Testimonia et Fragmenta

Cleanthes

Cleanthes. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)

Diogenes Laërt. VII 91. διδακτήν τε εἶναι αὐτὴν (λέγω δὲ τὴν ἀρετὴν) καὶ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ τέλους φησὶ καὶ Κλεάνθης, καὶ Ποσειδώνιος ἐν τοῖς προτρεπτικοῖς.

Diogenes Laërt. VII 127. καὶ μὴν τὴν ἀρετὴν Χρύσιππος μὲν ἀποβλητήν, Κλεάνθης δὲ ἀναπόβλητον, ὁ μὲν ἀποβλητὴν διὰ μέθην καὶ μελαγχολίαν, ὁ δὲ ἀναπόβλητον διὰ βεβαίους καταλήψεις.

Diogenes Laërt. VII 128. ἀρέσκει δὲ αὐτοῖς καὶ διὰ παντὸς χρῆσθαι τῇ ἀρετῇ, ὡς οἱ περὶ Κλεάνθην φασίν. ἀναπόβλητος γάρ ἐστι· καὶ πάντοτε τῇ ψυχῇ χρῆται οὔσῃ τελείᾳ ὁ σπουδαῖος.

Galenus de Hipp. et Plat. plac. V 6 (Vol. V p. 476 K., p. 456 Iu. Mueller.). τὴν μὲν οὖν τοῦ Κλεάνθους γνώμην ὑπὲρ τοῦ παθητικοῦ τῆς ψυχῆς ἐκ τῶνδε φαίνεσθαί φησι τῶν ἐπῶν.

Λογισμός. τί ποτʼ ἐσθʼ ὃ βούλει, θυμέ; τοῦτό μοι φράσον. Θυμός. 〈σ〉έ γʼ, ὦ λογισμέ, πᾶν ὃ βούλομαι ποιεῖν.
Λ. βασιλικὸν ⟨εἶ⟩πε⟨ς⟩· πλὴν ὅμως εἰπὸν πάλιν. Θ. ὧν ἂν ἐπιθυμῶ, ταῦθ’ ὅπως γενήσεται.
ταυτὶ τὰ ἀμοιβαῖα Κλεάνθους φησὶν εἶναι Ποσειδώνιος ἐναργῶς ἐνδεικνύμενα τὴν περὶ τοῦ παθητικοῦ τῆς ψυχῆς γνώμην αὐτοῦ, εἴ γε δὴ πεποίηκε τὸν Λογισμὸν τῷ Θυμῷ διαλεγόμενον ὡς ἕτερον ἑτέρῳ.