Fragmenta ad singulos libros relata
Chrysippus
Chrysippus. Fragmenta ad singulos libros relata. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
fr.1: II p. 342, 4 n. 1187
fr.2: II p. 344, 39. 345, 11 n. 1204. 1205
fr.3: II p. 345, 21 n. 1206.
fr.II p. 147, 38 n. 449.
fr.II p. 314, 15 n. 1072.
fr.1: III p. 180, 14 n. 716
fr.2: III p. 180, 36 p. 718.
fr.1: II p. 201, 4 n. 687
fr.2: II p. 305, 26 n. 1022 (ἐν τῷ πρώτῳ)
fr.3: II p. 315, 1 n. 1076 (ἐν τῷ πρώτῳ)
fr.4: II p. 316, 20 n. 1078 (ἐν τῷ πρώτῳ)
fr.5: II p. 315, 25 n. 1077 (in primo)
fr.6: II p. 316, 12 n. 1077 (in secundo)
fr.7: II p. 316, 16 n. 1078 (ἐν τῷ δευτέρῳ)
fr.8: II p. 326, 32 n. 1125 (ἐν τῷ δευτέρῳ)
fr.9: II p. 309, 12 n. 1049 (ἐκ τοῦ τρίτου)
fr.10: II p. 313, 21 n. 1068 (ἐν τῷ τρίτῳ)
fr.11: III p. 50, 40 n. 212 (ἐν τῷ τρίτῳ)
fr.12: III p. 80, 33 n. 326 (ἐν τῷ τρίτῳ).
fr.III p. 37, 13 n. 156.
fr.1: III p. 141, 23 n. 23
fr.2: III p. 50, 18 n. 210 (ἐν τῷ ἕκτῳ)
fr.3: III p. 57, 39 n. 243 (ἐν τῷ ἕκτῳ)
fr. 4: Scholia in Eur. Androm. v. 276 Vol. IV p. 152 Dind. Vol. II p. 274 Schw. Χρύσιππος δὲ ἐν Ἠθικῶν δεκάτῳ λογισάμενον τὸν Πάριν τίνων δεῖ μᾶλλον ἀντέχεσθαι, πολεμικῆς ἀσκήσεως ἢ ἐρωτικῆς ἢ βασιλείας, νεῦσαι [αὐτὸν] μᾶλλον εἰς τὰ ἐρωτικὰ καὶ οὕτως τὸν περὶ τῆς κρίσεως μῦθον συντεθῆναι.
fr.1: III p. 186, 39 n. 752 (ἐν τῷ περὶ τοῦ κ.)
fr.2: III p. 41, 34 n. 174 (ἐν τῷ ἕκτῳ)
fr.3: III p. 173, 7 n. 688 (ἐν τῷ ἑβδόμῳ).
fr.1: III p. 9, 29 n. 30 (ἐν τοῖς περὶ τοῦ κ.)
fr.2: III p. 9, 24 n. 29 (ἐν τῷ περὶ τοῦ κ.)
fr.3: III p. 76, 4 n. 308 (ἐν τῷ περὶ τοῦ κ.)
fr.4: III p. 178, 30 n. 709a (ἐν τῷ περὶ τοῦ κ.).
