Testimonia et Fragmenta

Cleanthes

Cleanthes. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)

Athenaeus XI 467d. Κλεάνθης δὲ ὁ φιλόσοφος ἐν τῷ περὶ μεταλήψεως ἀπὸ τῶν κατασκευασάντων φησὶν ὀνομασθῆναι τήν τε Θηρίκλειον κύλικα καὶ τὴν Δεινιάδα. — ib. 471 b. Κλεάνθης δ’ ἐν τῷ περὶ μεταλήψεως συγγράμματί φησι τὰ τοίνυν εὑρήματα καὶ ὅσα τοιαῦτα, ἔτι κατάλοιπά ἐστι, οἷον θηρίκλειος, Δεινιάς, Ἰφικρατίς. ταῦτα γὰρ πρότερον συνιστόρει τοὺς εὑρόντας, φαίνεται δ’ ἔτι καὶ νῦν. εἰ δὲ μὴ ποιεῖ τοῦτο, μεταβεβληκὸς ἂν εἴη μικρὸν τοὔνομα. ἀλλά, καθάπερ εἴρηται, οὐκ ἔστιν πιστεῦσαι τῷ τυχόντι.

Certamen Homer. et Hesiod. p. 4, 18 ed. Nietzsch (in act. societ. philol. Lips. tom. I fasc. 1). Ἑλλάνικος μὲν γὰρ καὶ Κλεάνθης Μαίονα λέγουσι (πατέρα Ὁμήρου).

Cf.Proci. vit. Hom. ap. Gaisford. Hephaestion p. 516: οἱ μὲν οὖν Σμυρναῖον αὐτὸν ἀποφαινόμενοι Μαίονος μὲν πατρὸς λέγουσιν εἶναι. — ib. p. 517. Μαίονα γάρ φασι (scil. Ἑλλάνικος καὶ Δαμάστης καὶ Φερεκύδης) τὸν Ὁμήρου πατέρα.

[Porphyrius vit. Pythag. 1, 2. Κλεάνθης ἐν τῷ πέμπτῳ τῶν μυθικῶν Σύρον, ἐκ Τύρου τῆς Συρίας (scil. Mnesarchum, patrem Pythagorae). σιτοδείας δὲ καταλαβούσης τοὺς Σαμίους προσπλεύσαντα τὸν Μνήσαρχον κατ’ ἐμπορίαν μετὰ σίτου τῇ νήσῳ ἀποδόμενον τιμηθῆναι πολιτείᾳ. Πυθαγόρου δ’ ἐκ παίδων εἰς πᾶσαν μάθησιν ὄντος εὐφυοῦς, τὸν Μνήσαρχον ἀπαγαγεῖν αὐτὸν εἰς Τύρον, ἐκεῖ δὲ τοῖς Χαλδαίοις συστάντα μετασχεῖν τούτων ἐπὶ πλεῖον ποιῆσαι, ἐπανελθόντα δ’ εἰς τὴν Ἰωνίαν ἐντεῦθεν τὸν Πυθαγόραν πρῶτον μὲν Φερεκύδῃ τῷ Συρίῳ ὁμιλῆσαι, δεύτερον δ’ Ἑρμοδάμαντι τῷ Κρεωφυλείῳ ἐν Σάμῳ ἤδη γηράσκοντι. λέγει δ’ ὁ Κλεάνθης ἄλλους εἶναι οἳ τὸν πατέρα αὐτοῦ Τυρρηνὸν ἀποφαίνονται τῶν τὴν Λῆμνον ἐποικησάντων, ἐντεῦθεν δὲ κατὰ πρᾶξιν εἰς Σάμον ἐλθόντα καταμεῖναι καὶ ἀστὸν γενέσθαι. πλέοντος δὲ τοῦ Μνησάρχου εἰς τὴν Ἰταλίαν συμπλεύσαντα τὸν Πυθαγόραν νέον ὄντα κομιδῇ σφόδρα οὖσαν εὐδαίμονα καὶ τόθ’ ὕστερον εἰς αὐτὴν ἀποπλεῦσαι. καταλέγει δ’ αὐτοῦ καὶ ἀδελφοὺς δύο, Εὔνοστον καὶ Τυρρηνὸν πρεσβυτέρους. — Clemens

Alex. Strom. I p. 129 S. ὡς δὲ Νεάνθης Σύριος ἢ Τύριος (fuit Pythagoras). — Theodoret. Graec. aff. cur. I 24 p. 11, 13 Ra. ὁ δὲ Νεάνθης Τύριον (Πυθαγόραν) ὀνομάζει.]

[Pseudo-Plut. de Fluviorum nominibus V. 3. παράκειται δ’ [αὐτῷ] τὸ Καυκάσιον ὄρος· ἐκαλεῖτο δὲ τὸ πρότερον Βορέου κοίτη δι’ αἰτίαν τοιαύτην. Βορέας δι’ ἐρωτικὴν ἐπιθυμίαν Χιόνην ἁρπάσας, τὴν Ἀρκτούρου θυγατέρα, κατήνεγκεν εἴς τινα λόφον, Νιφάντην καλούμενον, καὶ ἐγέννησεν. ἐκ τῆς προειρημένης υἱὸν Ὕρπακα, τὸν διαδεξάμενον Ἡνιόχου τὴν βασιλείαν. μετωνομάσθη δὲ τὸ ὄρος κοίτη Βορέου. προσηγορεύθη δὲ Καύκασος διὰ περίστασιν τοιαύτην. μετὰ τὴν γιγαντομαχίαν Κρόνος, ἐκκλίνων τὰς Διὸς ἀπειλάς, ἔφυγεν εἰς τὴν ἀκρώρειαν Βορέου κοίτης, καὶ εἰς κροκόδειλον μεταμορφωθεὶς ⟨ἔλαθεν· ὁ δὲ Προμηθεὺς⟩ ἕνα τῶν ἐγχωρίων ποιμένα, Καύκασον, ἀναταμών, καὶ κατανοήσας αὐτοῦ τὴν διάθεσιν τῶν σπλάγχνων, εἶπεν οὐ μακρὰν εἶναι τοὺς πολεμίους. ὁ δὲ Ζεὺς ἐπιφανεὶς τὸν μὲν πατέρα δήσας πλεκτῷ ἐρίῳ κατεταρτάρωσε· τὸ δ’ ὄρος εἰς τιμὴν τοῦ ποιμένος Καύκασον μετονομάσας, προσέδησεν αὐτῷ τὸν Προμηθέα καὶ ἠνάγκασεν αὐτὸν ὑπὸ σπλαγχνοφάγου ἀετοῦ βασανίζεσθαι, ὅτι παρηνόμησεν εἰς τὰ σπλάγχνα, ὡς ἱστορεῖ Κλεάνθης ἐν γʹ θεομαχίας.]