Testimonia et Fragmenta

Cleanthes

Cleanthes. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)

Plutarchus de Sto. Rep. cp. 7 p. 1034d. ὁ δὲ Κλεάνθης ἐν ὑπομνήμασι φυσικοῖς εἰπὼν ὅτι πληγὴ πυρὸς ὁ τόνος ἐστί, κἂν ἱκανὸς ἐν τῇ ψυχῇ γένηται πρὸς τὸ ἐπιτελεῖν τὰ ἐπιβάλλοντα, ἰσχὺς καλεῖται καὶ κράτος, ἐπιφέρει κατὰ λέξιν, ἡ δ’ ἰσχὺς αὕτη καὶ τὸ κράτος, ὅταν μὲν ἐν τοῖς φανεῖσιν ἐμμενετέοις ἐγγένηται, ἐγκράτειά

ἐστιν· ὅταν δʼ ἐν τοῖς ὑπομενετέοις, ἀνδρεία· περὶ τὰς ἀξίας δὲ δικαιοσύνη· περὶ τὰς αἱρέσεις καὶ ἐκκλίσεις σωφροσύνη.

Cf.Stobaeus Ecl. II 7, 5b₄, p. 62, 24 W. καὶ ὁμοίως ὥσπερ ἰσχὺς τοῦ σώματος τόνος ἐστὶν ἱκανὸς ἐν νεύροις, οὕτω καὶ ἡ τῆς ψυχῆς ἰσχὺς τόνος ἐστὶν ἱκανὸς ἐν τῷ κρίνειν καὶ πράττειν ἢ μή.

Themistius Or. II 27 C. εἰ δὲ αὖ φήσειέ τις κολακείαν εἶναι τῷ Πυθίῳ παραβάλλειν τὸν βασιλέα, Χρύσιππος μὲν ὑμῖν καὶ Κλεάνθης οὐ συγχωρήσει καὶ ὅλον ἔθνος φιλοσοφίας [ἢ] ὁ ἐκ τῆς ποικίλης χορός, οἱ φάσκοντες εἶναι τὴν αὐτὴν ἀρετὴν καὶ ἀλήθειαν ἀνδρὸς καὶ θεοῦ.

Cf. Proclus in Plat. Tim. II 106f. οἱ δὲ ἀπὸ τῆς Στοᾶς καὶ τὴν αὐτὴν ἀρετὴν εἶναι θεῶν καὶ ἀνθρώπων εἰρήκασιν. — Cic. de leg. I 25. iam vero virtus eadem in homine ac deo est neque alio ullo ingenio praeterea.

Diogenes Laërt. VII 92. πλείονας (εἶναι ἀρετὰς ἢ τέτταρας) οἱ περὶ Κλεάνθην καὶ Χρύσιππον καὶ Ἀντίπατρον.

Stobaeus ecl. II 65, 7 W. ἀρετῆς δὲ καὶ κακίας οὐδὲν εἶναι μεταξύ. πάντας γὰρ ἀνθρώπους ἀφορμὰς ἔχειν ἐκ φύσεως πρὸς ἀρετήν, καὶ οἱονεὶ τὸν τῶν ἡμιαμβείων λόγον ἔχειν, κατὰ Κλεάνθην· ὅθεν ἀτελεῖς μὲν ὄντας εἶναι φαύλους, τελειωθέντας δὲ σπουδαίους.