fr. 1: Gellius N. A. XIV 4. Condigne mehercule et condecore Chrysippus in librorum, qui inscribuntur περὶ καλοῦ καὶ ἡδονῆς, primo, os et oculos Iustititiae vultumque eius severis atque venerandis verborum
coloribus depinxit. Facit quippe imaginem Iustitiae fierique solitam esse dicit a pictoribus rhetoribusque antiquioribus ad hunc ferme modum: forma atque filo virginali, aspectu vehementi et formidabili, luminibus oculorum acribus, neque humilis neque atrocis, sed reverendae cuiusdam tristitiae dignitate. Ex imaginis autem istius significatione intellegi voluit, iudicem, qui Iustitiae antistes est, oportere esse gravem, sanctum, severum, incorruptum, inadulabilem contraque improbos nocentesque immisericordem atque inexorabilem erectumque et arduum ac potentem, vi et maiestate aequitatis veritatisque terrificum. Verba ipsa Chrysippi de Iustitia scripta haec sunt:Παρθένος δὲ εἶναι λέγεται κατὰ σύμβολον τοῦ ἀδιάφθορος εἶναι καὶ μηδαμῶς ἐνδιδόναι τοῖς κακούργοις, μηδὲ προσίεσθαι μήτε τοὺς ἐπιεικεῖς λόγους μήτε παραίτησιν καὶ δέησιν μήτε κολακείαν μήτε ἄλλο μηδὲν τῶν τοιούτων· οἷς ἀκολούθως καὶ σκυθρωπὴ γράφεται καὶ συνεστηκὸς ἔχουσα τὸ πρόσωπον καὶ ἔντονον καὶ δεδορκὸς βλέπουσα, ὥστε τοῖς μὲν ἀδίκοις φόβον ἐμποιεῖν, τοῖς δὲ δικαίοις θάρσος· τοῖς μὲν προσφιλοῦς ὄντος τοῦ τοιούτου προσώπου, τοῖς δὲ ἑτέροις προσάντους.
Haec verba Chrysippi eo etiam magis ponenda existimavi, ut prompta ad considerandum iudicandumque sint, quoniam legentibus ea nobis delicatiores quidam disciplinarum philosophi, Saevitiae imaginem istam esse, non Iustitiae, dixerunt.
fr. 2: Athenaeus Deipnosoph. XIII p. 565 a. τοῦ ξύρεσθαι τὸν πώγωνα κατ’ Ἀλέξανδρον εὑρημένου, ὥς φησιν ὑμῶν ὁ Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς. οὐκ ἀκαίρως δέ, ὡς ἐμαυτὸν πείθω, μεμνήσομαι τῆς λέξεως· χαίρω γὰρ πάνυ τῷ ἀνδρὶ διά τε τὴν πολυμαθίαν καὶ τὴν τοῦ ἤθους ἐπιείκειαν. λέγει δὲ οὕτως ὁ φιλόσοφος "τὸ ξύρεσθαι τὸν πώγωνα κατ’ Ἀλέξανδρον προῆκται, τῶν προτέρων οὐ χρωμένων αὐτῷ καὶ γὰρ Τιμόθεος ὁ αὐλητὴς πώγωνα μέγαν ἔχων ηὔλει, καὶ ἐν Ἀθήναις διατηροῦσιν οὐ σφόδρα ἀρχαῖον τὸν πρῶτον προσκειράμενον παρωνύμιον ἔχειν Κόρσην. διὸ καὶ Ἄλεξις ἔφη που·
ἂν πιττοκοπούμενόν τιν’ ἢ ξυρούμενον ὁρᾶς, δυοῖν τούτων ἔχειν δεῖ θάτερον· ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία ἢ πλουσιακὸν τούτῳ τι προσπίπτει κακόν. τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν, δι’ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται, εἰ μή τι ταύταις ἀντιπράττεσθ’ ὑπονοεῖς.Διογένης δὲ ἰδών τινα οὕτως ἔχοντα τὸ γένειον ἔφησε, μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει ὅτι ἄνδρα σ’ ἐποίησε καὶ οὐ γυναῖκα; ἕτερον δέ τινα ἐπὶ ἵππου ἰδὼν παραπλησίως ἔχοντα καὶ μεμυρισμένον καὶ τούτοις ἀκολούθως ἠμφιεσμένον, πρότερον μὲν ἔφησε ζητεῖν τί ἐστιν ὁ ἱππόπορνος, νῦν δὲ εὑρηκέναι. ἐν Ῥόδῳ δὲ νόμου ὄντος μὴ ξύρεσθαι οὐδὲ ὁ ἐπιληψόμενος οὐδείς ἐστι διὰ τὸ πάντας ξύρεσθαι. ἐν Βυζαντίῳ δὲ ζημίας ἐπικειμένης τῷ ἔχοντι κουρεῖ ξυρὸν οὐδὲν ἧττον πάντες χρῶνται αὐτῷ. καὶ ταῦτα μὲν ὁ θαυμάσιος εἴρηκε Χρύσιππος.
