρ πάντα ἐν σχήματι, ὅς ὅπου πότ᾽ ἂν ᾖ, ὡς ἐν ἀπείρῳ μέσος ἐστὶν, τοῦ παντὸς ὑπάρχων ὅρος. ἀπ᾽ αὐτοῦ οὖν ἀρχόμεναι αἱ ἐκτάσεις ἐξ ἀπεράντων ἔχουσιν τὴν φύσιν. ὧν ὁ μὲν ἀπ᾽ αὐτοῦ λαβὼν τὴν ἀρχὴν δείκνυται εἰς ὕψος ἄνω, ὁ δὲ εἰς βάθος κάτω, ὁ δὲ ἐπὶ δεξιάν, ὁ δὲ ἐπὶ λαιάν, ὁ δὲ ἔμπροσθεν, ὁ δὲ ὄπισθεν, εἰς οὓς αὐτὸς ἀποβλέπων ὡς εἰς ἀριθμὸν πανταχόθεν ἴσον χρονικοῖς ἕξ διαστήμασιν συντελεῖ τὸν κόσμον, αὐτὸς ἀνάπαυσις ὤν καὶ τὸν ἐσόμενον ἄπειρον αἰῶνα εἰκόνα ἔχων, ἀρχὴ ὤν καὶ τελευτή. εἰς αὐτὸν γὰρ τὰ ἕξ ἄπειρα τελευτᾷ, καὶ ἀπ᾽ αὐτοῦ τὴν εἰς ἄπειρον ἔκτασιν λαμβάνει.

Τοῦτό ἐστιν ἑβδομάδος μυστήριον. αὐτὸς γάρ ἐστιν ἡ τῶν ὅλων ἀνάπαυσις, ὡς τοῖς ἐν μικρῷ μιμουμένοις αὐτοῦ τι μέγα αὑτὸν χαρίζεται εἰς ἀνάπαυσιν. αὐτός ἐστιν μόνος, πῇ μὲν καταληπτὸς, τὰς ἀπ᾽ αὐτοῦ ἐκτάσεις ἔχων εἰς ἄπειρον. οὗτος γὰρ καταληπτός ἐστιν καὶ ἀκατάληπτος, ἐγγὺς καὶ μακρὰν, ὧδε ὤν κἀκεῖ, ὡς μόνος ὑπάρχων καὶ διὰ τοῦ πανταχόθεν ἀπείρου νοὸς τὴν μετουσίαν,

ᾗ πάντων ἀναπνέουσιν αἱ ψυχαὶ, τὸ ζῆν ἔχουσιν· κἄν χωρισθῶσιν τοῦ σώματος, καὶ τὸν εἰς αὐτὸν εὑρεθῶσιν πόθον ἔχουσαι, εἰς τὸν αὐτοῦ κόλπον φέρονται, ὡς ἐν χειμῶνι ὥρας οἱ ἀτμοὶ τῶν ὀρῶν ἀπὸ τῶν τοῦ ἡλίου ἀκτίνων ἑλκόμενοι φέρονται πρὸς αὐτὸν ἀθάνατοι. οἵαν οὖν στοργὴν συλλαβεῖν δυνάμεθα, ἐὰν τὴν εὐμορφίαν αὐτοῦ τῷ νῷ κατοπτεύσωμεν! ἄλλως δὲ ἀμήχανον. ἀδύνατον γὰρ κάλλος ἄνευ μορφῆς εἶναι, καὶ πρὸς τὸν αὑτοῦ ἔρωτα ἐπισπᾶσθαί τινα, ἢ καὶ δοκεῖν Θεὸν ὁρᾶν εἶδος οὐκ ἔχοντα.

