Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Λέγουσι γὰρ οἱ πολλοί· τῶν σεβασμάτων ἡμῶν σέβομεν οὐ τὸν χρυσὸν οὐδὲ τὸν ἄργυρον οὐδὲ ξύλον ἢ λίθον· ἴσμεν γὰρ καὶ ἡμεῖς ὅτι ταῦτα οὐδέν ἐστιν ἢ ἄψυχος ὕλη καὶ ἀνθρώπου θνητοῦ τέχνη· ἀλλὰ τὸ κατοικοῦν ἐν αὐτοῖς πνεῦμα, τοῦτο θεὸν λέγομεν. ὅρα τῶν ταῦτα λεγόντων τὴν κακοήθειαν. ἐπεὶ γὰρ τὸ φαινόμενον εὐέλεγκτόν ἐστιν, ὅτι οὐδέν ἐστιν, κατέφυγον ἐπὶ τὸ ἀόρατον, ὡς ἐπ᾽ ἀδήλῳ τινὶ ἐλεγχθῆναι μὴ δυνάμενοι. πλὴν συνομολογοῦσιν ἡμῖν οἱ τοιοῦτοι ἐπὶ μέρους, ὅτι τὸ ἥμισυ τῶν παρ᾽ αὐτοῖς ἱδρυμάτων Θεὸς οὐκ ἔστιν, ἀλλ᾽ ἀναίσθητος ὕλη. λοιπὸν δὲ περιλείπεται δεῖξαι αὐτούς, πῶς πιστεύομεν ὅτι θεῖον ἔχει πνεῦμα. ἀλλ᾽ ἐπιδεῖξαι ἡμῖν οὐ δύνανται ὅτι ἐστίν, ἐπεὶ μή ἐστιν. καὶ αὐτοῖς ἑωρακέναι οὐ πιστεύομεν. ἡμεῖς αὐτοῖς ὅτι θεῖον οὐκ ἔχει τὰς ἀποδείξεις παρέξομεν, ὅπως τοῦ δοκεῖν αὐτὰ ἔμπνοα εἶναι οἱ φιλαληθεῖς τὸν ἔλεγχον ἀκούσαντες τῆς λυσσώδους ὑπονοίας ἀποτραπῶνται.

Τὸ μὲν δὴ πρῶτον, εἰ ὡς ἔμπνοα ὄντα σέβεσθε αὐτά, καὶ αἰωνίων ἀρχαίων τάφους προσκυνεῖτε, τῶν ὁμολογουμένων ὡς οὐδὲ πνεῦμα θεῖον ἐσχηκότων. οὕτως οὐδὲ κατὰ τοῦτο ἀληθεύετε. πλὴν εἰ ὄντως ἔμπνοα ἦν τὰ σεβάσματα ὑμῶν, ἀφ᾽ ἑαυτῶν ἄν ἐκινεῖτο, φωνὴν ἄν εἶχεν, τὴν ἐπ᾽ αὐτοῖς ἀράχνην ἀπεσείετο, τοὺς αὐτοῖς ἐπιβουλεῦσαι θέλοντας καὶ κλέπτοντας ἀπεωθεῖτο ἄν, τοὺς τὰ ἀναθήματα ἀποσυλῶντας συνελάμβανεν ἂν ῥᾳδίως. νῦν δὲ τούτων οὐδὲν ποιοῦσιν, ἀλλ᾽ ὡς κατάδικοι, καὶ μάλιστα οἱ τιμιώτεροι αὐτῶν,

φρουροῦνται, ὡς καὶ τὴν ἀρχὴν εἰρήκαμεν. τί δὲ οὐ φόρους καὶ τέλη ὑπὲρ αὐτῶν ἀπαιτοῦσιν ὑμᾶς οἱ δυνάσται, ὡς πολλὰ καρπιζομένους τῶν ἐκεῖ; τί δὲ οὐ πολλάκις ὑπὸ πολεμίων διηρπάγησαν, καὶ συντριβέντες διενεμήθησαν; οὐχὶ καὶ τῶν ἔξω θρησκευόντων αὐτοὶ πλέον οἱ ἱερεῖς, ἐπὶ τῇ ἀχρήστῳ θρησκείᾳ ἑαυτῶν κατεγνωκότες, τῶν ἀναθημάτων πολλὰ ὑφαιροῦνται;

Ναί φησιν, ἀλλὰ προνοίᾳ αὐτῶν ἐφωράθησαν. ψεῦδός ἐστιν. πόσοι γὰρ οὐκ ἐφωράθησαν αὐτῶν; εἰ δὲ διὰ τὸ ἐνίους συνειλῆφθαι δύναμιν αὐτοὺς ἔχειν λέγουσιν, πεπλάνηνται. καὶ γὰρ τῶν τυμβωρύχων τινὲς μὲν εὑρίσκονται, τινὲς δὲ λανθάνουσιν, καὶ οὐ δήπου γε τῇ τῶν νεκρῶν δυνάμει οἱ συλληφθέντες ἐφωράθησαν. τοιοῦτόν τι καὶ περὶ τοὺς κλεπτομένους καὶ συλωμένους θεοὺς ἔστιν ἡμῖν νοεῖν. ἀλλά, φησίν, οὐ πεφροντίκασιν τῶν ξοάνων αὑτῶν οἱ ἐν αὐτοῖς ὄντες θεοί. τί οὖν αὐτὰ ὑμεῖς τημελεῖτε σμήχοντες καὶ πλύνοντες καὶ καθαίροντες, στεφανοῦντες, ἐπιθύοντες; διόπερ ἐντεῦθεν συννοήσατε μηδὲ ὀρθῷ λογισμῷ ποιοῦντες. ὡς γὰρ τοῖς νεκροῖς ἐπικλαίετε, οὕτω καὶ τοῖς θεοῖς ὑμῶν ἐπιθύετε καὶ σπένδετε.