fr. 3: Athenaeus Deipnosoph. IV p. 137 f. Χρύσιππός τ’ ἐν τετάρτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς φησὶν ἐν Ἀθήναις δὲ ἱστοροῦσιν οὐ πάνυ ἀρχαίων δυοῖν γενομένων δείπνων, ἐν Λυκείῳ τε καὶ Ἀκαδημείᾳ,
τοῦ μὲν εἰς τὴν Ἀκαδήμειαν εἰσενέγκαντος ὀψοποιοῦ λοπάδα πρὸς ἑτέραν τινὰ χρείαν τὸν κέραμον κατᾶξαι πάντα τοὺς ἱεροποιούς, ὡς μακρόθεν οὐκ ἀστείας παρεισδύσεως γινομένης, δέοντος ἀπέχεσθαι τούτων ⟨τῶν⟩ μακρόθεν· τὸν δ’ ἐν τῷ Λυκείῳ κρέας ταριχηρὸν εἰς τάριχος διασκευάσαντα μαστιγωθῆναι ὡς παρασοφιζόμενον πονηρῶς.fr. 4: Athenaeus Deipnosoph. IX p. 373a. καὶ Χρύσιππος δ’ ὁ φιλόσοφος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς γράφει οὕτως καθάπερ τινὲς τὰς λευκὰς ὄρνιθας τῶν μελαινῶν ἡδίους εἶναι μᾶλλον.
fr. 5: Athenaeus Deipnosoph. VIII 335 b. Χρύσιππον δ’, ἄνδρες φίλοι, τὸν τῆς Στοᾶς ἡγεμόνα κατὰ πολλὰ θαυμάζων ἔτι μᾶλλον ἐπαινῶ, τὸν πολυθρύλητον ἐπὶ τῇ ὀψολογίᾳ Ἀρχέστρατον ἀεί ποτε μετὰ Φιλαινίδος κατατάττοντα, εἰς ἣν ἀναφέρεται τὸ περὶ ἀφροδισίων ἀκόλαστον σύγγραμμα.
id. 335a. ἀλλ’ οὖν ὅ γε θαυμασιώτατος Χρύσιππος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς φησί καὶ βιβλία τά τε Φιλαινίδος καὶ τὴν τοῦ Ἀρχεστράτου Γαστρονομίαν καὶ δυνάμεις ἐρωτικὰς καὶ συνουσιαστικάς, ὁμοίως δὲ καὶ τὰς θεραπαίνας ἐμπείρους τοιῶνδε κινήσεών τε καὶ σχημάτων καὶ περὶ τὴν τούτων μελέτην γινομένας. καὶ πάλιν ἐκμανθάνειν τ’ αὐτοὺς τὰ τοιαῦτα καὶ κτᾶσθαι τὰ περὶ τούτων γεγραμμένα Φιλαινίδι καὶ Ἀρχεστράτῳ καὶ τοῖς τὰ ὅμοια γράψασι. κἂν τῷ ἑβδόμῳ δέ φησι καθάπερ γὰρ οὐκ ἐκμανθάνειν τὰ Φιλαινίδος καὶ τὴν Ἀρχεστράτου Γαστρονομίαν ἔστιν ὡς φέροντά τι πρὸς τὸ ζῆν ἄμεινον.
fr. 6: Athenaeus Deipnos. I p. 4e. Ἀρχέστρατος ὁ Συρακόσιος ἢ Γελῷος ἐν τῇ ὡς Χρύσιππος ἐπιγράφει Γαστρονομίᾳ, ὡς δὲ Λυγκεὺς καὶ Καλλίμαχος Ἡδυπαθείᾳ.
Cf. III p. 104a. Εἰς ταῦτ’ οὖν τις ἀποβλέπων, ἄνδρες φίλοι, εἰκότως ἂν ἐπαινέσειε τὸν καλὸν Χρύσιππον, κατιδόντα ἀκριβῶς τὴν Ἐπικούρου φύσιν καὶ εἰπόντα μητρόπολιν εἶναι τῆς φιλοσοφίας αὐτοῦ τὴν Ἀρχεστράτου γαστρολογίαν, ἣν πάντες οἱ τῶν φιλοσόφων γαστρίμαργοι Θέογνίν τινα αὑτῶν εἶναι λέγουσι, τὴν καλὴν ταύτην ἐποποΐαν.