Τινὲς δὲ τῆς ἀληθείας ἀλλότριοι ὄντες, καὶ τῇ κακίᾳ συμμαχοῦντες, προφάσει δοξολογίας ἀσχημάτιστον αὐτὸν λέγουσιν, ἵνα ἄμορφος καὶ ἀνείδεος ὤν μηδενὶ ὁρατὸς ᾖ, ὅπως μὴ περιπόθητος γένηται. νοῦς γὰρ εἶδος οὐχ ὁρῶν Θεοῦ κενός ἐστιν αὐτοῦ. πῶς δὲ καὶ εὔχεταί τις, οὐκ ἔχων πρὸς τίνα καταφύγῃ, εἰς τίνα ἐρείσῃ; ἀντιτυπίαν γὰρ οὐκ ἔχων εἰς κενὸν ἐκβαθρεύεται. ναὶ, φησὶν, οὐ χρὴ Θεὸν φοβεῖσθαι, ἀλλ᾽ ἀγαπᾶν. φημὶ κἀγώ. ἀλλὰ τοῦτο παρέξει ἑκάστης εὐποιΐας εὐσυνειδησία. ἡ δὲ εὐποιΐα ἐκ τοῦ φοβεῖσθαι γίνεται. ἀλλ᾽ ὁ φόβος, φησίν, ἐκπλήσσει τὴν ψυχήν. ἀλλ᾽ ἐγώ φημι ὅτι οὐκ ἐκπλήσσει, ἀλλ᾽ ἐξυπνίζει καὶ ἐπιστρέφει. ἴσως δὲ ὀρθῶς ἐλέγετο μὴ δεῖν Θεὸν φοβεῖσθαι, εἰ μὴ πολλὰ ἕτερα οἱ ἄνθρωποι ἐφοβούμεθα, λέγω δὴ τὰς ἐκ τῶν ὁμοίων ἐπιβουλὰς, ἔτι δὲ θηρία, ἑρπετὰ, νόσους, πάθη, δαίμονας καὶ ἄλλα μυρία. ὁ οὖν ἡμᾶς ἀξιῶν μὴ φοβεῖσθαι Θεὸν, τούτων ἡμᾶς ῥυσάσθω, ἵνα μηδὲ ταῦτα φοβώμεθα. εἰ δὲ οὐ δύναται, τί ἡμῖν φθονεῖ, ἑνὶ φόβῳ, τῷ πρὸς τὸ δίκαιον, μυρίων ἀπαλλαγῆναι φόβων, βραχείᾳ τῇ πρὸς αὐτὸν πίστει μυρία πάθη καὶ ἑαυτῶν καὶ ἄλλων μετατιθέναι δυνατὸν γενέσθαι, μετὰ τοῦ καὶ ἀμοιβὴν ἀγαθῶν προςδέχεσθαι, καὶ αἰτίᾳ φόβου τοῦ πάντα ὁρῶντος Θεοῦ μηδὲν κακὸν πράσσοντας καὶ ἐν τῷ παρόντι ἐν εἰρήνῃ διατελεῖν.

Οὕτως ἡ πρὸς τὸν ὄντως δεσπότην εὐγνώμων δουλεία τοὺς λοιποὺς πάντας ἐλευθέρους τίθησιν. εἰ μὲν οὖν τινι δυνατόν ἐστιν, ἄνευ τοῦ φοβεῖσθαι τὸν Θεὸν μὴ ἁμαρτάνειν, μὴ φοβείσθω. ἔξεστιν γὰρ ἀγάπῃ τῇ πρὸς αὐτὸν ὅ αὐτῷ μὴ δοκῇ μὴ πράττειν. καὶ γὰρ φοβηθῆναι γέγραπται, καὶ ἀγαπᾶν παρήγγελται· ἵνα πρὸς τὴν αὑτοῦ ἕκαστος κρᾶσιν ἐπιτηδείῳ χρήσηται φαρμάκῳ. φοβεῖσθαι οὖν αὐτὸν ἔστιν, ὅτι δίκαιός ἐστιν. εἴτε οὖν φοβούμενοι, εἴτε

