Testimonia et Fragmenta

Cleanthes

Cleanthes. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)

Stobaeus Floril. 6, 4 Vol. I p. 281 Hense (6, 20 Mein.)

πόθεν ποτ’ ἆρα γίνεται μοιχῶν γένος; ἐκ κριθιῶντος ἀνδρὸς ἐν ἀφροδισίοις.

Theophilus ad Autol. III 5 p. 119c. τί σοι ἔδοξε τὰ Ζήνωνος ἢ τὰ Διογένους καὶ Κλεάνθους, ὁπόσα περιέχουσιν αἱ βίβλοι αὐτῶν διδάσκουσαι ἀνθρωποβορίας, πατέρας μὲν ὑπὸ ἰδίων τέκνων ἕψεσθαι καὶ βιβρώσκεσθαι καί, εἴ τις οὐ βούλοιτο ἢ μέρος τι τῆς μυσαρᾶς τροφῆς ἀποῤρῥίψειεν, αὐτὸν κατεσθίεσθαι τὸν μὴ φαγόντα;

Sextus Pyrrh. hypot. III 199. 200. παρ’ ἡμῖν μὲν αἰσχρόν, μᾶλλον δὲ καὶ παράνομον νενόμισται τὸ τῆς ἀῤῥενομιξίας, παρὰ Γερμανοῖς δέ, ὡς φασίν, οὐκ αἰσχρόν — — καὶ τί θαυμαστόν, ὅπου γε καὶ οἱ ἀπὸ τῆς κυνικῆς φιλοσοφίας καὶ οἱ περὶ τὸν Κιτιέα Ζήνωνα καὶ Κλεάνθην καὶ Χρύσιππον ἀδιάφορον τοῦτο εἶναι φασίν;

Stobaeus Floril. 42, 2 (Vol. I p. 760 Hense)

κακουργότερον οὐδὲν διαβολῆς ἔστι πω· λάθρα γὰρ ἀπατήσασα τὸν πεπεισμένον μῖσος ἀναπλάττειπρὸς τὸν οὐδὲν αἴτιον.

Stobaeus Ecl. II 7, 111, p. 103, 12 W. ἱκανῶς δὲ καὶ Κλεάνθης περὶ τὸ σπουδαῖον εἶναι τὴν πόλιν λόγον ἠρώτησε τοιοῦτον. πόλις μὲν ⟨εἰ⟩ ἔστιν οἰκητήριον κατασκεύασμα, εἰς ὃ καταφεύγοντας ἔστι δίκην δοῦναι καὶ λαβεῖν, οὐκ ἀστεῖον δὴ πόλις ἐστίν; ἀλλὰ μὴν τοιοῦτόν ἐστιν ἡ πόλις οἰκητήριον· ἀστεῖον ἄρ’ ἔστιν ἡ πόλις.

Seneca de Tranq. An. I 7. promptus compositus sequor Zenona, Cleanthem, Chrysippum, quorum tamen nemo ad rem publicam accessit, at nemo non misit.

Diogenes Laërt. VII 14. ἐνίοτε δὲ καὶ χαλκὸν εἰσέπραττε τοὺς περιϊσταμένους (ὁ Ζήνων) * * * * * * * τὸ διδόναι μὴ ἐνοχλεῖν, καθά φησι Κλεάνθης ἐν τῷ περὶ χαλκοῦ.

Philodemus περὶ φιλοσόφων Vol. Hercul. VIII col. 13, 18. κ(αὶ Κλ)εάνθης ἐν (τῶ)ι περὶ στ(ήλη)ς (ὡ)ς Διογένους αὐτῆ(ς) μνη(μονεύ)ει καὶ ἐπαιν(εῖ) καὶ (μικρὸν) ὕστε(ρ)ον ἐν αὐτ(ῶι

τού)τ(ωι καθά)π(ερ ἑτ)έρ(ω)θ’ ἐνίων (ἔ)χθεσι(ν) [l. ἔκθεσιν] (ποι)ε(ῖτ)αι.

Athenaeus XI 467d. Κλεάνθης δὲ ὁ φιλόσοφος ἐν τῷ περὶ μεταλήψεως ἀπὸ τῶν κατασκευασάντων φησὶν ὀνομασθῆναι τήν τε Θηρίκλειον κύλικα καὶ τὴν Δεινιάδα. — ib. 471 b. Κλεάνθης δ’ ἐν τῷ περὶ μεταλήψεως συγγράμματί φησι τὰ τοίνυν εὑρήματα καὶ ὅσα τοιαῦτα, ἔτι κατάλοιπά ἐστι, οἷον θηρίκλειος, Δεινιάς, Ἰφικρατίς. ταῦτα γὰρ πρότερον συνιστόρει τοὺς εὑρόντας, φαίνεται δ’ ἔτι καὶ νῦν. εἰ δὲ μὴ ποιεῖ τοῦτο, μεταβεβληκὸς ἂν εἴη μικρὸν τοὔνομα. ἀλλά, καθάπερ εἴρηται, οὐκ ἔστιν πιστεῦσαι τῷ τυχόντι.