Cf. VII p. 278e. Χρύσιππος δ’ αὐτὸν (scil. Archestratum) ὁ ὄντως φιλόσοφος καὶ περὶ πάντ’ ἀνὴρ ἀρχηγὸν Ἐπικούρῳ φησὶ γενέσθαι καὶ τοῖς τὰ τούτου ἐπισταμένοις τῆς πάντα διαλυμηναμένης ἡδονῆς.
fr. 7: Athenaeus Deipnosoph. XIV p. 616a. καὶ Χρύσιππος δ’ ὁ φιλόσοφος ἐν πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς περὶ τοῦ Πανταλέοντος τάδε γράφει ὁ δὲ πλάνος Πανταλέων τελευτᾶν μέλλων ἑκάτερον τῶν υἱῶν κατ’ ἰδίαν ἐξηπάτησε, φήσας μόνῳ αὐτῷ λέγειν, ὅπου κατορωρύχοι τὸ χρυσίον· ὥστε μάτην ὕστερον κοινῇ σκάπτοντας αἰσθέσθαι ἐξηπατημένους.
fr. 8: Athenaeus Deipnosoph. XIV p. 616b. οὐκ ἠπόρει δ’ ἡμῶν τὸ συμπόσιον οὐδὲ τῶν φιλοσκωπτούντων. περὶ δὲ τοιούτου τινὸς πάλιν ὁ Χρύσιππος ἐν τῷ αὐτῷ (scil. ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς) γράφει φιλοσκώπτης μέλλων ὑπὸ τοῦ δημίου σφάττεσθαι εἶπε θέλειν ὥσπερ τὸ κύκνειον ᾄσας ἀποθανεῖν. ἐπιτρέψαντος δ’ ἐκείνου ἔσκωψεν.
fr. 9: Athenaei Deipnosoph. epit. lib. I p. 9c. τὸ παρὰ πολλοῖς λασταυροκάκκαβον
καλούμενον βρῶμα, ὥς φησι Χρύσιππος ⟨ἐν τῷ περὶ καλοῦ καὶ ἡδονῆς⟩ οὗ ἡ κατασκευὴ περιεργοτέρα.fr. 10: Athenaeus Deipnosoph. I p. 5e. Ἀπὸ τούτου τοῦ Φιλοξένου καὶ φιλοξένειοί τινες πλακοῦντες ὠνομάσθησαν. περὶ τούτου Χρύσιππός φησιν ἐγὼ κατέχω τινὰ ὀψοφάγον ἐπὶ τοσοῦτον ἐκπεπτωκότα τοῦ μὴ ἐντρέπεσθαι τοὺς πλησίον ἐπὶ τοῖς γινομένοις, ὥστε φανερῶς ἐν τοῖς βαλανείοις τήν τε χεῖρα συνεθίζειν πρὸς τὰ θερμά, καθιέντα εἰς ὕδωρ θερμόν, καὶ τὸ στόμα ἀναγαργαριζόμενον θερμῷ, ὅπως δηλονότι ἐν τοῖς θερμοῖς δυσκίνητος ἦ. ἔφασαν γὰρ αὐτὸν καὶ τοὺς ὀψοποιοῦντας ὑποποιεῖσθαι, ἵνα θερμότατα παρατιθῶσι, καὶ μόνος καταναλίσκῃ αὐτός, τῶν λοιπῶν συνακολουθεῖν μὴ δυναμένων.
fr. 11: Athenaeus VIII p. 336a. (ὁ Σαρδανάπαλλος) ἐφ’ οὗ τοῦ τάφου ἐπιγεργάφθαι φησὶ Χρύσιππος τάδε
(sequitur epigramma aliunde notum). Cf. p. 336f. κρεῖττον δ’ ἂν εἶχε, φησὶν ὁ Χρύσιππος, εἰ μετελήφθη τὰ ἐπὶ τοῦ Σαρδαναπάλλου οὕτως
εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὺν θυμὸν ἄεξε, τερπόμενος μύθοισι· φαγόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ ῥάκος εἰμί, φαγὼν ὡς πλεῖστα καὶ ἡσθείς. ταῦτ’ ἔχω ὅσσ’ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ τούτων ἔσθλ’ ἔπαθον· τὰ δὲ λοιπὰ καὶ ἡδέα πάντα λέλειπται.