ἀγαπῶντες, μὴ ἁμαρτάνετε. γένοιτο δὲ φοβούμενόν τινα ἡδονῶν ἀνόμων κρατεῖν δύνασθαι, ἀλλότρια μὴ ἐπιθυμεῖν, φιλανθρωπίαν ἀσκεῖν, σωφρονεῖν, δικαιοπραγεῖν. ὁρῶ γάρ τινας ἀτελεῖς τῷ πρὸς αὐτὸν φόβῳ πλεῖστα ἁμαρτάνοντας. φοβηθῶμεν οὖν τὸν Θεὸν, μὴ μόνον ὅτι δίκαιός ἐστιν. ἐλεῶν γὰρ τοὺς ἠδικημένους τιμωρεῖ τοὺς ἠδικηκότας. ὡς οὖν ὕδωρ πῦρ σβέννυσιν, οὕτως καὶ φόβος τὴν τῶν κακῶν ἐπιθυμίαν ἀναιρεῖ. ὁ ἀφοβίαν διδάσκων οὐδ’ αὐτὸς φοβεῖται, ὁ δὲ μὴ φοβούμενος οὐδὲ κρίσιν ἔσεσθαι πιστεύει, τὰς ἐπιθυμίας αὔξει, μαγεύει, ἄλλους ἐφ᾽ οἷς αὐτὸς πράσσει διαβάλλει.

Ταῦτα ὁ Σίμων ἀκούων ἐπικόψας ἔφη· οἶδα πρὸς τίνα ταῦτα λέγεις, ἀλλ᾽ ἵνα μὴ αὐτὸς τὰ αὐτὰ λέγων πρὸς τὸ ἐλέγχειν σε δαπανῶ τὸν χρόνον εἰς ἃ μὴ θέλω, πρὸς τὰ ὁρισθέντα ἡμῖν ἀπόκριναι. ἐπηγγείλω, ἱκανῶς νενοηκέναι σε τὰ τοῦ διδασκάλου σου λέγων, διὰ τὸ παρόντα ἐναργείᾳ ὁρᾶν καὶ ἀκούειν αὐτοῦ, καὶ ἑτέρῳ τινὶ μὴ δυνατὸν εἶναι ὁράματι ἢ ὀπτασίᾳ ἔχειν τὸ ὅμοιον. ὅτι δὲ τοῦτο ψεῦδός ἐστιν, δείξω. ὁ ἐναργῶς ἀκούων τινὸς οὐ πάνυ πληροφορεῖται ἐπὶ τοῖς λεγομένοις. ἔχει γὰρ ὁ νοῦς αὐτοῦ λογίσασθαι, μὴ ἄρα ψεύδεται, ἄνθρωπος ὤν τὸ φαινόμενον. ἡ δὲ ὀπτασία ἅμα τῷ ὀφθῆναι πίστιν παρέχει τῷ ὁρῶντι, ὅτι θειότης ἐστίν. πρὸς τοῦτό μοι πρῶτον ἀπόκριναι.

Καὶ ὁ Πέτρος ἔφη· εἰς ἄλλο προτείνας εἰπεῖν, εἰς ἕτερον ἀπεκρίνου. προέτεινας γὰρ ὡς μᾶλλον δύνασθαί τινα πλεῖον νοεῖν παρ᾽ ὀπτασίας ἀκούοντα, ἢ γὰρ παρὰ τῆς ἐναργείας, ἐπιβαλὼν δὲ ἔπειθες ἡμᾶς, ὅτι ἀσφαλέστερός ἐστιν ὁ ὑπ᾽ ὀπτασίας ἀκούων τοῦ παρ᾽ αὐτῆς ἐναργείας ἀκούοντος. πέρας γοῦν διὰ τοῦτο ἐμοῦ ἱκανώτερον ἔφασκες εἰδέναι τὰ τοῦ Ἰησοῦ, ὡς ὑπ᾽ ὀπτασίας αὐτοῦ ἀκηκοὼς τὸν λόγον. πλὴν ἐγὼ εἰς τὸ ἀπαρχῆς προταθὲν ἀποκριναίμην. ὁ προφήτης, ὅτι προφήτης ἐστὶν, πληροφορήσας πρῶτον περὶ τῶν ἐναργῶς ὑπ᾽ αὐτοῦ λεγομένων, ἀσφαλῶς πιστεύεται, ἀληθὴς ὤν προεπιγνωσθείς, καὶ ὡς ὁ μανθάνων θέλει, ἐξετασθεὶς καὶ ἀνακριθεὶς ἀποκρίνεται. ὁ δὲ ὀπτασίᾳ πιστεύων ἢ ὁράματι καὶ ἐνυπνίῳ, ἐπισφαλής ἐστιν. ἀγνοεῖ γὰρ τίνι πιστεύει. ἐνδέχεται γὰρ αὐτὸν ἢ δαίμονα κακὸν εἶναι, ἢ πνεῦμα πλάνον, ἐν τῷ λέγειν ὑποκρινόμενον εἶναι ὅ μή ἐστιν. εἰ ἄρα τις βουληθείη πυνθάνεσθαι τὸ τίς ἄν ὁ φανείς, δύναται λέγειν ἑαυτῷ ὅ βούλεται. καὶ οὕτως ὡς πονηρὸς ἀστράψας,

