Testimonia et Fragmenta

Cleanthes

Cleanthes. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)

Diogenes Laërt. VII 173. Σωσιθέου τοῦ ποιητοῦ ἐν θεάτρῳ εἰπόντος πρὸς αὐτὸν παρόντα,

οὓς ἡ Κλεάνθους μωρία βοηλατεῖ,
ἔμεινεν ἐπὶ ταὐτοῦ σχήματος. ἐφ’ ᾧ ἀγασθέντες οἱ ἀκροαταί, τὸν μὲν ἐκρότησαν, τὸν δὲ Σωσίθεον ἐξέβαλον. μεταγινώσκοντα δὲ αὐτὸν ἐπὶ τῇ λοιδορίᾳ προσήκατο, εἰπὼν ἄτοπον εἶναι, τὸν μὲν Διόνυσον καὶ τὸν Ἡρακλέα φλυαρουμένους ὑπὸ τῶν ποιητῶν μὴ ὀργίζεσθαι, αὐτὸν δὲ ἐπὶ τῇ τυχούσῃ βλασφημίᾳ δυσχεραίνειν.

Stobaeus Floril. 7, 54 Vol. I p. 325 Hense. Κλεάνθης ὑπὸ γλώττης ἕλκους αὐτῷ γενομένου τὴν τροφὴν οὐκ ἐδύνατο παραπέμπειν· ὡς δὲ ῥᾷον ἔσχε καὶ ὁ ἰατρὸς αὐτῷ τροφὴν προσήγαγεν σὺ δέ με, ἔφη, βούλει ἤδη τὸ πλέον τῆς ὁδοῦ κατανύσαντα ἀναστρέφειν, εἶτα πάλιν ἐξ ὑπαρχῆς τὴν αὐτὴν ἔρχεσθαι; καὶ ἐξῆλθεν τοῦ βίου.

Diogenes Laërt. VII 171. εἰπόντος δέ τινος Ἀρκεσίλαον μὴ ποιεῖν τὰ δέοντα παῦσαι, ἔφη, καὶ μὴ ψέγε. εἰ γὰρ καὶ λόγῳ τὸ καθῆκον ἀναιρεῖ, τοῖς γοῦν ἔργοις αὐτὸ τιθεῖ. καὶ ὁ Ἀρκεσίλαος οὐ κολακεύομαι, φησί. πρὸς ὃν ὁ Κλεάνθης ναί, ἔφη, σὲ κολακεύω, φάμενος ἄλλα μὲν λέγειν, ἕτερα δὲ ποιεῖν.

Diogenes Laërt. VII 173. ἔλεγε δὲ καὶ τοὺς ἐκ τοῦ περιπάτου ὅμοιόν τι πάσχειν ταῖς λύραις, αἳ καλῶς φθεγξάμεναι αὑτῶν οὐκ ἀκούουσι.

Cicero Tusc. disp. II 60. e quibus (scil. philosophis) homo sane levis, Heracleotes Dionysius, cum a Zenone fortis esse didicisset, a

dolore dedoctus est. nam cum ex renibus laboraret, ipso in eiulatu clamitabat falsa esse illa, quae antea de dolore ipse sensisset. quem cum Cleanthes condiscipulus rogaret, quaenam ratio eum de sententia deduxisset, respondit: quia si, cum tantum operae philosophiae dedissem, dolorem tamen ferre non possem, satis esset argumenti malum esse dolorem. plurimos autem annos in philosophia consumpsi nec ferre possum: malum est igitur dolor. tum Cleanthem, cum pede terram percussisset, versum ex Epigonis ferunt dixisse:
Audisne haec, Amphiaraë, sub terram abdite?
Zenonem significabat a quo illum degenerare dolebat.

Stobaeus Floril. 82, 9 Mein. = Ecl. II 2, 16. Κλεάνθης ἐρωτώμενος διὰ τί παρὰ τοῖς ἀρχαίοις οὐ πολλῶν φιλοσοφησάντων ὅμως πλείους διέλαμψαν ἢ νῦν ὅτι, εἶπε, τότε μὲν ἔργον ἠσκεῖτο, νῦν δὲ λόγος.

Diogenes Laërt. VII 172. μειρακίῳ ποτὲ διαλεγόμενος ἐπύθετο, εἰ αἰσθάνεται· τοῦ δ’ ἐπινεύσαντος διὰ τί οὖν, εἶπεν, ἐγὼ οὐκ αἰσθάνομαι ὅτι αἰσθάνει;

Diogenes Laërt. VII 172. ἐρὁμένου τινός, τί ὑποτίθεσθαι δεῖ τῷ υἱῷ τὸ τῆς Ἠλέκτρας, ἔφη, σῖγα σῖγα λεπτὸν ἴχνος. (Eurip. Orest. 140.)