fr. 12: Athenaeus Deipnosoph. XV p. 686f. καὶ ὁ θαυμασιώτατος δὲ Χρύσιππος τὴν ὀνομασίαν φησὶ λαβεῖν τὰ μύρα ἀπὸ τοῦ μετὰ πολλοῦ μόρου καὶ πόνου ματαίου γίνεσθαι. Λακεδαιμόνιοίτε ἐξελαύνουσι τῆς Σπάρτης τοὺς τὰ μύρα κατασκευάζοντας ὡς διαφθείροντας τοὔλαιον, καὶ τοὺς τὰ ἔρια δὲ βάπτοντας ὡς ἀφανίζοντας τὴν λευκότητα τῶν ἐρίων. Σόλων τε ὁ σοφὸς διὰ τῶν νόμων κεκώλυκε τοὺς ἄνδρας μυροπωλεῖν.
fr. 13: Athenaeus Deipnosoph. XIV p. 659a. ἐκάλουν δ’ οἱ παλαιοὶ τὸν μὲν πολιτικὸν μάγειρον Μαίσωνα τὸν δ’ ἐκτόπιον Τέττιγα. Χρύσιππος δ’ ὁ φιλόσοφος τὸν Μαίσωνα ἀπὸ τοῦ μασᾶσθαι οἴεται κεκλῆσθαι, οἷον τὸν ἀμαθῆ καὶ πρὸς γαστέρα νενευκότα, ἀγνοῶν ὅτι Μαίσων γέγονε κωμῳδίας ὑποκριτὴς Μεγαρεὺς τὸ γένος, ὃς καὶ τὸ προσωπεῖον εὗρε τὸ ἀπ’ αὐτοῦ καλούμενον μαίσωνα, ὡς Ἀριστοφάνης φησὶν ὁ Βυζάντιος ἐν τῷ περὶ προσώπων.
fr. 14: Athenaeus Deipnosoph. II p. 67c. κάλλιστον δ’ ὄξος εἶναί φησι Χρύσιππος ὁ φιλόσοφος τό τε Αἰγύπτιον καὶ τὸ Κνίδιον.
fr. 15: Athenaeus Deipnosoph. I p. 8c. Χρύσιππος δέ φησιν· ἀσύμβολον κώθωνα μὴ παραλίμπανε.
fr.III p. 168, 27.9 n. 674 (ἐν τῷ πρώτῳ) 672.
fr.1: II p. 165, 32 n. 518
fr.2: II p. 172, 15 n. 543.
fr.1: II p. 143, 29 n. 434 (ἐν τῷ δευτέρῳ)
fr.2: II p. 173, 15 n. 550 (ἐκ τοῦ δευτέρου).
fr.1: II p. 189, 34 n. 624 (ἐν τοῖς περὶ κ.)
fr.2: II p. 264, 14 n. 913 (ἐν τῷ δευτέρῳ).
fr.III p. 158, 34 n. 617.
fr.1: II p. 15, 16 n. 37 (ἐν τῷ πρώτῳ)
fr.2: II p. 33, 7 n. 105 (ἐν τῷ πρώτῳ)
fr.3: II p. 228, 27 n. 841 (ἐν τῇ π. λ. πραγματείᾳ).
fr.1: II p. 20, 10 n. 50 (53 errore typothetae)
fr.2: II p. 38, 32 n. 127 (omissa libri inscriptione)
fr.3: II p. 39, 15 n. 129.
fr.1: II p. 340, 13 n. 1183
fr.2: II p. 342, 4 n. 1187 (duobus libris)
fr.3: II p. 342, 23 n. 1191 (ἐν τῷ δευτέρῳ)
fr.4: II p. 348, 17 n. 1216.
fr.1: II p. 165, 29 n. 517 (ἐν τῷ τρίτῳ καὶ τετάρτῳ καὶ πέμπτῳ π. τ. μ.).
fr.1: III p. 42, 4 n. 175
fr.2: III p. 77, 33 n. 314 (exordium libri).