Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Stobaeus ecl. II 78, 7. διαφέρειν δὲ λέγουσι τὸ αἱρετὸν καὶ τὸ αἱρετέον. αἱρετὸν μὲν εἶναι ⟨ἀγαθὸν⟩ πᾶν, αἱρετέον δὲ ὠφέλημα πᾶν, ὃ θεωρεῖται παρὰ τὸ ἔχειν τὸ ἀγαθόν. δι’ ὃ αἱρούμεθα μὲν τὸ αἱρετέον, οἷον τὸ φρονεῖν, ὃ θεωρεῖται παρὰ τὸ ἔχειν φρόνησιν· τὸ δὲ αἱρετὸν οὐχ αἱρούμεθα, ἀλλ’ εἰ ἄρα, ἔχειν αὐτὸ αἱρούμεθα. ὁμοίως δὲ καὶ τὰ μὲν ἀγαθὰ πάντα ἐστὶν ὑπομενετὰ καὶ ἐμμενετὰ καὶ ἀνάλογον ἐπὶ τῶν ἄλλων ἀρετῶν ἐστιν, εἰ καὶ μὴ κατωνόμασται· τὰ δὲ ὠφελήματα πάντα ὑπομενετέα καὶ ἐμμενετέα. καὶ κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τῶν ἄλλων τῶν κατὰ τὰς κακίας.

Stobaeus ecl. II 98, 7 W. Λέγουσι δὲ ὁμοίως καὶ τἀγαθὰ πάντα εἶναι ὑπομενετὰ καὶ ἐμμενετὰ καὶ ἀνάλογον ἐπὶ τῶν ἄλλων ἀρετῶν, εἰ καὶ μὴ κατωνόμασται· τὰ δὲ ὠφελήματα πάντα ὑπομενετέα καὶ ἐμμενετέα καὶ τὰ ὅμοια. Ὡσαύτως δὲ διαφέρειν ὑπολαμβάνουσι καὶ τὰ εὐλαβητὰ καὶ τὰ εὐλαβητέα καὶ ἀνυπομενετὰ καὶ ἀνυπομενετέα. Τῶν δ’ ἄλλων τῶν κατὰ τὰς κακίας ὁ αὐτὸς λόγος.

Stobaeus ecl. II 97, 15. Διαφέρειν δὲ λέγουσιν, ὥσπερ αἱρετὸν καὶ αἱρετέον, οὕτω καὶ ὀρεκτὸν καὶ ὀρεκτέον καὶ βουλητὸν καὶ βουλητέον καὶ ἀποδεκτὸν καὶ ἀποδεκτέον. Αἱρετὰ μὲν γὰρ εἶναι καὶ βουλητὰ καὶ ὀρεκτὰ ⟨καὶ ἀποδεκτὰ τἀγαθά· τὰ δ’ ὠφελήματα αἱρετέα καὶ βουλητέα καὶ ὀρεκτέα⟩ καὶ ἀποδεκτέα, κατηγορήματα ὄντα, παρακείμενα δ’ ἀγαθοῖς. Αἱρεῖσθαι μὲν γὰρ ἡμᾶς τὰ αἱρετέα καὶ βούλεσθαι τὰ βουλητέα καὶ ὀρέγεσθαι τὰ ὀρεκτέα. Κατηγορημάτων γὰρ αἵ τε αἱρέσεις καὶ ὀρέξεις καὶ βουλήσεις γίνονται, ὥσπερ καὶ αἱ ὁρμαί· ἔχειν μέντοι αἱρούμεθα καὶ βουλόμεθα καὶ ὁμοίως ὀρεγόμεθα τἀγαθά, διὸ καὶ αἱρετὰ καὶ βουλητὰ καὶ ὀρεκτὰ τἀγαθά ἐστι. Τὴν γὰρ φρόνησιν αἱρούμεθα ἔχειν καὶ τὴν σωφροσύνην,

οὐ μὰ Δία τὸ φρονεῖν καὶ σωφρονεῖν, ἀσώματα ὄντα καὶ κατηγορήματα.

Diog. Laërt. VII 101. δοκεῖ δὲ πάντα τὰ ἀγαθὰ ἴσα εἶναι καὶ πᾶν ἀγαθὸν ἐπ’ ἄκρον εἶναι αἱρετὸν καὶ μήτε ἄνεσιν μήτε ἐπίτασιν δέχεσθαι.