Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Τῇ μὲν οὖν τετάρτῃ ἐν Τριπόλει ἡμέρᾳ ὁ Πέτρος ἐγερθεὶς καὶ ἐγρηγορότας ἡμᾶς εὑρὼν, προσαγορεύσας ἐξῄει εἰς τὸ ὑδροχοεῖον, ὅπως λουσάμενος εὔξηται. ὁμοίως τε καὶ ἡμεῖς ἀκολούθως ἐποιήσαμεν. συνευξαμένοις οὖν καὶ προκαθεσθεῖσιν τὸν περὶ τοῦ δεῖν ἁγνεύειν ἐποιεῖτο λόγον. καὶ ἐπειδὴ λοιπὸν ἡμέρα ἐγεγόνει, τοῖς ὄχλοις εἰσελθεῖν ἐπέτρεψεν. εἰσελθόντος δὲ τοῦ ὄχλου πολλοὺς συνήθως προσαγορεύσας λέγειν ἤρξατο.

Ἐπειδὴ πολλῇ τῇ καθ᾽ ὑμῶν ὑφ᾽ ὑμῶν γενομένῃ ἀμελείᾳ ὁ νοῦς τὰς πολλὰς καὶ βλαβερὰς. τῶν θρησκειῶν ὑπονοίας ἐξέφυσεν, καὶ γεγόνατε ὥσπερ γῆ ἀπορίᾳ γεωργοῦ χερσεύσασα, πολλοῦ πρὸς κάθαρσιν δεῖσθε χρόνου, ἵνα τὸν μεταδιδόμενον ὑμῖν λόγον ἀληθῆ ὥσπερ καλὸν σπόρον ὁ νοῦς λαβὼν μὴ κακαῖς φροντίσιν συμπνίξας ἄκαρπον

καταστήσει πρὸς τὰ σώζειν δυνάμενα ἔργα. διὸ χρὴ τοὺς πεφροντικότας τῆς ἑαυτῶν σωτηρίας συνεχέστερον ἐπακούειν, ὅπως τὰ ἐκ μακρῶν χρόνων ἀτοπήματα πληθυνθέντα βραχεῖ τῷ περιλειπομένῳ χρόνῳ συνεχεῖ σπουδῇ πρὸς κάθαρσιν ἀναλογῆσαι δυνηθῇ. ἐπεὶ οὖν ἕκαστος ἄδηλον ἔχει τοῦ ἰδίου χρόνου τὸ τέλος, σπεύσατε τὰς πολλὰς τῶν καρδιῶν ὑμῶν ἐξελεῖν ἀκάνθας μὴ κατ᾽ ὀλίγον· οὐ γὰρ δυνήσεσθε καθαρθῆναι, ἐπὶ πολὺ γὰρ ἐχερσεύσατε.

Οὐκ ἄλλως δὲ τὸ πολὺ τῆς σπουδῆς πρὸς κάθαρσιν ὑμῶν ἀναδέξασθαι ὑπομένετε, ἐὰν μή γε αὑτοῖς ὀργισθέντες ἐπιπλήξητε περὶ ὧν ὡς ἀχρεῖοι ἐνηδρεύθητε συνθέμενοι ταῖς κακαῖς ὑμῶν ἐπιθυμίαις, ἵνα τὴν δικαίαν ὑμῶν ὀργὴν τῷ νῷ ὡς πῦρ χερσευούσῃ ἀρούρῃ ἐπαφεῖναι δυνηθῆτε. εἰ μὲν οὖν οὐκ ἔχετε δίκαιον πῦρ, τὴν κατὰ τῶν κακῶν ἐπιθυμιῶν ὀργὴν λέγω, μάθετε ἀπὸ ποίων καλῶν ἐνηδρεύθητε, καὶ πρὸς ποίαν κόλασιν κατηρτίσθητε, καὶ ὑπὸ τίνος ἠπατήθητε, καὶ οὕτως ὑμῶν ὁ νοῦς νήψας, καὶ ὥσπερ πῦρ ὑπὸ τῆς τοῦ πέμψαντος ἡμᾶς διδασκαλίας ἐξαφθεὶς εἰς ὀργὴν, τὰ κακὰ τῆς ἐπιθυμίας ἀναλῶσαι δυνηθῇ. πιστεύσατέ μοι, ὅτι θελήσαντες πάντα κατορθῶσαι δυνήσεσθε.

