Testimonia et Fragmenta

Cleanthes

Cleanthes. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)

Plutarchus de aud. poët. 11 p. 31 d. δεῖ δὲ μηδὲ τῶν ὀνομάτων ἀμελῶς ἀκούειν, ἀλλὰ τὴν μὲν Κλεάνθους παιδιὰν παραιτεῖσθαι. κατειρωνεύεται γὰρ ἔστιν ὅτε προσποιούμενος ἐξηγεῖσθαι τὸ (Γ 320)

Ζεῦ πάτερ Ἴδηθεν μεδέων
καὶ τὸ (Π 233)
Ζεῦ ἄνα Δωδωναῖε
κελεύων ἀναγιγνώσκειν ὑφ’ ἕν, ὡς τὸν ἐκ τῆς γῆς ἀναθυμιώμενον ἀέρα διὰ τὴν ἀνάδοσιν ἀναδωδωναῖον ὄντα.

Schol. BL. Hom. Π 233

Ζεῦ ἄνα Δωδωναῖε]
τινὲς δὲ ἀναδωδωναῖε ὑφʼ ἓν παρὰ τὴν ἀνάδοσιν τῶν ἀγαθῶν.

Plutarchus de comm. not. 31 p. 1066a. ἀλλὰ Χρύσιππος καὶ Κλεάνθης ἐμπεπληκότες, ὡς ἔπος εἰπεῖν, τῷ λόγῳ θεῶν τὸν οὐρανόν, τὴν γῆν, τὸν ἀέρα, τὴν θάλατταν, οὐδένα τῶν τοσούτων ἄφθαρτον οὐδʼ ἀΐδιον ἀπολελοίπασι, πλὴν μόνου τοῦ Διός, εἰς ὃν πάντας καταναλίσκουσι τοὺς ἄλλους... ταῦτα δὲ οὐ ... τοῖς δόγμασιν ἕπεται, ἀλλʼ αὐτοὶ μέγα βοῶντες ἐν τοῖς περὶ θεῶν καὶ προνοίας εἱμαρμένης τε καὶ φύσεως γράμμασι διαῤῥήδην λέγουσι, τοὺς ἄλλους θεοὺς ἅπαντας εἶναι γεγονότας καὶ φθαρησομένους ὑπὸ πυρός, τηκτοὺς κατʼ αὐτοὺς ὥσπερ κηρίνους ἢ καττιτερίνους ὄντας.

Stobaeus Ecl. I 1, 12 p. 25, 3. Κλεάνθους.

Κύδιστʼ ἀθανάτων, πολυώνυμε, παγκρατὲς αἰεί, Ζεῦ, φύσεως ἀρχηγέ, νόμου μέτα πάντα κυβερνῶν, χαῖρε· σὲ γὰρ πάντεσσι θέμις θνητοῖσι προσαυδᾶν. ἐκ σοῦ γὰρ γένος εἴσʼ ἤχου μίμημα λαχόντες
μοῦνοι, ὅσα ζώει τε καὶ ἕρπει θνήτʼ ἐπὶ γαῖαν· τῷ σε καθυμνήσω καὶ σὸν κράτος αἰὲν ἀείσω. σοὶ δὴ πᾶς ὅδε κόσμος, ἑλισσόμενος περὶ γαῖαν, πείθεται, ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται· τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ὑπὸ χερσὶν ἀμφήκη, πυρόεντα, ἀειζώοντα κεραυνόν· τοῦ γὰρ ὑπὸ πληγῇς φύσεως πάντʼ ἔργα ⟨τελεῖται⟩· ᾧ σὺ κατευθύνεις κοινὸν λόγον, ὃς διὰ πάντων φοιτᾷ, μιγνύμενος μεγάλοις μικροῖς τε φάεσσι· ᾧ σὺ τόσος γεγαὼς ὕπατος βασιλεὺς διὰ παντός. οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθονὶ σοῦ δίχα, δαῖμον, οὔτε κατʼ αἰθέριον θεῖον πόλον οὔτʼ ἐνὶ πόντῳ, πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέραισιν ἀνοίαις· ἀλλὰ σὺ καὶ τὰ περισσὰ ἐπίστασαι ἄρτια θεῖναι, καὶ κοσμεῖν τἄκοσμα καὶ οὐ φίλα σοὶ φίλα ἐστίν. ὧδε γὰρ εἰς ἓν πάντα συνήρμοκας ἐσθλὰ κακοῖσιν, ὥσθʼ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα, ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσι, δύσμοροι, οἵ τʼ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες οὔτʼ ἐσορῶσι θεοῦ κοινὸν νόμον, οὔτε κλύουσιν, ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν. αὐτοὶ δʼ αὖθʼ ὁρμῶσιν ἄνοι κακὸν ἄλλος ἐπʼ ἄλλο, οἱ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες, οἱ δʼ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ, ἄλλοι δʼ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα. ⟨ἀλλὰ κακοῖς ἐπέκυρσαν⟩, ἐπʼ ἄλλοτε δʼ ἄλλα φέρονται σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι. ἀλλὰ Ζεῦ πάνδωρε, κελαινεφές, ἀργικέραυνε, ἀνθρώπους ⟨μὲν⟩ ῥύου ἀπειροσύνης ἀπὸ λυγρῆς, ἣν σύ, πάτερ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαι
γνώμης, ᾑ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾶς, ὄφρʼ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ, ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε θνητὸν ἐόντʼ, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον, οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν.

Epiphanius adv. Haeres. III 2, 9 (III 37) DDG p. 592, 30. Κλεάνθης τὸ ἀγαθὸν καὶ καλὸν λέγει εἶναι τὰς ἡδονάς, καὶ ἄνθρωπον ἐκάλει μόνην τὴν ψυχήν, καὶ τοὺς θεοὺς μυστικὰ σχήματα ἔλεγεν εἶναι καὶ κλήσεις ἱεράς, καὶ δᾳδοῦχον ἔφασκεν εἶναι τὸν ἥλιον, καὶ τὸν κόσμον μυστήριον καὶ τοὺς κατόχους τῶν θείων τελεστὰς ἔλεγε.