μείνας ὅσον θέλει, ἀποσβέννυται, μὴ παραμείνας τῷ πυνθανομένῳ εἰς ἀνάκρισιν ὅσον ἠθέλησεν. διὰ δὲ ἐνυπνίων ὁρῶν τις οὐδὲ πυνθάνεσθαι δύναται περὶ ὧν βούλεται. οὐ γὰρ ἰδίας ἐξουσίας ἐστὶν ὁ λογισμὸς τοῦ κοιμωμένου. ἔνθεν γοῦν πολλὰ ἡμεῖς οἱ παρεπιθυμοῦντες μαθεῖν κατ᾽ ὄναρ περὶ ἑτέρων πυνθανόμεθα, ἢ καὶ μὴ πυνθανόμενοι περὶ τῶν μὴ διαφερόντων ἡμῖν ἀκούμεν, καὶ διυπνισθέντες ἀθυμοῦμεν, ὅτι περὶ ὧν ἐπιθυμοῦμεν μαθεῖν , οὔτε ἠκούσαμεν, οὔτε ἐξητάσαμεν.

Καὶ ὁ Σίμων ἔφη· εἰ φῂς τὰς ὀπτασίας μὴ πάντως ἀληθεύειν, ἀλλ᾽ οὖν γε τὰ ὁράματα καὶ τὰ ἐνύπνια θεόπεμπτα ὄντα οὐ ψεύδεται, περὶ ὧν ἄν εἰπεῖν θέλῃ. καὶ ὁ Πέτρος ἔφη· ὀρθῶς ἔφης, ὅτι θεόπεμπτα ὄντα οὐ ψεύδεται. ἄδηλον δὲ εἰ ὁ ἰδὼν θεόπεμπτον ἑώρακεν ὄνειρον. καὶ ὁ Σίμων· ἐὰν ᾖ ὁ ἑωρακὼς δίκαιος, ἀληθὲς ἑώρακεν. καὶ ὁ Πέτρος· ὀρθῶς ἔφης. τίς δὲ δίκαιος, εἰ ὁράματος χρῄζῃ, ἵνα μάθῃ ἃ δεῖ μαθεῖν, καὶ ποιῇ ἅ δεῖ ποιεῖν; καὶ ὁ Σίμων· τοῦτό μοι δός, ὅτι μόνος ὁ δίκαιος ὅραμα ἀληθὲς ἰδεῖν δύναται, καὶ ἀποκρίνομαί σοι εἰς αὐτό. ἐμοὶ ὅτι ἀσεβὴς ἀληθῆ ὄνειρον οὐχ ὁρᾷ. καὶ ὁ Πέτρος· ἐστιν, καὶ περὶ τούτου ἀγράφως καὶ ἐγγράφως ἀποδεῖξαι δύναμαι, πεῖσαι δὲ οὐκ ἐπαγγέλλομαι. ὁ γὰρ πρὸς ἔρωτα μοχθηρᾶς νεύσας γυναικὸς εἰς ἑτέρας κατὰ πάντα καλῆς πρὸς συμβίωσιν νόμιμον τὸν ἑαυτοῦ οὐ μετατίθησιν νοῦν· ἐνίοτε καὶ ἑαυτοῖς συνειδότες τὴν κρείττονα, προειλημμένοι ἀγαπῶσιν τὴν χείρονα. τοιοῦτόν τι καὶ σὺ πάσχων ἀγνοεῖς. καὶ ὁ Σίμων ἔφη· παρελόμενος ταῦτα, εἰς ἅ ἐπηγγείλω λέγε. ἐμοὶ γὰρ ἀδύνατον εἶναι δοκεῖ ἀσεβεῖς ἀνθρώπους ὑπὸ Θεοῦ ᾧ δήποτε ὀνειροπολεῖσθαι τρόπῳ.