Θεοῦ τοῦ ἀοράτου ἐστὲ εἰκών. ὅθεν οἱ εὐσεβεῖν βουλόμενοι μὴ τὰ εἴδωλα λεγέτωσαν Θεοῦ εἰκόνα εἶναι, καὶ διὰ τοῦτο δεῖν αὐτὰ σέβειν. εἰκὼν γὰρ Θεοῦ ὁ ἄνθρωπος. ὁ εἰς Θεὸν εὐσεβεῖν θέλων ἄνθρωπον εὐεργετεῖ, ὅτι εἰκόνα Θεοῦ τὸ ἀνθρώπου βαστάζει σῶμα. τὴν δὲ ὁμοιότητα οὐκέτι πάντες, ἀλλ᾽ ἀγαθῆς ψυχῆς ὁ καθαρὸς νοῦς. πλὴν ὡς ἡμεῖς οἴδαμεν τὸν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν γεγονότα τοῦ Θεοῦ, εἰς τοῦτον ὑμᾶς εὐσεβεῖν λέγομεν, ἵνα εἰς Θεόν, οὗπέρ ἐστιν εἰκών, ἡ χάρις λογισθῇ. τιμὴν οὖν τῇ τοῦ Θεοῦ εἰκόνι, ὅπερ ἐστὶν ἄνθρωπος, προσφέρειν δεῖ οὕτως, πεινῶντι τροφήν, διψῶντι ποτόν, γυμνητεύοντι ἔνδυμα, νοσοῦντι πρόνοιαν, ξένῳ στέγην, καὶ τῷ ἐν εἱρκτῇ ὄντι ἐπιφαινόμενον βοηθεῖν ὡς δυνατόν ἐστιν. καὶ ἵνα μὴ τὸ κατ᾽ εἶδος λέγω, πάντα ὅσα ἑαυτῷ τις θέλει καλά, ὡσαύτως ἄλλῳ χρῄζοντι παρεχέτω, καὶ τότε αὐτῷ εἰς τὴν τοῦ Θεοῦ εἰκόνα εὐσεβήσαντι δύναται ἀγαθὸς λογισθῆναι μισθός· ᾧ λόγῳ εἰ καὶ ταῦτα ποιεῖν μὴ ἀναδέξηται, ὡς ἀμελήσας τῆς εἰκόνος κολασθήσεται.

Οἶον οὖν ἐστιν λέγειν ποτέ, ὅτι εὐσεβείας τῆς εἰς Θεὸν χάριν πᾶσαν μορφὴν σεβόμενοι, τὸν ἄνθρωπον τὴν ὄντως εἰκόνα

θεοῦ ὄντα ἐν πᾶσιν ἐνυβρίζοντες, φονεύοντες, μοιχεύοντες, κλέπτοντες καὶ κατὰ πολλὰ ἄλλα ἀτιμάζοντες; ἐχρῆν δὲ μηδ᾽ ἕν κακὸν πράττειν, δἰ ὅ ἄνθρωπος λυπεῖται· νῦν δὲ πάντα πράττετε, δἰ ἅ ἄνθρωπος ἀθυμεῖ· ἀδυκία γὰρ καὶ ἂν ἀθυμία γίνεται. διὰ τοῦτο φονεύετε καὶ ἀφαιρεῖσθε τὰ αὐτοῦ, καὶ ὅσα ἄλλα ἴστε, ἅπερ παθεῖν οὐ θέλετε. ὑμεῖς δὲ ἑρπετῷ τινι κακούργῳ πρὸς κακίαν ἀπατηθέντες ὑπονοίᾳ πολυθέου γνώσεως, εἰς μὲν τὴν ὄντως εἰκόνα, ὅπερ ἐστὶν ἄνθρωπος, ἀσεβεῖτε, εἰς δὲ τὰ ἀναίσθητα εὐσεβεῖν δοκεῖτε.

Τινὲς δὲ λέγουσιν, εἰ μὴ ἤθελεν αὐτὰ εἶναι, οὐκ ἄν ἦν, ἀλλ᾽ ἀνῃρεῖτο ἄν. φημὶ κᾀγώ, τοῦτο πάντως ἔσται, ὅταν τὴν αὑτῶν πρὸς αὐτὸν δείξωσιν προαίρεσιν, καὶ οὕτως ἀλλαγὴ τοῦ νῦν γενήσεται κόσμου. πλὴν εἰ καὶ οὕτως, εἰ θέλετε αὐτὸν ποιῆσαι, ἵνα μηδὲν τῶν προσκυνουμένων ὑπῆρχεν, εἴπατε ἡμῖν, τί τῶν ὄντων οὐκ ἐθρησκεύσατε; οὐχ οἱ μὲν ὑμῶν τὸν ἥλιον, οἱ δὲ σελήνην, οἱ δὲ ὕδωρ, οἱ δὲ γῆν, οἱ δὲ τὰ ὄρη, οἱ δὲ φυτὰ, οἱ δὲ τὰ σπέρματα, οἱ δὲ καὶ ἄνθρωπον, ὡς ἐν Αἰγύπτῳ, προσκυνοῦσιν; ἐχρῆν οὖν τὸν Θεὸν μηδὲν ἐάσαι, ἀλλὰ μηδὲ ὑμᾶς, ἵνα μηδὲν ἂν ἦν τὸ προσκυνούμενον, μήτε τὸ προσκυνοῦν. ἀληθῶς τοῦτο βούλεται γενέσθαι ὁ ἐν ὑμῖν δεινὸς ἐνδομυχῶν ὄφις, ὅς οὐ φείδεται ὑμῶν. ἀλλ᾽ οὐχ οὕτως ἔσται. οὐδὲν γὰρ ἁμαρτάνει τὸ προσκυνούμενον βίαν γὰρ πάσχει ὑπὸ τοῦ προσκυνεῖν αὐτὸ θέλοντος. εἰ γὰρ ὑπὸ πάντων ἀνθρώπων ἄδικος γίνεται κρίσις, ἀλλ᾽ οὐχ ὑπὸ Θεοῦ. οὐ γὰρ δίκαιόν ἐστιν τὴν αὐτὴν τιμωρίαν ἀναδέξασθαι τὸν πάσχοντα καὶ τὸν διαθέμενον, ἐκτὸς εἰ μὴ αὐτὸς ἑκὼν ἀναδέξηται τὴν τοῦ μόνου τιμιωτάτου τιμήν.