Musonius ap. Stob. Ecl. II 31, 125 p. 243, 1 Wachsm. ἢ οὐ τοιοῦτος παῖς ἐκεῖνος ὁ Λάκων, ὃς Κλεάνθην τὸν φιλόσοφον ἠρώτησεν, εἰ ἀγαθὸν ὁ πόνος ἐστίν; οὕτω γὰρ ἐκεῖνος φαίνεται φύσει πεφυκὼς καλῶς καὶ τεθραμμένος εὖ πρὸς ἀρετήν, ὥστε ἔγγιον εἶναι νομίζειν τὸν πόνον τῆς τἀγαθοῦ φύσεως ἢ τῆς τοῦ κακοῦ· ὅς γε ὡς ὁμολογουμένου τοῦ μὴ κακὸν ὑπάρχειν αὐτόν, εἰ ἀγαθὸν τυγχάνει ὢν ἐπυνθάνετο. ὅθεν καὶ ὁ Κλεάνθης ἀγασθεὶς τοῦ παιδὸς εἶπεν ἄρα πρὸς αὐτόν αἵματος εἶς ἀγαθοῖο, φίλον τέκος, οἷ’ ἀγορεύεις (Hom. Od. δ 611). — Diogenes Laërt. VII 172. Λάκωνός τινος εἰπόντος, ὅτι ὁ πόνος ἀγαθόν, διαχυθείς φησιν αἵματος εἶς ἀγαθοῖο, φίλον τέκος.

Stobaeus Ecl. II 31, 63 Wachsm. Κλεάνθης, ἑταίρου ἀπιέναι μέλλοντος καὶ ἐρωτῶντος, πῶς ἂν ἥκιστα ἁμαρτάνοι, εἶπεν, εἰ παρ’ ἕκαστα ὧν πράττεις δοκοίης ἐμὲ παρεῖναι. — Cf. Zeno apoph. 42 Maxim. Gnom. 5 p. 189, 1 R.

Diogenes Laërt. VII 172. φησὶ δὲ ὁ Ἑκάτων ἐν ταῖς χρείαις, εὐμόρφου μειρακίου εἰπόντος εἰ ὁ εἰς τὴν γαστέρα τύπτων γαστρίζει, καὶ ὁ εἰς τοὺς μηροὺς τύπτων μηρίζει, ἔφη σὺ μὲν τοὺς διαμηρισμοὺς ἔχε, μειράκιον. αἱ δ’ ἀνάλογοι φωναὶ τὰ ἀνάλογα οὐ πάντως σημαίνουσι πράγματα.

Plutarchus Alc. 6. Ὁ μὲν οὖν Κλεάνθης ἔλεγε τὸν ἐρώμενον ὑφ’ ἑαυτοῦ μὲν ἐκ τῶν ὤτων κρατεῖσθαι, τοῖς δ’ ἀντερασταῖς πολλὰς λαβὰς παρέχειν ἀθίκτους ἑαυτῷ, τὴν γαστέρα λέγων καὶ τὰ αἰδοῖα καὶ τὸν λαιμόν.

Stobaeus Floril. 33, 8 (Vol. I p. 679 Hense). σιωπῶντος τοῦ Κλεάνθους, ἐπεί τις ἔφη τί σιγᾷς; καὶ μὴν ἡδὺ τοῖς φίλοις ὁμιλεῖν, ἡδύ, ἔφη, ἀλλ’ ὅσῳ ἥδιον, τοσῷδε μᾶλλον αὐτοῦ τοῖς φίλοις παραχωρητέον.

Diogenes Laërt. VII 174. πρὸς δὲ τὸν μονήρη καὶ ἑαυτῷ λαλοῦντα οὐ φαύλῳ, ἔφη, ἀνθρώπῳ λαλεῖς.

Stobaeus Floril. 95, 28 Mein. Κλεάνθης, ἐρωτώμενος πῶς ἄν τις εἴη πλούσιος, εἶπεν εἰ τῶν ἐπιθυμιῶν εἴη πένης.

Diogenes Laërt. VII 173. λέγεται δέ, φάσκοντος αὐτοῦ κατὰ Ζήνωνα καταληπτὸν εἶναι τὸ ἦθος ἐξ εἴδους, νεανίσκους τινὰς εὐτραπέλους ἀγαγεῖν πρὸς αὐτὸν κίναιδον ἐσκληραγωγημένον ἐν ἀγρῷ, καὶ ἀξιοῦν ἀποφαίνεσθαι περὶ τοῦ ἤθους· τὸν δὲ διαπορούμενον κελεῦσαι ἀπιέναι τὸν ἄνθρωπον. ὡς δὲ ἀπιὼν ἐκεῖνος ἔπταρεν ἔχω, εἶπεν, αὐτόν, ὁ Κλεάνθης μαλακός ἐστιν. Cf. Zeno n. 204 et Dio Prus. or. XXXIII § 53, 54, qui de Chrysippo Tarsi (τῶν γὰρ ἐνθάδε δείνων τινα λέγουσι etc.) eadem narrat. Cf. Vol. II n. 10a.

Arrianus Epict. diss. IV 1, 173. παράδοξα μὲν ἴσως φασὶν οἱ φιλόσοφοι, καθάπερ καὶ ὁ Κλεάνθης ἔλεγεν, οὐ μὴν παράλογα. Cf. Zeno n. 281.