Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Plut. de Stoic. repugn. cp. 19. Τἀγαθὰ πρὸς τὰ κακὰ τὴν πᾶσαν ἔχειν διαφορὰν ὁμολογεῖ Χρύσιππος· καὶ ἀναγκαῖόν ἐστιν etc. - - Αἰσθητὰ δ’ εἶναι τἀγαθὰ καὶ τὰ κακὰ φησίν, ἐν τῷ προτέρῳ περὶ Τέλους ταῦτα γράφων· Ὅτι μὲν γὰρ αἰσθητά ἐστι τἀγαθὰ καὶ τὰ κακά, καὶ τούτοις ἐκποιεῖ λέγειν· οὐ γὰρ μόνον τὰ πάθη ἐστὶν αἰσθητὰ σὺν τοῖς εἴδεσιν, οἷον λύπη καὶ φόβος καὶ τὰ παραπλήσια, ἀλλὰ καὶ κλοπῆς καὶ μοιχείας καὶ τῶν ὁμοίων ἔστιν αἰσθέσθαι· καὶ καθόλου ἀφροσύνης καὶ δειλίας καὶ ἄλλων οὐκ ὀλίγων κακιῶν· οὐδὲ μόνον χαρᾶς καὶ εὐεργεσιῶν καὶ ἄλλων πολλῶν κατορθώσεων, ἀλλὰ καὶ φρονήσεως καὶ ἀνδρείας καὶ τῶν λοιπῶν ἀρετῶν.
Plutarchus de comm. not. cp. 9 p. 1062c. Φύσει γὰρ ἀνεπαίσθητον οὐκ ἔστι κατ’ αὐτούς· ἀλλὰ καὶ λέγει διαῤῥήδην Χρύσιππος ἐν τοῖς περὶ Τέλους, αἰσθητὸν εἶναι τὸ ἀγαθὸν· ὡς δ’ οἴεται, καὶ ἀποδείκνυσι.
Stobaeus ecl. II p. 69, 11 W. πάντα δὲ τἀγαθὰ ὠφέλιμα εἶναι καὶ εὔχρηστα καὶ συμφέροντα καὶ λυσιτελῆ καὶ σπουδαῖα καὶ πρέποντα καὶ
καλὰ καὶ οἰκεῖα. τὰ δὲ κακὰ ἐκ τῶν ἐναντίων πάντα βλαβερὰ καὶ δύσχρηστα καὶ ἀσύμφορα καὶ ἀλυσιτελῆ καὶ φαῦλα καὶ ἀπρεπῆ καὶ αἰσχρὰ καὶ ἀνοίκεια.Diog. Laërt. VII 98. πᾶν δὲ ἀγαθὸν συμφέρον εἶναι καὶ δέον καὶ λυσιτελὲς καὶ χρήσιμον καὶ εὔχρηστον καὶ καλὸν καὶ ὠφέλιμον καὶ αἱρετὸν καὶ δίκαιον. συμφέρον μὲν ὅτι φέρει τοιαῦτα ὧν συμβαινόντων ὠφελούμεθα· δέον δὲ ὅτι συνέχει ἐν οἷς χρή· λυσιτελὲς δὲ ὅτι λύει τὰ τελούμενα εἰς αὐτό, ὥστε τὴν ἀντικατάλλαξιν τὴν ἐκ τῆς πραγματείας ὑπεραίρειν τῇ ὠφελείᾳ· χρήσιμον δὲ ὅτι χρείαν ὠφελείας παρέχεται· εὔχρηστον δὲ ὅτι τὴν χρείαν ἐπαινετὴν ἀπεργάζεται· καλὸν δὲ ὅτι συμμέτρως ἔχει πρὸς τὴν ἑαυτοῦ χρείαν· ὠφέλιμον δὲ ὅτι τοιοῦτόν ἐστιν ὥστε ὠφελεῖν· αἱρετὸν δὲ ὅτι· τοιοῦτόν ἐστιν ὥστε εὐλόγως αὐτὸ αἱρεῖσθαι· δίκαιον δὲ ὅτι νόμῳ ἐστὶ σύμφωνον καὶ κοινωνίας ποιητικόν.
Stobaeus ecl. II p. 72, 19 W. Καὶ πᾶν μὲν ἀγαθὸν αἱρετὸν εἶναι· ἀρεστὸν γὰρ καὶ δοκιμαστὸν καὶ ἐπαινετὸν ὑπάρχειν· πᾶν δὲ κακὸν φευκτόν. Τὸ γὰρ ἀγαθὸν καθ’ ὃ μὲν αἵρεσιν εὔλογον κινεῖ, αἱρετόν ἐστι· καθ’ ὃ δὲ ἀνυπόπτως εἰς αἵρεσιν ἔρχεται, ἀρεστόν· ⟨καθ’ ὃ δὲ . . . ., δοκιμαστόν⟩· καθ’ ὃ δὲ πάλιν εὐλόγως ἄν τις περὶ αὐτοῦ καθυπολαμβάνοι τῶν ἀπ’ ἀρετῆς εἶναι, ⟨ἐπαινετόν⟩.