Certamen Homer. et Hesiod. p. 4, 18 ed. Nietzsch (in act. societ. philol. Lips. tom. I fasc. 1). Ἑλλάνικος μὲν γὰρ καὶ Κλεάνθης Μαίονα λέγουσι (πατέρα Ὁμήρου).

Cf.Proci. vit. Hom. ap. Gaisford. Hephaestion p. 516: οἱ μὲν οὖν Σμυρναῖον αὐτὸν ἀποφαινόμενοι Μαίονος μὲν πατρὸς λέγουσιν εἶναι. — ib. p. 517. Μαίονα γάρ φασι (scil. Ἑλλάνικος καὶ Δαμάστης καὶ Φερεκύδης) τὸν Ὁμήρου πατέρα.

[Porphyrius vit. Pythag. 1, 2. Κλεάνθης ἐν τῷ πέμπτῳ τῶν μυθικῶν Σύρον, ἐκ Τύρου τῆς Συρίας (scil. Mnesarchum, patrem Pythagorae). σιτοδείας δὲ καταλαβούσης τοὺς Σαμίους προσπλεύσαντα τὸν Μνήσαρχον κατ’ ἐμπορίαν μετὰ σίτου τῇ νήσῳ ἀποδόμενον τιμηθῆναι πολιτείᾳ. Πυθαγόρου δ’ ἐκ παίδων εἰς πᾶσαν μάθησιν ὄντος εὐφυοῦς, τὸν Μνήσαρχον ἀπαγαγεῖν αὐτὸν εἰς Τύρον, ἐκεῖ δὲ τοῖς Χαλδαίοις συστάντα μετασχεῖν τούτων ἐπὶ πλεῖον ποιῆσαι, ἐπανελθόντα δ’ εἰς τὴν Ἰωνίαν ἐντεῦθεν τὸν Πυθαγόραν πρῶτον μὲν Φερεκύδῃ τῷ Συρίῳ ὁμιλῆσαι, δεύτερον δ’ Ἑρμοδάμαντι τῷ Κρεωφυλείῳ ἐν Σάμῳ ἤδη γηράσκοντι. λέγει δ’ ὁ Κλεάνθης ἄλλους εἶναι οἳ τὸν πατέρα αὐτοῦ Τυρρηνὸν ἀποφαίνονται τῶν τὴν Λῆμνον ἐποικησάντων, ἐντεῦθεν δὲ κατὰ πρᾶξιν εἰς Σάμον ἐλθόντα καταμεῖναι καὶ ἀστὸν γενέσθαι. πλέοντος δὲ τοῦ Μνησάρχου εἰς τὴν Ἰταλίαν συμπλεύσαντα τὸν Πυθαγόραν νέον ὄντα κομιδῇ σφόδρα οὖσαν εὐδαίμονα καὶ τόθ’ ὕστερον εἰς αὐτὴν ἀποπλεῦσαι. καταλέγει δ’ αὐτοῦ καὶ ἀδελφοὺς δύο, Εὔνοστον καὶ Τυρρηνὸν πρεσβυτέρους. — Clemens

Alex. Strom. I p. 129 S. ὡς δὲ Νεάνθης Σύριος ἢ Τύριος (fuit Pythagoras). — Theodoret. Graec. aff. cur. I 24 p. 11, 13 Ra. ὁ δὲ Νεάνθης Τύριον (Πυθαγόραν) ὀνομάζει.]

[Pseudo-Plut. de Fluviorum nominibus V. 3. παράκειται δ’ [αὐτῷ] τὸ Καυκάσιον ὄρος· ἐκαλεῖτο δὲ τὸ πρότερον Βορέου κοίτη δι’ αἰτίαν τοιαύτην. Βορέας δι’ ἐρωτικὴν ἐπιθυμίαν Χιόνην ἁρπάσας, τὴν Ἀρκτούρου θυγατέρα, κατήνεγκεν εἴς τινα λόφον, Νιφάντην καλούμενον, καὶ ἐγέννησεν. ἐκ τῆς προειρημένης υἱὸν Ὕρπακα, τὸν διαδεξάμενον Ἡνιόχου τὴν βασιλείαν. μετωνομάσθη δὲ τὸ ὄρος κοίτη Βορέου. προσηγορεύθη δὲ Καύκασος διὰ περίστασιν τοιαύτην. μετὰ τὴν γιγαντομαχίαν Κρόνος, ἐκκλίνων τὰς Διὸς ἀπειλάς, ἔφυγεν εἰς τὴν ἀκρώρειαν Βορέου κοίτης, καὶ εἰς κροκόδειλον μεταμορφωθεὶς ⟨ἔλαθεν· ὁ δὲ Προμηθεὺς⟩ ἕνα τῶν ἐγχωρίων ποιμένα, Καύκασον, ἀναταμών, καὶ κατανοήσας αὐτοῦ τὴν διάθεσιν τῶν σπλάγχνων, εἶπεν οὐ μακρὰν εἶναι τοὺς πολεμίους. ὁ δὲ Ζεὺς ἐπιφανεὶς τὸν μὲν πατέρα δήσας πλεκτῷ ἐρίῳ κατεταρτάρωσε· τὸ δ’ ὄρος εἰς τιμὴν τοῦ ποιμένος Καύκασον μετονομάσας, προσέδησεν αὐτῷ τὸν Προμηθέα καὶ ἠνάγκασεν αὐτὸν ὑπὸ σπλαγχνοφάγου ἀετοῦ βασανίζεσθαι, ὅτι παρηνόμησεν εἰς τὰ σπλάγχνα, ὡς ἱστορεῖ Κλεάνθης ἐν γʹ θεομαχίας.]