Οὐκέτι μέν τοι τοῦτο οὐδὲ τῷ τοῦ Καίσαρος καὶ τῶν ὑπ᾽ αὐτὸν ἐξουσιῶν συμφωνεῖ παραδείγματι, διοικητὰς αὐτοὺς λέγειν, ὁπότε ὑμεῖς αὐτῶν τὴν πᾶσαν ποιεῖσθε πρόνοιαν, ὡς προεῖπον, κατὰ πάντα τημελοῦντες ὑμῶν τὰ ἱδρύματα. αὐτὰ γὰρ οὐδὲν δυνάμενα οὐδὲν ποιεῖ. ἐπεὶ εἴπατε ἡμῖν, τί διοικοῦσιν, τί ποιοῦσιν τοιοῦτον, ὁποῖόν τι οἱ κατὰ τόπον ἡγούμενοι; τί δὲ ἐνεργοῦσιν τοιοῦτον, ὁποῖον οἱ τοῦ Θεοῦ ἀστέρες; εἰ μή τι φαίνουσιν, ὡς ὁ ἥλιος, οἷς λύχνους ὑμεῖς ἅπτετε; μὴ, ὥσπερ τὰ νέφη ὑετοὺς φέρει, καὶ αὐτοὶ φέρειν ὄμβρους δύνανται, οἱ μηδὲ ἑαυτοὺς κινεῖν δυνάμενοι, ἐὰν μὴ ἄνθρωποι ἐπιλάβωνται; ἢ καρποὺς παρέχονται; τὸν αὐτὸν τῇ γῇ τοῖς πόνοις ὑμεῖς θυσίας χορηγεῖτε. οὕτως οὐδὲν δύνανται.

Εἰ δὲ καὶ ποιεῖν τι ἐδύναντο, οὐκ ἄν αὐτοὺς ὀρθῶς θεοὺς ἐλέγετε, ὁπότε οὐδὲ τὰ στοιχεῖα ὀνομάζειν ἔξεστιν θεούς, δἰ ὧν τὰ ἀγαθὰ χορηγεῖται. ἀλλὰ τὸν μόνον τάξαντα αὐτὰ, πρὸς τὴν ἡμετέραν χρῆσιν ἐκτελεῖν τὰ πάντα, καὶ κελεύσαντα ἀνθρώπῳ ὑπηρετεῖν, μόνον ὀρθῷ λόγῳ Θεὸν ὀνομάζομεν. τῆς εὐεργεσίας ὑμεῖς μὴ αἰσθανόμενοι τὰ ὑμῖν δοῦλα ἀπονεμηθέντα στοιχεῖα καθ᾽ αὑτῶν δεσπόζειν ἀνηγορεύσατε. καὶ τί περὶ στοιχείων δεῖ λέγειν; ὁπότε

καὶ ἄψυχα ἀγάλματα πεποιηκότες οὐ μόνον προσκυνεῖτε, ἀλλ᾽ ὡς δοῦλοι κατὰ πάντα αὐτοῖς ὑποτετάχθαι ἀξιοῦτε. διὰ τοῦτο, ἑαυτοὺς δἰ ὧν παρεφρονήσατε, δαίμοσιν ὑποχείριοι γεγόνατε. πλὴν διὰ τῆς εἰς αὐτὸν τὸν Θεὸν ἐπιγνώσεως ἐκ τῶν καλῶν πράξεων δύνασθε δεσπόται γενέσθαι πάλιν, καὶ δαίμοσιν ὡς δούλοις ἐπιτάξαι, καὶ ὡς υἱοὶ Θεοῦ αἰωνίου βασιλείας κληρονόμοι καταστῆναι.

Ταῦτα εἰπὼν ἐκέλευσεν τοὺς δαιμονῶντας καὶ νόσοις ἐγκατειλημμένους αὑτῷ προσφέρεσθαι, προσενεχθεῖσι δὲ τὰς χεῖρας ἐπιθεὶς καὶ προσευξάμενος ἀπέλυσεν αὐτοὺς ὑγιαίνοντας, ὑπομιμνήσκων αὐτοὺς καὶ τοὺς λοιποὺς ὄχλους ἐνταῦθα παρεδρεύειν, ὅσων ἄν ἡμερῶν ἐπιδημῶν διαλέγηται. τῶν οὖν ἄλλων ἀναχωρησάντων ὁ Πέτρος ἐν τῷ ἐκεῖ ὑδροχοείῳ λουσάμενος σὺν τοῖς θελήσασι, χαμαὶ στρωθῆναι κελεύσας ὑπό τινα πυκνὴν τῶν δένδρων κόμην διὰ τὴν σκιάν, κατ᾽ ἀξίαν ἕκαστον κατακλιθῆναι ἐποίησεν· καὶ οὕτως τροφῆς μετελάβομεν. εὐλογήσας οὖν καὶ ἐπευχαριστήσας τῷ Θεῷ ἐπὶ τῷ εὐφρανθῆναι κατὰ τὴν Ἑβραίων συνήθη πίστιν , ἔτι πολλῆς οὔσης ὥρας πυνθάνεσθαι ἡμᾶς περὶ ὧν θέλομεν ἐπέτρεψεν. καὶ ὅμως εἴκοσι οὖσιν ἡμῖν ἐν μέρει ἑκάστῳ πυθομένῳ ἐπέλυσεν. ἤδη δὲ ἑσπέρας ἐπικαταλαβούσης εἰς τὸν εὐρύτατον τῆς ξενίας οἶκον εἰσελθόντες ἅμα αὐτῷ ἐκεῖ οἱ πάντες ὑπνώσαμεν.