Testimonia et Fragmenta

Cleanthes

Cleanthes. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)

Musonius ap. Stob. Ecl. II 31, 125 p. 243, 1 Wachsm. ἢ οὐ τοιοῦτος παῖς ἐκεῖνος ὁ Λάκων, ὃς Κλεάνθην τὸν φιλόσοφον ἠρώτησεν, εἰ ἀγαθὸν ὁ πόνος ἐστίν; οὕτω γὰρ ἐκεῖνος φαίνεται φύσει πεφυκὼς καλῶς καὶ τεθραμμένος εὖ πρὸς ἀρετήν, ὥστε ἔγγιον εἶναι νομίζειν τὸν πόνον τῆς τἀγαθοῦ φύσεως ἢ τῆς τοῦ κακοῦ· ὅς γε ὡς ὁμολογουμένου τοῦ μὴ κακὸν ὑπάρχειν αὐτόν, εἰ ἀγαθὸν τυγχάνει ὢν ἐπυνθάνετο. ὅθεν καὶ ὁ Κλεάνθης ἀγασθεὶς τοῦ παιδὸς εἶπεν ἄρα πρὸς αὐτόν αἵματος εἶς ἀγαθοῖο, φίλον τέκος, οἷ’ ἀγορεύεις (Hom. Od. δ 611). — Diogenes Laërt. VII 172. Λάκωνός τινος εἰπόντος, ὅτι ὁ πόνος ἀγαθόν, διαχυθείς φησιν αἵματος εἶς ἀγαθοῖο, φίλον τέκος.

Stobaeus Ecl. II 31, 63 Wachsm. Κλεάνθης, ἑταίρου ἀπιέναι μέλλοντος καὶ ἐρωτῶντος, πῶς ἂν ἥκιστα ἁμαρτάνοι, εἶπεν, εἰ παρ’ ἕκαστα ὧν πράττεις δοκοίης ἐμὲ παρεῖναι. — Cf. Zeno apoph. 42 Maxim. Gnom. 5 p. 189, 1 R.

Diogenes Laërt. VII 172. φησὶ δὲ ὁ Ἑκάτων ἐν ταῖς χρείαις, εὐμόρφου μειρακίου εἰπόντος εἰ ὁ εἰς τὴν γαστέρα τύπτων γαστρίζει, καὶ ὁ εἰς τοὺς μηροὺς τύπτων μηρίζει, ἔφη σὺ μὲν τοὺς διαμηρισμοὺς ἔχε, μειράκιον. αἱ δ’ ἀνάλογοι φωναὶ τὰ ἀνάλογα οὐ πάντως σημαίνουσι πράγματα.

Plutarchus Alc. 6. Ὁ μὲν οὖν Κλεάνθης ἔλεγε τὸν ἐρώμενον ὑφ’ ἑαυτοῦ μὲν ἐκ τῶν ὤτων κρατεῖσθαι, τοῖς δ’ ἀντερασταῖς πολλὰς λαβὰς παρέχειν ἀθίκτους ἑαυτῷ, τὴν γαστέρα λέγων καὶ τὰ αἰδοῖα καὶ τὸν λαιμόν.