[Pseudo-Plut. de Fluv. V. 4. γεννᾶται δ’ ἐν αὐτῷ (Caucaso) βοτάνη Προμήθειος καλουμένη, ἣν Μήδεια συλλέγουσα καὶ λειοτριβοῦσα πρὸς ἀντιπαθείας τοῦ πατρὸς ἐχρήσατο, καθὼς ἱστορεῖ ὁ αὐτός (scil. Cleanthes).]

[Pseudo-Plut. de Fluv. XVII 4. γενναται δ’ ἐν αὐτῷ (Taygeto) βοτάνη καλουμένη Χαρισία ἣν ⟨αἱ⟩ γυναῖκες ἔαρος ἀρχομένου τοίς τραχήλοις περιάπτουσι καὶ ὑπὸ τῶν ἀνδρῶν συμπαθέστερον ἀγαππῶνται· καθὼς ἱστορεῖ Κλεάνθης ἐν αʹ περὶ ὀρῶν.]

Diogenes Laërt. VII 169. φασὶ δὲ καὶ Ἀντίγονον αὐτοῦ πυθέσθαι ὄντα ἀκροατήν, διὰ τί ἀντλεῖ; τὸν δ’ εἰπεῖν ἀντλῶ γὰρ μόνον; τί δ’; οὐχὶ σκάπτω; τί δ’: οὐκ ἄρδω; καὶ πάντα ποιῶ φιλοσοφίας ἕνεκα. καὶ γὰρ ὁ Ζήνων αὐτὸν συνεγύμναζεν εἰς τοῦτο, καὶ ἐκέλευεν ὀβολὸν φέρειν ἀποφορᾶς. — Plut. de vitand. aere alieno 7, 5 p. 830c. Κλεάνθην δὲ ὁ βασιλεὺς Ἀντίγονος ἠρώτα, διὰ χρόνου θεασάμενος ἐν ταῖς Ἀθήναις ἀλεῖς ἔτι, Κλέανθες; ἀλῶ, φησίν, ὧ βασιλεῦ, ὃ ποιῶ ἕνεκα τοῦ Ζήνωνος μὴ ἀποστῆναι μηδὲ φιλοσοφίας.

Diogenes Laërt. VII 171. προκρίνων δὲ τὸν ἑαυτοῦ βίον

τοῦ τῶν πλουσίων, ἔλεγεν, ἐν ᾧ σφαιρίζουσιν ἐκείνοι τὴν σκληρὰν καὶ ἄκαρπον αὐτὸς ἐργάζεσθαι, σκάπτων.

Diogenes Laërt. VII 170. καὶ σκωπτόμενος ὑπὸ τῶν συμμαθητῶν ἠνέσχετο, καὶ ὄνος ἀκούων προσεδέχετο, λέγων αὐτὸς μόνος δύνασθαι βαστάζειν τὸ Ζήνωνος φορτίον.

Diogenes Laërt. VII 171. καί ποτε ὀνειδιζόμενος ὡς δειλός διὰ τοῦτο, εἶπεν, ὀλίγα ἁμαρτάνω.

Diogenes Laërt. VII 174. ὀνειδίσαντος αὐτῷ τινος εἰς τὸ γῆρας κἀγώ, ἔφη, ἀπιέναι βούλομαι· ὅταν δὲ πανταχόθεν ἐμαυτὸν ὑγιαίνοντα περινοῶ καὶ γράφοντα καὶ ἀναγινώσκοντα, πάλιν μένω.

Diogenes Laërt. VII 171. πολλάκις δὲ καὶ ἑαυτῷ ἐπέπληττεν· ὧν ἀκούσας Ἀρίστων τίνι, ἔφη, ἐπιπλήττεις; καὶ ὃς γελάσας πρεσβύτῃ, φησί, πολιὰς μὲν ἔχοντι, νοῦν δὲ μή.